Book 45
27.2
ἐναντιούμενος τῇ κοινῇ τῆς πόλεως εἰρήνῃ, ἔπειτα δέ, ἐπειδὴ ἀγανακτήσαντες ἐψηφίσασθε διʼ αὐτὸν ἅπερ ἐψηφίσασθε, τοῦτο μὲν ἐκ τῆς πόλεως ἐξέδρα τὴν ἀρχὴν ἐγκαταλιπών, ᾧ μηδεμίαν ἐκ τῶν νόμων νύκτα ἀποδημῆσαι ἐξῆν, τοῦτο δὲ ἐς τὰ τοῦ Καίσαρος ὅπλα αὐτομολήσας ἐκεῖνόν τε ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ ὑμᾶς u(ma=s H. Steph., h(ma=s LM. ἔκ τε τῆς Ῥώμης καὶ ἐκ τῆς ἄλλης Ἰταλίας ὅλης ἐξήλασε, καὶ ἑνὶ λόγῳ e(ni\ lo/gw| Pflugk, e)n o)li/gwi LM. πάντων τῶν κακῶν τῶν ἐμφυλίων τῶν μετὰ ταῦθʼ ὑμῖν u(mi=n R. Steph., h(mi=n LM. συμβάντων αἰτιώτατος ἐγένετο.
27.3
εἰ γὰρ μὴ τότε τοῖς βουλήμασιν ὑμῶν u(mw=n R. Steph., h(mi=n LM. ἀντεπεπράχει, οὐκ ἄν ποτε ὁ Καῖσαρ οὔτε ou)/te Bk., ou(=tos LM. σκῆψιν οὐδεμίαν τῶν πολέμων εὑρήκει, οὔτε εἰ καὶ τὰ μάλιστα ἀπηναισχύντει, δύναμίν γέ ge/ Rk., te/ LM. τινα ἀξιόχρεων παρὰ τὰ δόγματα ὑμῶν u(mw=n R. Steph., h(mw=n LM. ἠθροίκει, ἀλλʼ ἤτοι ἑκὼν ἐκ τῶν ὅπλων ἀπήλλακτο a)ph/llakto supplied by Bk. ἢ καὶ
27.4
ἄκων ἐσεσωφρόνιστο. νῦν δὲ οὗτός ἐστιν ὁ καὶ ἐκείνῳ τὰς προφάσεις ἐνδοὺς καὶ τὸ τῆς βουλῆς ἀξίωμα καταλύσας, τό τε θράσος τῶν στρατιωτῶν ἐπαυξήσας· οὗτος ὁ τὸ σπέρμα τῶν κακῶν τῶν μετὰ ταῦτα ἐκφύντων ἐμβαλών, οὗτος ὁ κοινὸς ἀλιτήριος οὐχ ἡμῶν μόνον ἀλλὰ καὶ τῆς οἰκουμένης ὀλίγου πάσης γενόμενος, ὥς που καὶ