Book 43
44.6
ταῦτά τε οὖν τότε τῷ Καίσαρι, καὶ οἰκίαν ὥστε ἐν τῷ δημοσίῳ οἰκεῖν, ἱερομηνίαν τε ἐξαίρετον ὁσάκις ἂν νίκη τέ τις συμβῇ καὶ θυσίαι ἐπʼ αὐτῇ γίγνωνται, κἂν μήτε συστρατεύσηται μήθʼ ὅλως ἐπικοινωνήσῃ ka)\n mh/te sustrateu/shtai mh/q' o(/lws e)pikoinwnh/sh| Naber, kai\ mh/te sustrateu/shi tis mh/q' o(/lws e)pikoinwnh=sai L. τῶν καταπραχθέντων,
45.1
ἔδοσαν. οὐ μὴν ἀλλʼ ἐκεῖνα μὲν εἰ καὶ ὑπέρογκα ἔξω τε τοῦ καθεστηκότος τισὶν tisi\n Naber, sfi/sin L. ἐδόκει εἶναι, οὔτι γε καὶ ἀδημοκράτητα ἦν· ἕτερα δὲ δὴ τοιάδε ἐψηφίσαντο διʼ ὧν καὶ μόναρχον αὐτὸν ἄντικρυς ἀπέδειξαν. τάς τε γὰρ ἀρχὰς αὐτῷ καὶ τὰς τοῦ πλήθους ἀνέθεσαν, καὶ ὕπατον αὐτὸν ἐπὶ δέκα ἔτη, ὥστε καὶ δικτάτορα πρότερον, προεχειρίσαντο·
45.2
στρατιώτας τε μόνον ἔχειν καὶ τὰ δημόσια χρήματα μόνον διοικεῖν ἐκέλευσαν, ὥστε μηδενὶ ἄλλῳ μηδετέρῳ αὐτῶν, ὅτῳ μὴ mh\ Bk., mhde\ L. ἐκεῖνος ἐπιτρέψειεν, ἐξεῖναι χρῆσθαι. καὶ τότε μὲν ἀνδριάντα αὐτοῦ ἐλεφάντινον, ὕστερον δὲ καὶ ἅρμα ὅλον ἐν ταῖς ἱπποδρομίαις μετὰ τῶν θείων
45.3
ἀγαλμάτων πέμπεσθαι ἔγνωσαν. ἄλλην τέ τινα εἰκόνα ἐς τὸν τοῦ Κυρίνου *kuri/nou R. Steph., kuiri/nou L. ναὸν Θεῷ ἀνικήτῳ ἐπιγράψαντες, καὶ ἄλλην ἐς τὸ Καπιτώλιον παρὰ τοὺς βασιλεύσαντάς ποτε ἐν τῇ Ῥώμῃ