Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 45

 
γένηται, ἐκεῖνος δὲ ἐν τούτῳ καθʼ ἡσυχίαν πάνθʼ ὅσα ἂν βούληται πράξῃ, καὶ τόν τε Δέκιμον ἐξέλῃ καὶ τὴν Μούτιναν ἐκπολιορκήσῃ τήν τε Γαλατίαν πᾶσαν λάβῃ, ὥστε μηκέθʼ ἡμᾶς ὅπως αὐτῷ χρησώμεθα εὑρεῖν δυνηθῆναι, ἀλλʼ ὑποδεδιέναι τε καὶ θεραπεύειν αὐτὸν καὶ προσκυνεῖν
 
ἀνάγκην a)na/gkhn R. Steph., a)nagkh=i LM. ἔχειν. ἓν δὲ ἔτι e)/ti M, o(/ti L. τοῦτο περὶ τῆς πρεσβείας εἰπὼν παύσομαι, ὅτι οὐδὲ ὁ Ἀντώνιος λόγον τινὰ ὑμῖν ἔδωκε περὶ ὧν πράττειν ἔμελλεν, ἵνα καὶ ὑμεῖς τοῦτο ποιήσητε.
 
ἐγὼ μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα πάντα συμβουλεύω ὑμῖν μὴ μέλλειν μηδὲ διατρίβειν, ἀλλʼ ὅτι τάχιστα αὐτῷ πολεμῆσαι, λογισαμένους ὅτι τὰ πλείω τῶν πραγμάτων τοῖς
 
καιροῖς ἢ ταῖς δυνάμεσι κατορθοῦται, katorqou=tai Reim., katorqou=ntai LM. καὶ πάντως που καὶ ἐκ τούτου συνιέναι ὅτι οὐκ ἄν ποτε τὴν εἰρήνην, ἐν ᾗ καὶ πλεῖστον ἰσχύω καὶ πλοῦτον καὶ δόξαν ἐκτησάμην, ἀφείς, εἴγε καὶ τῷ ἔργῳ εἰρήνη ἦν, ei)rh/nh h)=n Bk., ei)rh/nhn LM. πολεμεῖν ὑμῖν, εἰ μή γε καὶ συμφέρειν
 
ἡγούμην, παρῄνεσα. parh/|nesa Dind., paraine/sai LM. καὶ σοὶ soi\ R. Steph., su\ LM. δέ, ὦ Καλῆνε, τοῖς τε ἄλλοις τοῖς ταὐτά σοι φρονοῦσι συμβουλεύω καθʼ ἡσυχίαν ἐπιτρέψαι τῇ th=| Rk., th=| te LM. γερουσίᾳ τὰ προσήκοντα ψηφίσασθαι, καὶ μὴ τῆς ἰδίας ὑμῶν πρὸς Ἀντώνιον χάριτος ἕνεκα τὰ κοινῇ πᾶσιν ἡμῖν
 
συμφέροντα καταπροδοῦναι. ὡς ἔγωγε οὕτω γνώμης, ὦ πατέρες, ἔχω ὥστʼ, ἂν μὲν πεισθῆτέ μοι, καὶ πάνυ pa/nu Reim., pa/nta LM. ἂν ἡδέως καὶ τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας μεθʼ ὑμῶν ἀπολαῦσαι, ἂν δʼ ἄλλο τι ψηφίσησθε, τεθνάναι μᾶλλον ἢ ζῆν ἑλέσθαι.
 
οὔτε γὰρ ἄλλως τὸν θάνατόν ποτε τὸν ἐκ τῆς παρρησίας ἐφοβήθην (καὶ διὰ τοῦτο καὶ κατώρθωσα πλεῖστον· τεκμήριον δὲ ὅτι καὶ θῦσαι καὶ ἑορτάσαι ἐφʼ οἷς ὑπατεύων ἐποίησα ἐψηφίσασθε, ὅπερ οὐδενὶ πώποτε ἄλλῳ μὴ οὐκ ἐν πολέμῳ γέ τι καταπράξαντι ἐγένετὀ, νῦν δὲ καὶ ἥκιστα.
 
καὶ γὰρ ὁ μὲν kai\ ga\r o( me\n Bk., kai\ o( me\n ga\r LM. θάνατος οὐκ ἂν ἄωρος ἄλλως τε καὶ πρὸ τοσούτων ἐτῶν ὑπατευκότι μοι γένοιτο (καίτοι μνημονεύετε ὅτι τοῦτο καὶ ἐν αὐτῇ τῇ ὑπατείᾳ ὑμῖν εἶπον, ἵνα μοι πρὸς πάντα ὡς καταφρονοῦντι αὐτοῦ προσέχητἐ· τὸ δὲ δὴ φοβηθῆναί τινα καθʼ ὑμῶν καὶ τὸ δουλεῦσαί τινι μεθʼ ὑμῶν καὶ πάνυ ἄν μοι ἀωρότατον a)wro/taton Dind., dwro/taton LM. συμβαίη.
 
ὅθενπερ τοῦτο μὲν καὶ συμφορὰν καὶ ὄλεθρον, οὐ τοῦ σώματος μόνον ἀλλὰ καὶ τῆς ψυχῆς τῆς τε δόξης, ὑφʼ ἧς που καὶ μόνης ἀίδιοι τρόπον τινὰ γιγνόμεθα, εἶναι νομίζω· τὸ δὲ δὴ λέγοντά τε καὶ πράττοντα ὑπὲρ ὑμῶν ἀποθανεῖν ἰσοστάσιον ἀθανασίᾳ a)qanasi/a| Rk., a)qanasi/an LM. ἄγω.
 
καὶ εἴγε καὶ Ἀντώνιος ταῦτʼ ἐγίγνωσκεν, οὐκ ἄν ποτε ἐς τοιαῦτα πράγματα προυχώρησεν, ἀλλὰ καὶ ἀποθανεῖν ἄν, ὥσπερ ὁ πάππος αὐτοῦ, μᾶλλον ἤ τι τῶν ὁμοίων τῷ Κίννᾳ τῷ ἐκεῖνον
 
ἀποκτείναντι ποιῆσαι προείλετο. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ὁ μὲν Κίννας οὐ πολλῷ ὕστερον ἀντεσφάγη διά τε τοῦτο καὶ διὰ τἆλλα ἃ κακῶς ἔπραττε (διόπερ καὶ τοῦτο τοῦ Ἀντωνίου τεθαύμακα, ὅτι τὰ ἔργα αὐτοῦ μιμούμενος οὐ φοβεῖται μήποτε ὁμοίᾳ καταστροφῇ περιπέσᾐ, ἐκεῖνος δὲ καὶ αὐτῷ τούτῳ τὸ δοκεῖν τινι εἶναι
 
κατέλιπεν. ἀλλʼ οὔτι γε καὶ σώζεσθαι διὰ τοὺς συγγενεῖς ἔτι δίκαιός ἐστι, μήτε τὸν πάππον ζηλώσας μήτε τὸν πατέρα τῆς οὐσίας κληρονομήσας. τίς γὰρ οὐκ οἶδε τοῦθʼ, tou=q' Bk., tau=q' LM. ὅτι πολλοὺς φεύγοντας καὶ ἐπὶ τοῦ Καίσαρος καὶ μετὰ ταῦτα ἐκ τῶν γραμμάτων δὴ τῶν ἐκείνου καταγαγὼν katagagw\n Rk., a)gagw\n LM.
 
οὐκ ἐπεκούρησε τῷ θείῳ, ἀλλὰ τὸν μὲν συγκυβευτὴν τὸν Λεντίκουλον τὸν ἐπὶ τῇ τοῦ βίου ῥᾳδιουργίᾳ φυγόντα ἐπανήγαγε, καὶ τὸν Βαμβαλίωνα τὸν καὶ ἀπʼ αὐτῆς τῆς ἐπωνυμίας ἐπιβόητον ἀγαπᾷ, τοῖς δὲ δὴ συγγενεστάτοις οὕτως ὥσπερ εἶπον w(/sper ei)=pon Bk., w(s proei=pon LM. κέχρηται, καθάπερ τινὰ ὀργὴν αὐτοῖς
 
ἔχων ὅτι τοιοῦτος ἐγεννήθη. τοιγαροῦν τῶν μὲν ἐκείνου e)kei/nou *w, e)kei/nwn LM. χρημάτων οὐκ ἐκληρονόμησεν, ἄλλων δὲ δὴ καὶ πάνυ πολλούς, τοὺς μὲν μήτʼ ἰδὼν μήτʼ ἀκούσας πώποτε, τοὺς δὲ καὶ νῦν ἔτι ζῶντας· οὕτω γὰρ αὐτοὺς ἀποδέδυκε καὶ σεσύληκεν ὥστε μηδέν σφας νεκρῶν διαφέρειν.”
← Previous 6 / 6

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme