Book 45
36.2
ἡμᾶς. οὓς ἴσως οὐδὲ εὑρήσομεν, ἄλλως τε κἂν οὕτω τοῖς παροῦσι χρησώμεθα. τίς γὰρ ἂν ἰδίᾳ ὑπὲρ τῆς δημοκρατίας κινδυνεῦσαι ἐθελήσειεν, ὁρῶν ἡμᾶς δημοσίᾳ πρὸς τὴν δουλείαν ἑτοίμως ἔχοντας; καὶ μὴν ὅτι γε οὐ στήσεταί ποτε ταῦτα ποιῶν, ἀλλʼ ἐν τοῖς πόρρω καὶ ἐλάττοσιν ἐφʼ
36.3
ἡμᾶς αὐξάνεται, παντὶ δῆλόν ἐστιν. οὐ γάρ που δι’ ἄλλο τι Δεκίμῳ πολεμεῖ καὶ Μούτιναν πολιορκεῖ ἢ ἵνα νικήσας αὐτοὺς καὶ λαβὼν ἐφʼ ἡμᾶς συσκευάσηται· οὔτε γὰρ ἠδίκηταί τι ὑπʼ αὐτῶν ὥστʼ ἀμύνασθαι δοκεῖν, οὔτʼ αὖ τῶν μὲν ἀγαθῶν τῶν παρʼ ἐκείνοις ἐπιθυμεῖ, καὶ διὰ τοῦτο καὶ πόνους καὶ κινδύνους ὑπομένει, τῶν δʼ ἡμετέρων, οἳ καὶ ἐκεῖνα καὶ ἄλλα πολλὰ κεκτήμεθα,
36.4
ἐθελοντὴς ἀφέξεται. τοῦτʼ οὖν ἀναμενοῦμεν, ἵνα καὶ ταῦτα καὶ ἄλλα ἄττα προσλαβὼν δυσπολέμητος γένηται; καὶ πιστεύσομεν pisteu/somen R. Steph., pisteu/swmen LM. ἐξαπατῶντι
37.1
αὐτῷ καὶ λέγοντι ὅτι o(/ti supplied by Dind. οὐ πολεμεῖ τῇ πόλει; καὶ τίς οὕτως εὐήθης· ἐστὶν ὥστε τοῖς ῥήμασι μᾶλλον ἢ τοῖς ἔργοις τὸν πολεμοῦντα ἡμῖν ἢ μὴ σκοπεῖν; ἐγὼ μὲν γὰρ οὐ νῦν πρῶτον, ὅτε ἐκ τῆς πόλεως ἐκδέδρακε καὶ ἐπὶ τοὺς συμμάχους ἐστράτευκε καὶ Βρούτῳ προσβάλλει καὶ τὰς πόλεις πολιορκεῖ,
37.2
κακόνουν kako/noun R. Steph., kako\n ou)=n LM. αὐτὸν ἡμῖν εἶναί φημι, ἀλλὰ καὶ ἐξ ὧν πρότερόν ποτε, οὐχ ὅτι τελευτήσαντος τοῦ Καίσαρος ἀλλὰ καὶ ζῶντος ἔτι, καὶ κακῶς καὶ ἀσελγῶς ἔπραξεν, καὶ ἐχθρὸν καὶ ἐπίβουλον καὶ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἡμῶν γεγονέναι