Book 45
3.2
γεγονότι ἠγγέλλετο τὴν πρώτην. περαιωθεὶς δὲ ἐς τὸ Βρεντέσιον, καὶ τάς τε διαθήκας ἅμα καὶ τὴν γνώμην τοῦ δήμου τὴν δευτέραν μαθών, οὐκέτʼ ἀναβολὰς ἐποιήσατο, καὶ μάλισθʼ ὅτι καὶ χρήματα πολλὰ καὶ στρατιώτας συχνοὺς συμπροπεμφθέντας εἶχεν, ἀλλὰ τό τε ὄνομα τοῦ Καίσαρος παραχρῆμα ἀνέλαβε καὶ τοῦ κλήρου
4.1
αὐτὸν διεδέξατο, τῶν τε πραγμάτων εἴχετο. καὶ τότε μὲν προπετῶς τέ τισι τοῦτο καὶ τολμηρῶς πεποιηκέναι ἔδοξεν, ὕστερον δὲ ἔκ τε τῆς εὐτυχίας καὶ ἐξ ὧν ἐπικατώρθωσε καὶ ἀνδρείας ὄνομα
4.2
προσεκτήσατο. πολλὰ γὰρ ἤδη τινὲς οὐκ ὀρθῶς ἐπιχειρήσαντες δόξαν, ὅτι ἐπιτυχεῖς αὐτῶν ἐγένοντο, εὐβουλίας ἔσχον· καὶ ἕτεροι ἄριστά τινα προελόμενοι μωρίαν, ὅτι μὴ κατέτυχον αὐτῶν,
4.3
ὦφλον. w)=flon Xyl., wfeilon LM. καὶ ἐκεῖνος σφαλερῶς μὲν καὶ ἐπικινδύνως ἐποίησεν ὅτι τήν τε ἡλικίαν τὴν ἄρτι ἐκ παίδων ἄγων (ὀκτωκαιδεκέτης γὰρ ἦνʼ καὶ τὴν διαδοχὴν καὶ τοῦ κλήρου καὶ τοῦ γένους καὶ ἐπίφθονον καὶ ἐπαίτιον ὁρῶν οὖσαν, ἔπειτʼ ἐπὶ τοιαῦτα ὥρμησεν ἐφʼ οἷς ὅ τε Καῖσαρ ἐπεφόνευτο καὶ τιμωρία οὐδεμία αὐτοῦ ἐγίγνετο, καὶ οὔτε τοὺς σφαγέας οὔτε τὸν Λέπιδον τόν τε Ἀντώνιον
4.4
ἔδεισεν· οὐ μέντοι καὶ κακῶς βεβουλεῦσθαι ἔδοξεν, ὅτι καὶ κατώρθωσε. τὸ μέντοι δαιμόνιον πᾶσαν οὐχ ἀσαφῶς τὴν αὐτόθεν μέλλουσάν σφισι ταραχὴν ἔσεσθαι προεσήμηνεν· ἐς γὰρ τὴν Ῥώμην ἐσιόντος αὐτοῦ ἶρις πάντα τὸν ἥλιον πολλὴ καὶ ποικίλη περιέσχεν.