Book 45
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ πέμπτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. περὶ Γαΐου Ὀκταουίου τοῦ μετὰ ταῦτα Αὐγούστου ἐπικληθέντος. β. περὶ Σέξτου Πομπηίου τοῦ Πομπηίου υἱέος. γ. ὡς Καῖσαρ καὶ Ἀντώνιος στασιάζειν ἤρξαντο. δ. ὡς Κικέρων κατὰ Ἀντωνίου ἐδημηγόρησεν. χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γ. th=s *g. Bs., e)/th (??) LM. Ἰουλίου Καίσαρος δικτατορίας τὸ ε μετὰ Μ. Αἰμιλίου meta\ *m. *)antwni/ou H. Steph., m meta\ a)ntwni/ou LM. There folloss in LM the gloss: path\r au)gou/stou o)ktaou/ios mh/thr au)tou= a)tti/a h( a)delfh\ kai/saros w(s ei)=nai to\n au)/gouston a)neyio\n i)ouli/ou kai/saros ( “the father of Augustus sas Octavius, his mother sas Attia, sister of Caesar, so that Augustus sas nephes of Julius Caesar” ). Λεπίδου ἱππάρχου καὶ ὑπατείας τὸ ε μετὰ Μ. Ἀντωνίου. meta\ *m. *)antwni/ou H. Steph., m meta\ a)ntwni/ou LM. There folloss in LM the gloss: path\r au)gou/stou o)ktaou/ios mh/thr au)tou= a)tti/a h( a)delfh\ kai/saros w(s ei)=nai to\n au)/gouston a)neyio\n i)ouli/ou kai/saros ( “the father of Augustus was Octavius, his mother was Attia, sister of Caesar, so that Augustus was nephew of Julius Caesar” ).
Ἀντώνιος μὲν δὴ ταῦτʼ ἐποίει, ὁ δὲ δὴ Γάϊος ὁ Ὀκτάουιος Καιπίας (οὕτω γὰρ ὁ τῆς Ἀττίας τῆς τοῦ Καίσαρος ἀδελφιδῆς a)delfidh=s Xyl., a)delfh=s LM Xyl. Zon. υἱὸς ὠνομάζετὀ ἦν μὲν ἐξ Οὐελιτρῶν τῶν Οὐολσκίδων, ὀρφανὸς δὲ ὑπὸ τοῦ Ὀκταουίου τοῦ πατρὸς καταλειφθεὶς ἐτράφη μὲν παρά τε τῇ μητρὶ καὶ παρὰ τῷ ἀνδρὶ a)ndri\ Xyl., a)delfw=| LM Xyl. αὐτῆς Λουκίῳ Φιλίππῳ, αὐξηθεὶς δὲ συνδιέτριβε τῷ
Καίσαρι· ἄπαις τε γὰρ ἐκεῖνος ὢν καὶ μεγάλας ἐπʼ αὐτῷ ἐλπίδας ἔχων ἠγάπα τε καὶ περιεῖπεν αὐτόν, ὡς καὶ τοῦ ὀνόματος καὶ τῆς ἐξουσίας τῆς τε μοναρχίας διάδοχον καταλείψων, ἄλλως τε καὶ ὅτι ἡ Ἀττία δεινῶς ἰσχυρίζετο ἐκ τοῦ Ἀπόλλωνος αὐτὸν κεκυηκέναι, ὅτι καταδαρθοῦσά ποτε ἐν ναῷ αὐτοῦ δράκοντί τινι μίγνυσθαι ἐνόμισε καὶ διὰ
τοῦτο τῷ ἱκνουμένῳ χρόνῳ ἔτεκε. πρίν τε ἢ ἐς τὸ φῶς ἐξιέναι, ἔδοξεν ὄναρ τὰ σπλάγχνα ἑαυτῆς ἐς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεκτείνεσθαι· καὶ τῇ αὐτῇ νυκτὶ καὶ ὁ Ὀκτάουιος ἐκ τοῦ αἰδοίου αὐτῆς τὸν ἥλιον ἀνατέλλειν ἐνόμισεν. ἄρτι τε ὁ παῖς ἐγεγέννητο, καὶ Νιγίδιος Φίγουλος *fi/goulos R. Steph., fi/boulos LM Xiph. Zon. βουλευτὴς παραχρῆμα αὐτῷ τὴν
αὐταρχίαν ἐμαντεύσατο· ἄριστα γὰρ τῶν tw=n Xiph., om. LM. καθʼ ἑαυτὸν τήν τε τοῦ πόλου διακόσμησιν καὶ τὰς τῶν ἀστέρων διαφοράς, ὅσα τε καθʼ ἑαυτοὺς γιγνόμενοι καὶ ὅσα συμμιγνύντες ἀλλήλοις ἔν τε ταῖς ὁμιλίαις καὶ ἐν ταῖς διαστάσεσιν ἀποτελοῦσι, διέγνω, καὶ κατὰ τοῦτο καὶ αἰτίαν ὥς τινας ἀπορρήτους
διατριβὰς ποιούμενος ἔσχεν. οὗτος οὖν τότε τὸν Ὀκτάουιον βραδύτερον ἐς τὸ συνέδριον διὰ τὸν τοῦ παιδὸς τόκον (ἔτυχε γὰρ βουλὴ οὖσἀ ἀπαντήσαντα ἀνήρετο διὰ τί ἐβράδυνε, καὶ μαθὼν τὴν αἰτίαν ἀνεβόησεν ὅτι “δεσπότην ἡμῖν ἐγέννησας,” καὶ αὐτὸν ἐκταραχθέντα ἐπὶ τούτῳ καὶ διαφθεῖραι τὸ παιδίον ἐθελήσαντα ἐπέσχεν, εἰπὼν ὅτι ἀδύνατόν ἐστι τοιοῦτό τι αὐτὸ παθεῖν. τότε
μὲν δὴ ταῦτʼ ἐλέχθη, τρεφομένου δὲ ἐν ἀγρῷ αὐτοῦ ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον ἐμετεωρίσθη καὶ μετὰ τοῦτο καταπτόμενος ἀπέδωκεν αὐτόν. παιδίσκου τε αὐτοῦ ὄντος καὶ
τὴν διατριβὴν ἐν τῇ Ῥώμῃ ποιουμένου, ἔδοξέ ποτε ὁ Κικέρων ὄναρ ἁλύσεσί τε αὐτὸν χρυσαῖς ἐς τὸ Καπιτώλιον ἐκ τοῦ οὐρανοῦ καθιμῆσθαι καὶ μάστιγα ma/stiga Xiph., ma/stigas LM. παρὰ τοῦ Διὸς εἰληφέναι· καὶ οὐ γὰρ ἠπίστατο ὅστις ἦν, περιέτυχέ τε αὐτῷ τῆς ὑστεραίας ἐν αὐτῷ τῷ Καπιτωλίῳ, καὶ γνωρίσας αὐτὸν
διηγήσατο τοῖς παροῦσι τὴν ὄψιν. ὅ τε Κάτουλος οὐδʼ αὐτός πω pw Pflugk, pou LM Xiph. ἑορακὼς τὸν Ὀκτάουιον, ἐνόμισε τοὺς παῖδας ἐν τοῖς ὕπνοις τοὺς εὐγενεῖς πάντας ἐν τῷ Καπιτωλίῳ πρόσοδον πρὸς τὸν Δία πεποιῆσθαι, καὶ ἐν αὐτῇ τὸν θεὸν εἰκόνα τινὰ τῆς
Ῥώμης ἐς τὸν ἐκείνου κόλπον ἐμβεβληκέναι· ἐκπλαγεὶς δὲ ἐπὶ τούτῳ ἀνῆλθεν ἐς τὸ Καπιτώλιον προσευξόμενος τῷ θεῷ, καὶ ἐκεῖ τὸν Ὀκτάουιον εὑρὼν ἄλλως ἀναβεβηκότα τό τε εἶδος αὐτοῦ πρὸς τὸ ἐνύπνιον προσήρμοσε καὶ τὴν ἀλήθειαν τῆς
ὄψεως ἐβεβαιώσατο. μειρακιωθέντος δὲ μετὰ τοῦτο αὐτοῦ καὶ ἐς τοὺς ἐφήβους ἐσιόντος, τήν τε ἐσθῆτα τὴν ἀνδρικὴν ἐνδύντος, ὁ χιτὼν περιερράγη τε ἑκατέρωθεν ἀπὸ τῶν ἐπωμίδων καὶ μέχρι τῶν ποδῶν κατερρύη. τοῦτο αὐτὸ μὲν καθʼ ἑαυτὸ οὐχ ὅπως τέκμαρσίν τινα ὡς καὶ ἀγαθόν
τι προσημαῖνον proshmai=non Reim., proshmai/noi LM. ἔφερεν, ἀλλὰ καὶ ἠνίασε τοὺς παρόντας, ὅτι ἐν τῇ πρώτῃ τοῦ ἀνδρικοῦ χιτῶνος ἐνδύσει συνεβεβήκει· ἐπελθὸν δὲ τῷ Ὀκταουίῳ εἰπεῖν ei)pei=n Xiph., ei)=pen LM. ὅτι “τὸ ἀξίωμα τὸ βουλευτικὸν πᾶν ὑπὸ τοὺς πόδας μου σχήσω,” ἔκβασιν πρὸς τὸ λεχθὲν
ἔλαβεν. ἐξ οὖν τούτων ὁ Καῖσαρ μεγάλα ἐπʼ αὐτῷ ἐπελπίσας ἔς τε τοὺς εὐπατρίδας αὐτὸν ἐσήγαγε καὶ ἐπὶ τὴν ἀρχὴν ἤσκει, καὶ πάνθʼ ὅσα προσήκει τῷ μέλλοντι καλῶς καὶ κατʼ ἀξίαν τηλικοῦτο κράτος διοικήσειν ὑπάρχειν ἀκριβῶς
ἐξεπαίδευσε· λόγοις τε γὰρ ῥητορικοῖς, οὐχ ὅτι τῇ τῶν Λατίνων ἀλλὰ καὶ τῇδε τῇ γλώσσῃ, ἠσκεῖτο, καὶ ἐν ταῖς στρατείαις ἐρρωμένως ἐξεπονεῖτο, τά τε πολιτικὰ καὶ τὰ ἀρχικὰ ἰσχυρῶς ἐδιδάσκετο.
οὗτος οὖν ὁ Ὀκτάουιος ἔτυχε μὲν τότε, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν τῇ Ἀπολλωνίᾳ τῇ th=| Rk., e)/ti LM Xiph. πρὸς τῷ Ἰονίῳ ὢν κόλπῳ ἐπὶ παιδείᾳ (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐπὶ τοὺς Πάρθους ἐκεῖσε προεπέπεμπτο proepe/pempto Bk., prosepe/pempto LM.ʼ,ʼ πυθόμενος δὲ τὸ συμβεβηκὸς ἤλγησε μὲν ὥσπερ εἰκὸς ἦν, οὐ μέντοι καὶ νεωτερίσαι τι εὐθὺς ἐτόλμησεν· οὔτε γὰρ ὅτι υἱὸς οὔθʼ ὅτι κληρονόμος κατελέλειπτο ἠκηκόει h)khko/ei pw Bk., h)khko/ei Rk., h)khko/hto LM. πω, καὶ προσέτι καὶ ὁ δῆμος ὁμονοῶν ἐπὶ τῷ
γεγονότι ἠγγέλλετο τὴν πρώτην. περαιωθεὶς δὲ ἐς τὸ Βρεντέσιον, καὶ τάς τε διαθήκας ἅμα καὶ τὴν γνώμην τοῦ δήμου τὴν δευτέραν μαθών, οὐκέτʼ ἀναβολὰς ἐποιήσατο, καὶ μάλισθʼ ὅτι καὶ χρήματα πολλὰ καὶ στρατιώτας συχνοὺς συμπροπεμφθέντας εἶχεν, ἀλλὰ τό τε ὄνομα τοῦ Καίσαρος παραχρῆμα ἀνέλαβε καὶ τοῦ κλήρου
αὐτὸν διεδέξατο, τῶν τε πραγμάτων εἴχετο. καὶ τότε μὲν προπετῶς τέ τισι τοῦτο καὶ τολμηρῶς πεποιηκέναι ἔδοξεν, ὕστερον δὲ ἔκ τε τῆς εὐτυχίας καὶ ἐξ ὧν ἐπικατώρθωσε καὶ ἀνδρείας ὄνομα
προσεκτήσατο. πολλὰ γὰρ ἤδη τινὲς οὐκ ὀρθῶς ἐπιχειρήσαντες δόξαν, ὅτι ἐπιτυχεῖς αὐτῶν ἐγένοντο, εὐβουλίας ἔσχον· καὶ ἕτεροι ἄριστά τινα προελόμενοι μωρίαν, ὅτι μὴ κατέτυχον αὐτῶν,
ὦφλον. w)=flon Xyl., wfeilon LM. καὶ ἐκεῖνος σφαλερῶς μὲν καὶ ἐπικινδύνως ἐποίησεν ὅτι τήν τε ἡλικίαν τὴν ἄρτι ἐκ παίδων ἄγων (ὀκτωκαιδεκέτης γὰρ ἦνʼ καὶ τὴν διαδοχὴν καὶ τοῦ κλήρου καὶ τοῦ γένους καὶ ἐπίφθονον καὶ ἐπαίτιον ὁρῶν οὖσαν, ἔπειτʼ ἐπὶ τοιαῦτα ὥρμησεν ἐφʼ οἷς ὅ τε Καῖσαρ ἐπεφόνευτο καὶ τιμωρία οὐδεμία αὐτοῦ ἐγίγνετο, καὶ οὔτε τοὺς σφαγέας οὔτε τὸν Λέπιδον τόν τε Ἀντώνιον
ἔδεισεν· οὐ μέντοι καὶ κακῶς βεβουλεῦσθαι ἔδοξεν, ὅτι καὶ κατώρθωσε. τὸ μέντοι δαιμόνιον πᾶσαν οὐχ ἀσαφῶς τὴν αὐτόθεν μέλλουσάν σφισι ταραχὴν ἔσεσθαι προεσήμηνεν· ἐς γὰρ τὴν Ῥώμην ἐσιόντος αὐτοῦ ἶρις πάντα τὸν ἥλιον πολλὴ καὶ ποικίλη περιέσχεν.
οὕτως ὁ πρότερον μὲν o( pro/teron me\n Bk., me\n o( pro/teron LM Xiph. Ὀκτάουιος, τότε δὲ ἤδη Καῖσαρ, μετὰ δὲ τοῦτο Αὔγουστος ἐπικληθεὶς ἥψατο τῶν πραγμάτων, καὶ αὐτὰ καὶ κατέπραξε καὶ κατειργάσατο παντὸς μὲν ἀνδρὸς νεανικώτερον, παντὸς δὲ πρεσβύτου presbu/tou Bk., presbute/rou LM, ge/rontos Xiph. φρονιμώτερον.
πρῶτον μὲν γάρ, ὡς καὶ ἐπὶ μόνῃ τῇ τοῦ κλήρου διαδοχῇ, καὶ ἰδιωτικῶς καὶ μετʼ ὀλίγων, ἄνευ ὄγκου τινός, ἐς τὴν πόλιν ἐσῆλθεν· ἔπειτʼ οὔτʼ ou)/t' Bk., ou)d' LM. ἠπείλει οὐδενὶ οὐδέν, οὔτε ἐνεδείκνυτο ὅτι ἄχθοιτό τε τοῖς γεγονόσιν καὶ τιμωρίαν αὐτῶν ποιήσοιτο.
τόν τε Ἀντώνιον οὐχ ὅσον οὐκ ἀπῄτει τι τῶν χρημάτων ὧν προηρπάκει, ἀλλὰ καὶ ἐθεράπευε, καίτοι καὶ προπηλακιζόμενος ὑπʼ αὐτοῦ καὶ ἀδικούμενος· τά τε γὰρ ἄλλα ἐκεῖνος καὶ λόγῳ καὶ ἔργῳ αὐτὸν ἐκάκου, καὶ τὸν νόμον τὸν φρατριατικὸν fratriatiko\n R. Steph., fratriko\n LM. ἐσφερόμενον, καθʼ ὃν τὴν ἐσποίησιν αὐτοῦ τὴν ἐς τὰ τοῦ Καίσαρος γενέσθαι
ἔδει, αὐτὸς μὲν ἐσπούδαζε δῆθεν ἐσενεγκεῖν, διὰ δὲ δημάρχων τινῶν ἀνεβάλλετο, ὅπως, ὡς μηδέπω παῖς αὐτοῦ ἐκ τῶν νόμων ὤν, μήτε τι τῆς οὐσίας πολυπραγμονοίη καὶ πρὸς τὰ ἄλλα ἀσθενέστερος
εἴη. ἐπʼ οὖν τούτοις ὁ Καῖσαρ ἤσχαλλε μέν, οὐ μέντοι καὶ ἀσφαλῶς παρρησιάσασθαί τι δυνάμενος ἠνείχετο, μέχρις οὗ τὸ πλῆθος, ὑφʼ οὗ τὸν πατέρα αὐξηθέντα ἠπίστατο, προσεποιήσατο.
ὀργήν τε γὰρ αὐτοὺς ἐπὶ τῷ ἐκείνου θανάτῳ ἔχοντας εἰδώς, καὶ ἑαυτὸν ὡς καὶ παῖδα αὐτοῦ σπουδάσειν ἐλπίσας, τόν τε Ἀντώνιον διά τε τὴν ἱππαρχίαν καὶ διὰ τὴν τῶν σφαγέων οὐ τιμωρίαν μισοῦντας αἰσθόμενος, ἐπεχείρησε μὲν δημαρχῆσαι πρός τε τὴν τῆς δημαγωγίας ἀφορμὴν καὶ πρὸς τὴν ὑποδοχὴν
τῆς ἐξ αὐτῆς δυναστείας, καὶ διὰ τοῦτο τῆς τοῦ Κίννου χώρας κενῆς οὔσης ἀντεποιήσατο, κωλυθεὶς δὲ ὑπὸ τῶν περὶ τὸν Ἀντώνιον οὐχ ἡσύχασεν, ἀλλὰ Τιβέριον Καννούτιον δημαρχοῦντα ἀναπείσας ἔς τε τὸν ὅμιλον ὑπʼ αὐτοῦ ἐσήχθη, πρόφασιν τὴν δωρεὰν τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ Καίσαρος ποιησάμενος, καὶ δημηγορήσας ὅσα ἥρμοττε, ταύτην τε εὐθὺς ἐκτίσειν σφίσιν ὑπέσχετο καὶ ἄλλα αὐτοὺς au)tou\s Rk., au)tou= LM. πολλὰ
προσεπήλπισε. καὶ μετὰ τοῦτο τὴν πανήγυριν τὴν ἐπὶ τῇ τοῦ Ἀφροδισίου ἐκποιήσει καταδειχθεῖσαν, ἣν ὑποδεξάμενοί τινες ζῶντος ἔτι τοῦ Καίσαρος ἐπιτελέσειν ἐν ὀλιγωρίᾳ, ὥσπερ που καὶ τὴν τῶν Παριλίων parili/wn M, parali/wn L. ἱπποδρομίαν, ἐποιοῦντο, αὐτὸς ἐπὶ τῇ τοῦ πλήθους θεραπείᾳ, ὡς καὶ προσήκουσαν διὰ τὸ γένος, τοῖς οἰκείοις τέλεσι
διέθηκε. καὶ τότε μὲν οὔτε τὸν δίφρον τὸν τοῦ Καίσαρος τὸν ἐπίχρυσον οὔτε τὸν στέφανον τὸν διάλιθον ἐς τὸ θέατρον ἐσήγαγεν ὥσπερ ἐψήφιστο,
φοβηθεὶς τὸν Ἀντώνιον· ἐπεὶ μέντοι ἄστρον τι παρὰ πάσας τὰς ἡμέρας ἐκείνας ἐκ τῆς ἄρκτου πρὸς ἑσπέραν ἐξεφάνη, καὶ αὐτὸ κομήτην τέ τινων καλούντων καὶ προσημαίνειν οἷά που εἴωθε λεγόντων οἱ πολλοὶ τοῦτο μὲν οὐκ ἐπίστευον, τῷ δὲ δὴ Καίσαρι αὐτὸ ὡς καὶ ἀπηθανατισμένῳ καὶ ἐς τὸν τῶν ἄστρων ἀριθμὸν ἐγκατειλεγμένῳ ἀνετίθεσαν, θαρσήσας χαλκοῦν αὐτὸν ἐς τὸ Ἀφροδίσιον, ἀστέρα ὑπὲρ
τῆς κεφαλῆς ἔχοντα, ἔστησεν. ἐπειδή τε οὐδὲ ou)de\ Rk., ou)/te LM. τοῦτό τις φόβῳ τοῦ ὁμίλου ἐκώλυσεν, οὕτω δὴ καὶ ἄλλα τινὰ τῶν ἐς τὴν τοῦ Καίσαρος τιμὴν προδεδογμένων ἐγένετο· τόν τε γὰρ μῆνα τὸν Ἰούλιον ὁμοίως ἐκάλεσαν, καὶ ἱερομηνίαις τισὶν ἐπινικίοις ἰδίαν ἡμέραν ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐβουθύτησαν. καὶ διὰ ταῦτα καὶ οἱ στρατιῶται ἑτοίμως, ἄλλως τε καὶ χρήμασι θεραπευθέντων τινῶν, συνίσταντο πρὸς τὸν Καίσαρα.
θροῦς τε οὖν ἐγίγνετο, καὶ ἐδόκει τι νέον ἔσεσθαι, καὶ μάλιστα ὅτι ὁ Ἀντώνιος αὐτὸν ἐν τῷ δικαστηρίῳ ἀπὸ μετεώρου καὶ ἀπὸ περιόπτου τινός, καθάπερ ἐπὶ τοῦ πατρὸς εἰώθει ποιεῖν, ἐντυχεῖν τι ἐθελήσαντα οὐ προσεδέξατο, ἀλλὰ καὶ κατέσπασε καὶ ἐξήλασε διὰ τῶν ῥαβδούχων.
δεινῶς γὰρ δὴ πάντες ἠγανάκτησαν, καὶ οὐχ ἥκιστα ὅτι ὁ Καῖσαρ οὐδὲ ἐς τὴν ἀγορὰν ἔτι, πρός τε τὸ ἐκείνου ἐπίφθονον καὶ πρὸς τὸ τοῦ πλήθους ἐπαγωγόν, ἐφοίτησε. φοβηθεὶς οὖν ὁ Ἀντώνιος διελέξατό ποτε τοῖς παροῦσιν ὅτι οὔτε τινὰ ὀργὴν τῷ Καίσαρι ἔχοι, ἀλλὰ καὶ εὔνοιαν αὐτῷ ὀφείλοι, καὶ ὅτι ἕτοιμος εἴη πᾶσαν τὴν ὑποψίαν ἀπολύσασθαι.
ἀγγελθέντων δὲ τούτων ἐκείνῳ συνῆλθον μὲν ἐς λόγους, καὶ κατηλλάχθαι τισὶν ἔδοξαν (τάς τε γὰρ γνώμας σφῶν ἀκριβῶς εἰδότες, καὶ ἐξελέγξαι τότε αὐτὰς ἄκαιρον εἶναι νομίσαντες, ἀνθυπεῖξάν τινα ἀλλήλοις a)llh/lois Reim., a)llh/lous LM. συμβιβαζόμενοἰ, καὶ ἡμέρας μέν τινας ἡσύχασαν, ἔπειτα δὲ ἀνθυποπτεύσαντες ἀλλήλους, εἴτʼ ἐξ ἀληθοῦς ἐπιβουλῆς εἴτε καὶ ἐκ ψευδοῦς διαβολῆς, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι, διηνέχθησαν αὖθις.
ὅταν γάρ τινες ἐκ μεγάλης ἔχθρας συνενεχθῶσι, πολλὰ μὲν μηδὲν δεινὸν ἔχοντα πολλὰ δὲ καὶ ἐκ συντυχίας συμβαίνοντα sumbai/nonta Bk., lamba/nontes LM. ὑποτοποῦσι· πᾶν γὰρ ἑνὶ λόγῳ ὡς καὶ ἐξεπίτηδες καὶ ἐπὶ κακῷ τινι γιγνόμενον πρὸς τὸ προϋπάρξαν ἔχθος λαμβάνουσι. καὶ αὐτοῖς ἐν τούτῳ καὶ οἱ διὰ μέσου ὄντες συνεπιτίθενται· διαγγέλλοντες γάρ τινα προσποιήσει εὐνοίας ἐπιπαροξύνουσιν αὐτούς.
πλεῖστόν τε γάρ ἐστι τὸ βουλόμενον πάντας τούς τι δυναμένους ἀλλήλοις διαφέρεσθαι, καὶ διὰ τοῦτʼ ἐπιχαῖρόν τε dia\ tou=t' e)pixai=ro/n te Bk., dia\ tou\s e)pixai/rontas LM. ἐπὶ τῇ ἔχθρᾳ αὐτῶν καὶ συνεπιβουλεῦόν σφισι· καὶ ῥᾷστον ἀπατηθῆναι λόγοις ἐπιτετηδευμένοις ἐκ φιλίας ἀνυπόπτου τὸ προδιαβεβλημένον. ἐκ μὲν οὖν τούτου καὶ ἐκεῖνοι, οὐδὲ ἐν τῷ πρὶν πιστεύοντες ἀλλήλοις, ἐπὶ πλέον ἠλλοτριώθησαν.
ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησε δελεάσαι τὸ πλῆθος, εἴ πως ἐκείνου τε αὐτοὺς ἀποσπάσειε καὶ ἑαυτῷ προσποιήσειε, καὶ χώραν ἄλλην τε πολλὴν καὶ τὴν ἐν τοῖς ἕλεσι τοῖς Πομπτίνοις, ὡς κεχωσμένοις ἤδη καὶ kai\ Reim., kai/ te (tei M) LM. γεωργεῖσθαι δυναμένοις, κληρουχηθῆναι διὰ Λουκίου Ἀντωνίου ἀδελφοῦ δημαρχοῦντος ἐσηγήσατο.
τρεῖς γὰρ οἱ ἀδελφοὶ οἱ Ἀντώνιοι οὗτοι ὄντες ἀρχὰς ἅμα πάντες ἔσχον, ὁ μὲν Μᾶρκος ὑπατεύων, ὁ δὲ Λούκιος δημαρχῶν, ὁ δὲ Γάϊος στρατηγῶν· ὅθεν οὐχ ἥκιστα ἠδυνήθησαν τοὺς μὲν τότε τῶν συμμάχων καὶ τῶν ὑπηκόων ἄρχοντας, πλὴν τῶν σφαγέων τῶν πλειόνων, ἄλλων τέ τινων οὓς πιστούς σφισιν ἐνόμιζον εἶναι, παῦσαι,
ἑτέρους δὲ ἀντʼ αὐτῶν ἀνθελέσθαι, καί τισιν ἐπὶ μακρότερον, παρὰ τὰ νενομοθετημένα πρὸς pro\s Bs., para\ LM. τοῦ Καίσαρος, ἄρχειν ἐπιτρέψαι, καὶ τὴν μὲν Μακεδονίαν τὴν τῷ Μάρκῳ ἐκ τοῦ κλήρου δεδομένην ὁ ἀδελφὸς αὐτοῦ Γάϊος σφετερίσασθαι, τὴν δὲ Γαλατίαν τὴν ἐντὸς τῶν Ἄλπεων, ᾗ ὁ Βροῦτος ὁ Δέκιμος προσετέτακτο, αὐτὸς ἐκεῖνος μετὰ τῶν στρατευμάτων τῶν tw=n supplied by Rk. ἐς τὴν Ἀπολλωνίαν προπεμφθέντων, ὡς καὶ ἰσχυροτάτην καὶ τοῖς στρατιώταις καὶ τοῖς χρήμασιν οὖσαν, ἀντιλαβεῖν.
ταῦτά τε οὖν ἐψηφίσθη, καὶ τῷ Πομπηίῳ τῷ Σέξτῳ δύναμιν ἤδη πολλὴν ἔχοντι ἥ τε ἄδεια, καίτοι ὑπὸ τοῦ Καίσαρος ὥσπερ καὶ τοῖς ἄλλοις δοθεῖσα, ἐβεβαιώθη, καὶ τὰ χρήματα, ὅσα ἔν τε ἀργυρίῳ καὶ ἐν χρυσίῳ τὸ δημόσιον ἐκ τῆς πατρῴας αὐτοῦ οὐσίας εἰλήφει, ἀποδοθῆναι ἐγνώσθη· τῶν γὰρ χωρίων αὐτῆς au)th=s R. Steph., au)toi=s LM, au)tou= Xiph. τὰ πλείω Ἀντώνιος ἔχων οὐδεμίαν ἀπόδοσιν ἐποιήσατο.