Book 45
35.1
Ταῦτʼ οὖν ὁρῶντες μέλλομεν καὶ μαλακιζόμεθα, καὶ τηλικοῦτον ἐφʼ ἡμᾶς αὐτοὺς au)tou\s Bk., au)to\n LM. τύραννον ἀσκοῦμεν; καὶ πῶς οὐκ αἰσχρὸν τοὺς μὲν προγόνους ἡμῶν ἐν δουλείᾳ τραφέντας ἐπιθυμῆσαι ἐλευθερίας,
35.2
ἡμᾶς δὲ ἐν αὐτονομίᾳ πολιτευθέντας ἐθελοδουλῆσαι, καὶ τῆς μὲν μοναρχίας τῆς τοῦ Καίσαρος ἡδέως, καίπερ kai/per M by correction, kai\ L (and M originally'. πολλὰ ὑπʼ αὐτοῦ καὶ ἀγαθὰ προπαθόντας, ἀπαλλαγῆναι, τοῦτον δὲ δεσπότην αὐθαίρετον ἀνθελέσθαι, ὃς τοσοῦτον ἐκείνου χείρων ἐστὶν ὅσον ὁ μὲν ἐν τοῖς πολέμοις κρατήσας
35.3
πολλῶν ἐφείσατο, οὗτος δέ, πρὶν καὶ δυνηθῆναί τι, τριακοσίους στρατιώτας, καὶ ἐν αὐτοῖς καὶ ἑκατοντάρχους τινάς, μηδὲν ἀδικήσαντας, οἴκοι παρʼ ἑαυτῷ, παρούσης τῆς γυναικὸς καὶ βλεπούσης, ἐφόνευσεν, ὥστε καὶ τοῦ αἵματος αὐτὴν ἀναπλῆσαι.
35.4
καίτοι τὸν οὕτως ὠμῶς ἐκείνοις, ὅτε καὶ θεραπεύειν αὐτοὺς ὤφειλε, χρησάμενον τί οὐκ οἴεσθε oi)/esqe R. Steph., oi)/esqai LM. τῶν δεινοτάτων πάντας ὑμᾶς, ἂν καὶ νικήσῃ, ποιήσειν; καὶ τὸν ἀσελγῶς οὕτω μέχρι νῦν βεβιωκότα πῶς οὐκ ἐπὶ πᾶν ὕβρεως, ἂν καὶ τὴν ἐκ τῶν ὅπλων ἐξουσίαν προσλάβῃ, χωρήσειν νομίζετε;
36.1
μὴ τοίνυν ἀναμείνητε παθόντες τι τοιοῦτο μεταγνῶναι, ἀλλὰ πρὶν παθεῖν φυλάξασθε· σχέτλιον γάρ, ἐξὸν προκαταλαβεῖν τὰ δεινά, εἶτα περιιδόντας αὐτὰ γενόμενα μετανοῆσαι. μηδὲ ἐθελήσητε, προέμενοι τὰ παρόντα, Κασσίου τινὸς αὖθις ἄλλου καὶ Βρούτων *brou/twn M, brou/tou tw=n L. τινῶν ἄλλων δεηθῆναι· γελοῖον γάρ, ἐξὸν αὐτοὺς ἑαυτοῖς τὰ κατὰ καιρὸν βοηθῆσαι, ζητεῖν μετὰ ταῦτα τοὺς ἐλευθεροῦντας