Book 45
1.1
Ἀντώνιος μὲν δὴ ταῦτʼ ἐποίει, ὁ δὲ δὴ Γάϊος ὁ Ὀκτάουιος Καιπίας (οὕτω γὰρ ὁ τῆς Ἀττίας τῆς τοῦ Καίσαρος ἀδελφιδῆς a)delfidh=s Xyl., a)delfh=s LM Xyl. Zon. υἱὸς ὠνομάζετὀ ἦν μὲν ἐξ Οὐελιτρῶν τῶν Οὐολσκίδων, ὀρφανὸς δὲ ὑπὸ τοῦ Ὀκταουίου τοῦ πατρὸς καταλειφθεὶς ἐτράφη μὲν παρά τε τῇ μητρὶ καὶ παρὰ τῷ ἀνδρὶ a)ndri\ Xyl., a)delfw=| LM Xyl. αὐτῆς Λουκίῳ Φιλίππῳ, αὐξηθεὶς δὲ συνδιέτριβε τῷ
1.2
Καίσαρι· ἄπαις τε γὰρ ἐκεῖνος ὢν καὶ μεγάλας ἐπʼ αὐτῷ ἐλπίδας ἔχων ἠγάπα τε καὶ περιεῖπεν αὐτόν, ὡς καὶ τοῦ ὀνόματος καὶ τῆς ἐξουσίας τῆς τε μοναρχίας διάδοχον καταλείψων, ἄλλως τε καὶ ὅτι ἡ Ἀττία δεινῶς ἰσχυρίζετο ἐκ τοῦ Ἀπόλλωνος αὐτὸν κεκυηκέναι, ὅτι καταδαρθοῦσά ποτε ἐν ναῷ αὐτοῦ δράκοντί τινι μίγνυσθαι ἐνόμισε καὶ διὰ
1.3
τοῦτο τῷ ἱκνουμένῳ χρόνῳ ἔτεκε. πρίν τε ἢ ἐς τὸ φῶς ἐξιέναι, ἔδοξεν ὄναρ τὰ σπλάγχνα ἑαυτῆς ἐς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεκτείνεσθαι· καὶ τῇ αὐτῇ νυκτὶ καὶ ὁ Ὀκτάουιος ἐκ τοῦ αἰδοίου αὐτῆς τὸν ἥλιον ἀνατέλλειν ἐνόμισεν. ἄρτι τε ὁ παῖς ἐγεγέννητο, καὶ Νιγίδιος Φίγουλος *fi/goulos R. Steph., fi/boulos LM Xiph. Zon. βουλευτὴς παραχρῆμα αὐτῷ τὴν
1.4
αὐταρχίαν ἐμαντεύσατο· ἄριστα γὰρ τῶν tw=n Xiph., om. LM. καθʼ ἑαυτὸν τήν τε τοῦ πόλου διακόσμησιν καὶ τὰς τῶν ἀστέρων διαφοράς, ὅσα τε καθʼ ἑαυτοὺς γιγνόμενοι καὶ ὅσα συμμιγνύντες ἀλλήλοις ἔν τε ταῖς ὁμιλίαις καὶ ἐν ταῖς διαστάσεσιν ἀποτελοῦσι, διέγνω, καὶ κατὰ τοῦτο καὶ αἰτίαν ὥς τινας ἀπορρήτους