Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 45

42.5 συνόντων. οὐ μὴν οὐδʼ ἂν τὰ μάλιστα συμμείνωσιν, ἀντισχεῖν γε πρὸς πάντας ἅμα τοὺς ἄλλους δυνήσεται, dunh/setai Oddey, dunh/sontai LM. ἀλλʼ ἤτοι ἑκών, ἐπειδὰν πρῶτον πύθηται ταῦθʼ ὑμᾶς u(ma=s R. Steph., h(ma=s LM. ἐψηφισμένους, τά τε ὅπλα καταθήσεται καὶ ἐφʼ ὑμῖν ἑαυτὸν ποιήσεται, ἢ καὶ ἄκων ἐκ μιᾶς μάχης ἁλώσεται.
42.6 ἐγὼ μὲν δὴ ταῦθʼ ὑμῖν παραινῶ, καὶ εἴγε ὑπατεύων ἔτυχον, πάντως ἂν καὶ ἐποίησα, καθάπερ καὶ πρότερον, ὅτε καὶ τὸν Κατιλίναν καὶ τὸν Λέντουλον, αὐτῷ τούτῳ προσήκοντα
43.1 ἐπιβουλεύσαντας e)pibouleu/santas R. Steph., e)pibouleu/santa LM. ὑμῖν ἠμυνάμην. εἰ δέ τις ὑμῶν ταῦτα μὲν ὀρθῶς ἡγεῖται λέγεσθαι, πρέσβεις δὲ πρότερον ἡμᾶς πρὸς αὐτὸν ἀποστεῖλαι δεῖν οἴεται, καὶ ἔπειτα μαθόντας τὴν γνώμην αὐτοῦ, ἂν μὲν ἑκὼν ἀπαλλάττηται τῶν ὅπλων καὶ kai\ L, om. M. ὑμῖν αὑτὸν ἐπιτρέπῃ, τὴν ἡσυχίαν
43.2 ἄγειν, ἂν δὲ ἐπὶ τῶν αὐτῶν ἐπιμένῃ, τότε καὶ τὸν πόλεμον αὐτῷ ψηφισθῆναι (ταῦτα γὰρ πυνθάνομαί τινας παραινέσαι ὑμῖν ἐθέλεινʼ, λόγῳ μὲν εὐπρεπέστατον, eu)prepe/staton Xyl., eu)prepesta/twi LM. τῷ δὲ ἔργῳ καὶ αἰσχρὸν καὶ ἐπικίνδυνον τῇ πόλει πρᾶγμα ποιεῖ. πῶς μὲν γὰρ οὐκ αἰσχρὸν κήρυξιν ὑμᾶς καὶ πρεσβείαις πρὸς
43.3 τοὺς πολίτας χρῆσθαι; τοῖς μὲν γὰρ ἀλλοφύλοις καὶ ἐπικηρυκεύεσθαι καὶ διαπρεσβεύεσθαι δεῖ πρότερον καὶ ἀναγκαῖόν ἐστι, τοῖς δὲ δὴ πολίταις τοῖς ἀδικοῦσί τι παραχρῆμα τὴν τιμωρίαν ἐπάγειν, ἂν μὲν ὑπὸ ταῖς ψήφοις αὐτοὺς λάβητε, δικάζοντας, ἂν δὲ τοῖς ὅπλοις, πολεμοῦντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme