Book 45
34.1
ἐθελήσειεν; ὥστε εἰ καὶ τότε αὐτοῦ ἐφείσασθε, ἀλλὰ νῦν γε καὶ διʼ ἐκεῖνα αὐτὸν μισήσατε· μηδʼ ἐθελήσητε μαθεῖν τί κατορθώσας ὅσα o(/sa Rk., oi(=a LM. βούλεται δράσει, dra/sei Rk., dra/sein LM. ἀλλʼ ἐκ τῶν ἤδη προτετολμημένων αὐτῷ
34.2
τὸ μηδὲν ἔτι δεινὸν παθεῖν προνοήσατε. καὶ γάρ τοι τί καὶ φήσειεν ἄν τις; ὀρθῶς τότε τὸν Καίσαρα ποιῆσαι μὴ προσδεξάμενον μήτε τὸ ὄνομα τοῦ βασιλέως μήτε τὸ διάδημα ; οὐκοῦν οὗτος κακῶς ταῦτα αὐτῷ προύτεινεν ἃ μηδὲ ἐκεῖνον
34.3
ἤρεσεν. ἀλλʼ ἁμαρτεῖν ὅτι καὶ τὴν ἀρχὴν τοιοῦτό τι ἀκούσας καὶ ἰδὼν ἠνέσχετο; οὐκοῦν εἴπερ ἐκεῖνος εἰκότως ἐπὶ τούτοις τέθνηκε, πῶς οὐ καὶ οὗτος, ὁμολογῶν τρόπον τινὰ τυραννῆσαι ἐπιθυμεῖν,
34.4
δικαιότατός ἐστιν ἀπολέσθαι; ὅτι γὰρ ταῦθʼ οὕτως ἔχει, δῆλον μέν ἐστι καὶ ἐκ τούτων ὧν προείρηκα, φανερώτατα δὲ ἐξ αὐτῶν ὧν μετὰ ταῦτʼ ἔπραξεν ἐλέγχεται. τίνος μὲν γὰρ ἄλλου ἕνεκα, ἐξὸν αὐτῷ τὴν ἡσυχίαν ἀσφαλῶς ἄγειν, ταράττειν τὰ πράγματα καὶ πολυπραγμονεῖν ἐπικεχείρηκε;
34.5
τίνος δέ, παρὸν αὐτῷ ἀκινδύνως οἴκοι μένειν, στρατεύεσθαι καὶ πολεμεῖν ἐπανῄρηται; διὰ τί, πολλῶν μηδὲ ἐς τὰς ἐπιβαλούσας αὐτοῖς ἀρχὰς βουληθέντων ἐξελθεῖν, οὗτος οὐχ ὅτι τῆς Γαλατίας οὐδὲν αὐτῷ προσηκούσης ἀντιποιεῖται, ἀλλὰ καὶ
34.6
ἄκουσαν αὐτὴν βιάζεται; διὰ τί, τοῦ Βρούτου τοῦ Δεκίμου καὶ ἑαυτὸν καὶ τοὺς στρατιώτας καὶ τὰς πόλεις ἡμῖν h(mi=n H. Steph., u(mi=n L. παραδιδόντος, οὗτος οὐχ ὅπως οὐκ ἐμιμήσατο αὐτόν, ἀλλὰ καὶ πολιορκεῖ κατακλείσας; οὐκ ἔστιν ὅπως οὐκ ἐπʼ ἄλλο τι καὶ ἐφʼ ἡμᾶς h(ma=s H. Steph., u(ma=s LM. κἀκεῖνα καὶ τἆλλα πάντα παρασκευάζεται.