Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

43.2 τῇ τε γὰρ ἐσθῆτι χαυνοτέρᾳ ἐν πᾶσιν ἐνηβρύνετο, καὶ τῇ ὑποδέσει καὶ μετὰ ταῦτα ἐνίοτε καὶ ὑψηλῇ καὶ ἐρυθροχρόῳ κατὰ τοὺς βασιλέας τοὺς ἐν τῇ Ἄλβῃ ποτὲ γενομένους, ὡς καὶ προσήκων
43.3 σφίσι διὰ τὸν Ἴουλον, *)/ioulon Xyl., i)ou/lion L. ἐχρῆτο. τό τε ὅλον τῇ τε Ἀφροδίτῃ πᾶς ἀνέκειτο, a)ne/keito Xyl., a)nekinei=to L. καὶ πείθειν πάντας ἤθελεν pa/ntas h)/qelen R. Steph., pa/ntes h)/qelon L. ὅτι καὶ ἄνθος τι ὥρας ἀπʼ αὐτῆς ἔχοι· καὶ διὰ τοῦτο καὶ γλύμμα αὐτῆς ἔνοπλον ἐφόρει, καὶ σύνθημα αὐτὴν ἐν τοῖς πλείστοις καὶ μεγίστοις
43.4 κινδύνοις ἐποιεῖτο. τὸ δʼ οὖν χαῦνον τοῦ ζώματος zw/matos Xyl., sw/matos L Xiph. αὐτοῦ ὁ μὲν Σύλλας ὑπετόπησεν, ὥστε καὶ ἀποκτεῖναι αὐτὸν ἐθελῆσαι, τοῖς τε ἐξαιτησαμένοις εἰπεῖν ei)pei=n Xiph., ei)=pen L. ὅτι “ἐγὼ μὲν χαριοῦμαι τοῦτον ὑμῖν, ὑμεῖς μέντοι καὶ πάνυ τοῦτον τὸν κακῶς ζωννύμενον φυλάττεσθε·” ὁ δὲ δὴ Κικέρων οὐ συνενοησεν,
43.5 ἀλλὰ καὶ σφαλεὶς ἔφη ὅτι “οὐκ ἄν ποτε προσεδόκησα τὸν κακῶς οὕτω ζωννύμενον Πομπηίου κρατήσειν.” Τοῦτο μὲν οὖν ἐν ἐκβολῇ τοῦ λόγου, ὥστε μηδένα μηδὲν τῶν περὶ τοῦ Καίσαρος λεγομένων
44.1 ἀγνοῆσαι, ἔγραψα· e)/graya Rk., die/graya L. ἐπὶ δὲ δὴ τῇ νίκῃ ἐκεῖνά τε ὅσα εἶπον ἡ γερουσία ἔγνω, καὶ προσέτι αὐτόν τε Ἐλευθερωτὴν καὶ ἐκάλουν καὶ ἐς τὰ γραμματεῖα ἀνέγραφον, καὶ νεὼν Ἐλευθερίας δημοσίᾳ ἐψηφίσαντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme