Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 45

29.2 τοῖς ἔργοις ἐγένετο; ὅστις, ὦ γῆ καὶ θεοί, πρῶτον μὲν ἐτόλμησεν ἐνταῦθα, ἐντὸς τοῦ τείχους, ἐν τῇ ἀγορᾷ, ἐν τῷ βουλευτηρίῳ καὶ ἐν τῷ Καπιτωλίῳ, τό τε ἔσθημα ἅμα τὸ περιπόρφυρον ἐνδύεσθαι καὶ ξίφος παραζώννυσθαι ῥαβδούχοις τε χρῆσθαι
29.3 καὶ ὑπὸ στρατιωτῶν δορυφορεῖσθαι· ἔπειτα δυνηθεὶς ἂν καὶ τοὺς τῶν ἄλλων θορύβους καταπαῦσαι, οὐ μόνον οὐκ ἐποίησε τοῦτο, ἀλλὰ καὶ ὁμονοοῦντας ὑμᾶς ἐστασίασεν, τῇ μὲν αὐτὸς τῇ δὲ καὶ διʼ ἑτέρων. καὶ μέντοι καὶ αὐτοὺς ἐκείνους ἐν τῷ μέρει προσλαμβάνων, καὶ τοτὲ μὲν συναιρόμενός σφισι τοτὲ δὲ ἐναντιούμενος, sfisi tote\ de\ e)nantiou/menos supplied by Bk. αἰτιώτατος μὲν ἐγένετο τοῦ tou= supplied by Bk. παμπληθεῖς σφων σφαγῆναι,
29.4 αἰτιώτατος δὲ τοῦ μὴ πάντα τὰ τοῦ Πόντου τῶν τε Πάρθων εὐθὺς τότε ἐπὶ τῇ κατὰ τοῦ Φαρνάκου νίκῃ χειρωθῆναι· πρὸς γάρ τοι τὰ πραττόμενα ὑπʼ αὐτοῦ δεῦρο διὰ ταχέων ὁ Καῖσαρ ἐπειχθεὶς οὐδὲν ἐκείνων, ὥς γε ge Rk., te LM. καὶ ἠδυνήθη, παντελῶς κατειργάσατο.
30.1 καὶ οὐδὲ ταῦτα μέντοι αὐτὸν ἐσωφρόνισεν, ἀλλʼ ὑπατεύσας γυμνός, ὦ πατέρες, γυμνὸς καὶ μεμυρισμένος ἔς τε τὴν ἀγορὰν ἐσῆλθε, πρόφασιν τὰ Λυκαῖα ποιησάμενος, κἀνταῦθα πρὸς τὸ βῆμα μετὰ τῶν ῥαβδούχων προσῆλθε, καὶ ἐκεῖ κάτωθεν
30.2 ἐδημηγόρησεν· ὅπερ, ἀφʼ οὗ γέγονεν ἡ πόλις, οὐδένα ἄλλον οὐχ ὅτι ὕπατον ἀλλʼ οὐδὲ στρατηγὸν οὐδὲ δήμαρχον οὐδʼ ἀγορανόμον οὐδεὶς οἶδε πεποιηκότα. τὰ γὰρ Λυκαῖα ἦν, καὶ ἐπὶ τοῦ ἑταιρικοῦ τοῦ Ἰουλίου ἐτέτακτο· ταῦτα γὰρ ὁ Σέξτος αὐτὸν ὁ Κλώδιος τῶν δισχιλίων πλέθρων τῶν ἐν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme