Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

 
τεσσαράκοντα ἐμαχέσαντο. καὶ τέλος ναυμαχίαν οὐκ ἐν τῇ θαλάσσῃ οὐδὲ ἐν λίμνῃ τινὶ ἀλλʼ ἐν τῇ ἠπείρῳ ἐποίησε· χωρίον γάρ τι ἐν τῷ Ἀρείῳ πεδίῳ κοιλάνας koila/nas Xiph., koilh/nas L. ὕδωρ τε ἐς αὐτὸ ἐσῆκε καὶ ναῦς ἐσήγαγεν. ἐμάχοντο δὲ ἐν πᾶσι τοῖς ἀγῶσιν οἵ τε αἰχμάλωτοι καὶ οἱ θάνατον ὠφληκότες·
 
καί τινες καὶ τῶν ἱππέων, οὐχ ὅτι τῶν ἄλλων ἀλλὰ καὶ ἐστρατηγηκότος τινὸς ἀνδρὸς υἱός, ἐμονομάχησαν. καὶ βουλευτὴς δέ τις Φόλουιος Σεπῖνος Both names are probably corrupt ; Dio regularly has *fou/louios for Fulvius. ἠθέλησε μὲν ὁπλομαχῆσαι, ἐκωλύθη δέ· ἐκεῖνο μὲν γὰρ ἀπηύξατο ὁ Καῖσαρ μήποτε συμβῆναι, τοὺς δʼ ἱππέας περιεῖδε μαχομένους.
 
τήν τε ἱππασίαν τὴν Τροίαν καλουμένην οἱ παῖδες οἱ εὐπατρίδαι κατὰ τὸ ἀρχαῖον ἐποιήσαντο· καὶ ἐφʼ ἐφʼ ἁρμάτων οἱ νεανίσκοι οἱ ὁμότιμοι αὐτοῖς ἡμιλλήσαντο.
 
ἔσχε μὲν οὖν καὶ ἐπὶ τῷ πλήθει τῶν φονευομένων αἰτίαν, ὅτι μήτʼ αὐτὸς διακορὴς σφαγῶν sfagw=n Oddey, sfw=n L. ἐγεγόνει καὶ τῷ δήμῳ τὰς τῶν οἰκείων κακῶν εἰκόνας ἐπεδείκνυε, πολὺ δὲ δὴ μείζω ὅτι ἀμύθητα χρήματα ἐς πάντα ἐκεῖνα ἀνάλωσεν, ὡς καὶ καθʼ ἑκάτερον ἐπιβοᾶσθαι, e)piboa=sqai Xiph., e)pekboa=sqai L. καὶ ὅτι ἀδίκως αὐτῶν τὰ πλείω συνελέξατο, καὶ ὅτι ἐς τὰ τοιαῦτα αὐτοῖς
 
κατεχρήσατο. ἓν γάρ τι τῆς πολυτελείας τῆς τότε γενομένης ἐχόμενον εἰπὼν καὶ τἆλλα διʼ αὐτοῦ πάντα σημανῶ. ἵνα γὰρ μηδένα τῶν θεωμένων ὁ ἥλιος λυπήσῃ, παραπετάσματα ὑπὲρ αὐτῶν σηρικά, ὥς γέ τινές φασιν, ὑπερεπέτασεν. τοῦτο δὲ τὸ ὕφασμα χλιδῆς βαρβάρου ἔργον ἐστί, καὶ παρʼ ἐκείνων καὶ πρὸς ἡμᾶς ἐς τρυφὴν τῶν
 
πάνυ γυναικῶν περιττὴν ἐσπεφοίτηκεν. ἐπʼ οὖν τούτοις οἱ μὲν ἄλλοι καὶ ἀνάγκῃ τὴν ἡσυχίαν ἦγον, οἱ δὲ δὴ στρατιῶται ἐθορύβησαν, οὐχ ὅτι ἔμελέ σφισι τῶν εἰκῇ δαπανωμένων, ἀλλʼ ὅτι οὐ καὶ αὐτοὶ καὶ τὰ ἐκείνων ἔλαβον. καὶ οὐ πρότερόν γε ἐπαύσαντο ταραττόμενοι πρὶν τὸν Καίσαρα ἄφνω τε αὐτοῖς ἐπελθεῖν καὶ κρατήσαντά τινα
 
αὐτοχειρίᾳ πρὸς τιμωρίαν παραδοῦναι. οὗτος μὲν οὖν διὰ ταῦτα ἐδικαιώθη, ἄλλοι δὲ δύο ἄνδρες ἐν τρόπῳ τινὶ ἱερουργίας ἐσφάγησαν. καὶ τὸ μὲν αἴτιον οὐκ ἔχω εἰπεῖν (οὔτε γὰρ ἡ Σίβυλλα ἔχρησεν, οὔτʼ ἄλλο τι τοιοῦτο λόγιον ἐγένετὀ, ἐν δʼ οὖν τῷ Ἀρείῳ πεδίῳ πρός τε τῶν ποντιφίκων καὶ πρὸς τοῦ ἱερέως τοῦ Ἄρεως ἐτύθησαν, καὶ αἵ γε ai(/ ge v. Hers., ge ai( L. κεφαλαὶ αὐτῶν πρὸς τὸ βασίλειον ἀνετέθησαν.
 
ταῦτά τε ἅμα ἐπράττετο, καὶ ἐνομοθετεῖτο πολλά, ὧν ἐγὼ τὰ μὲν ἄλλα παραλείψω, τῶν δὲ δὴ λόγου μάλιστα ἀξίων μνησθήσομαι. τά τε γὰρ δικαστήρια τοῖς τε βουλευταῖς καὶ τοῖς ἱππεῦσι μόνοις ἐπέτρεψεν, ὅπως τὸ καθαρώτατον
 
ὅτι μάλιστα ἀεὶ δικάζοι· πρότερον γὰρ καὶ ἐκ τοῦ ὁμίλου τινὲς συνδιεγίγνωσκον αὐτοῖς· καὶ τὰ ἀναλώματα τῶν τι ἐχόντων ἐπὶ πλεῖστον ὑπʼ ἀσωτίας ἐξηγμένα οὐκ ἐν νόμῳ μόνον ἐμετρίασεν, ἀλλὰ καὶ τῷ ἔργῳ ἰσχυρῶς ἐν φυλακῇ ἐποιήσατο. ἐπειδή τε δεινὴ ὀλιγανθρωπία διὰ τὸ τῶν ἀπολωλότων πλῆθος, ὡς ἔκ τε τῶν ἀπογραφῶν (καὶ γὰρ ἐκείνας τά τε ἄλλα ὥσπερ τις τιμητὴς ἐποίησἐ καὶ ἐκ τῆς ὄψεως αὐτῆς ἠλέγχετο, ἦν, h)=n Xyl., h(\n L. πολυπαιδίας
 
ἆθλα ἐπέθηκεν. ὅτι τε αὐτὸς πολλοῖς τῶν Γαλατῶν ἐφεξῆς ἔτεσιν ἄρξας ἔς τε τὴν ἐπιθυμίαν ἀπʼ αὐτοῦ τῆς δυναστείας μᾶλλον προήχθη καὶ ἐς τὴν παρασκευὴν τῆς ἰσχύος ἐπηυξήθη, κατέκλεισε νόμῳ τοὺς μὲν ἐστρατηγηκότας ἐπʼ ἐνιαυτὸν τοὺς δὲ ὑπατευκότας ἐπὶ δύο ἔτη κατὰ τὸ ἑξῆς ἄρχειν, καὶ μηδενὶ τὸ παράπαν ἐπὶ πλεῖον ἡγεμονίαν τινὰ ἔχειν ἐξεῖναι.
 
ταῦτά τε ἐνομοθέτησε, καὶ τὰς ἡμέρας τῶν ἐτῶν οὐ πάντῃ ὁμολογούσας σφίσι (πρὸς γὰρ τὰς τῆς σελήνης περιόδους ἔτι e)/ti Xiph., e)/th L. καὶ τότε τοὺς μῆνας ἦγονʼ κατεστήσατο ἐς τὸν νῦν τρόπον, ἑπτὰ καὶ ἑξήκοντα ἡμέρας ἐμβαλών, ὅσαιπερ ἐς τὴν ἀπαρτιλογίαν
 
παρέφερον. ἤδη μὲν γάρ τινες καὶ πλείους ἔφασαν ἐμβληθῆναι, τὸ δʼ ἀληθὲς οὕτως ἔχει. τοῦτο δὲ ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ διατριβῆς ἔλαβε, πλὴν καθʼ ὅσον ἐκεῖνοι μὲν τριακονθημέρους τοὺς μῆνας λογίζονται, ἔπειτα ἐπὶ παντὶ τῷ ἔτει τὰς πέντε ἡμέρας ἐπάγουσιν, ὁ δὲ δὴ Καῖσαρ ἐς μῆνας ἑπτὰ e(pta\ Bk., te L. ταύτας τε καὶ τὰς ἑτέρας
 
δύο, ἃς ἑνὸς μηνὸς ἀφεῖλεν, ἐνήρμοσε. τὴν μέντοι μίαν τὴν ἐκ τῶν τεταρτημορίων συμπληρουμένην διὰ πέμπτων καὶ αὐτὸς ἐτῶν ἐσήγαγεν ὥστε μηδὲν ἔτι τὰς ὥρας αὐτῶν πλὴν ἐλαχίστου παραλλάττειν· ἐν γοῦν χιλίοις καὶ τετρακοσίοις καὶ ἑξήκοντα καὶ ἑνὶ e(ni\ R. Steph., e)n e(ni\ L. ἔτει μιᾶς ἄλλης ἡμέρας ἐμβολίμου δέονται.
 
καὶ ταῦτα μέντοι, τά τε ἄλλα ὅσα ὑπὲρ τοῦ κοινοῦ ἐβουλεύετο, οὔτʼ ἰδιογνωμονῶν i)diognwmonw=n Reim., i)diognwmw=n L. οὔτʼ ἰδιοβουλῶν ἔπραττεν, ἀλλὰ πάντα δὴ πάντως τοῖς πρώτοις τῆς βουλῆς, ἔστι δʼ ὅτε καὶ πάσῃ αὐτῇ, ἐπεκοίνου. e)pekoi/nou R. Steph., e)pekei/nou L. καὶ παρὰ τοῦτο οὐχ ἥκιστα, καίτοι τραχυτερόν τινα νομοθετήσας, ὅμως ἤρεσέ σφισι.
 
καὶ ἐπὶ μὲν τούτοις καὶ ἔπαινον ἐλάμβανεν, ὅτι δὲ δὴ τῶν φευγόντων ἐκ δικαστηρίου πολλοὺς διὰ δημάρχων δή τινων κατήγαγε, καὶ ὅτι τοῖς δεκασμοῦ dekasmou= Palm., dekasmoi=s L. ἐπʼ ἀρχῆς ἀποδείξει ἁλοῦσιν ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι ἐπέτρεψεν, ἔτι τε ἐς τὴν βουλὴν αὖθις οὐκ ἀξίους τινὰς αὐτῆς ἐγκατέλεξε,
 
πολλὰ καὶ παντοδαπὰ ἐθρυλεῖτο. πλείστην δʼ οὖν ὅμως αἰτίαν ἐπὶ τῷ τῆς Κλεοπάτρας ἔρωτι, οὐ τῷ ἐν τῇ Αἰγύπτῳ ἔτι (ἐκεῖνος γὰρ ἠκούετὀ ἀλλὰ τῷ ἐν αὐτῇ τῇ Ῥώμῃ, παρὰ πάντων ἔσχεν. ἦλθέ τε γὰρ ἐς τὸ ἄστυ μετὰ τοῦ ἀνδρός, καὶ ἐς αὐτοῦ τοῦ Καίσαρος ἐσῳκίσθη, ὥστε καὶ ἐκεῖνον e)kei=non cod. Peir., e)p' e)kei=non L. ἐπʼ ἀμφοτέροις σφίσι κακῶς ἀκοῦσαι. οὐ μὴν καὶ ἔμελέν οἱ οὐδέν, ἀλλὰ καὶ ἐς τοὺς φίλους σφᾶς τούς τε συμμάχους τοὺς τῶν Ῥωμαίων ἐσέγραψε.
 
κἀν τούτῳ ka)n tou/tw| Bk., ka)k tou/tou L. ἐμάνθανε μὲν πάντα καθʼ ἕκαστον ὧν ὁ Πομπήιος ἐν τῇ Ἰβηρίᾳ ἐποίει, οὐ ou) Bk., kai\ L. μέντοι καὶ δυσνίκητον dusni/khton Xyl., duski/nhton L. αὐτὸν εἶναι νομίζων πρότερον μὲν τὸ ναυτικὸν ἐκ τῆς Σαρδοῦς ἐπʼ αὐτὸν ἀπέστειλεν, ὕστερον δὲ καὶ τὰ στρατεύματα τὰ ta\ supplied by Rk. ἐκ καταλόγου ἔπεμψεν ὡς καὶ διʼ ἑτέρων διαπολεμήσων.
 
ἐπεὶ δὲ ᾔσθετο ἐκεῖνόν τε ἐπὶ μέγα προχωροῦντα καὶ τοὺς πεμφθέντας οὐχ ἱκανοὺς ἀντιπολεμεῖν αὐτῷ ὄντας, οὕτω δὴ καὶ αὐτὸς ἐξεστράτευσεν, τὴν πόλιν τῷ τε Λεπίδῳ καὶ πολιανόμοις poliano/mois R. Steph., paliano/mois L. τισὶν ὀκτώ, ὥς τισι δοκεῖ, ἢ h)\ Xyl., mh\ L. ἕξ, ὡς μᾶλλον πεπίστευται, ἐπιτρέψας.
 
ἐπειδὴ γὰρ ἐπί τε τοῦ Λογγίνου καὶ ἐπὶ τοῦ Μαρκέλλου τὰ στρατόπεδα τὰ ἐν τῇ Ἰβηρίᾳ ἐκινήθη καί τινες καὶ τῶν πόλεων ἐνεωτέρισαν, ἡμέρας μέν τινας τοῦ τε Λογγίνου ἀπαλλαγέντος καὶ τοῦ Τρεβωνίου τὴν διαδοχὴν αὐτοῦ λαβόντος,
 
ἡσύχασαν, ἔπειτα δέει τῆς ἐκ τοῦ Καίσαρος τιμωρίας ἐπρεσβεύσαντο κρύφα πρὸς τὸν Σκιπίωνα, μεταστῆναι βουλόμενοι· καὶ ὃς ἄλλους τέ σφισι καὶ τὸν Πομπήιον τὸν Γναῖον ἀπέστειλε. προσέχων δὲ ἐκεῖνος ταῖς Γυμνησίαις *gumnhsi/ais Reim., gumnasi/as L. νήσοις τὰς μὲν ἄλλας ἀμαχεί, τὴν δὲ Ἔβεσον σὺν πόνῳ παρεστήσατο, κἀνταῦθα νοσήσας μετὰ τῶν
 
στρατιωτῶν διέτριψε. χρονίζοντος οὖν αὐτοῦ, πυθόμενοι οἱ στρατιῶται οἱ ἐν τῇ Ἰβηρίᾳ τόν τε Σκιπίωνα ἀπολωλότα καὶ τὸν Δίδιον ἐπιπλέοντά σφισι, καὶ φοβηθέντες μὴ διαφθαρῶσι πρὶν τὸν Πομπήιον ἐλθεῖν, οὐκ ἔμειναν αὐτόν, ἀλλὰ Τίτον τε Κυΐντιον *kui+/ntion Reim., ku/inton L. Σκαπούλαν καὶ Κύϊντον Ἀπώνιον ἄνδρας ἱππέας προστησάμενοι τόν τε Τρεβώνιον ἐξέβαλον καὶ τὸ ἔθνος τὸ Βαιτικὸν πᾶν συναπέστησαν.
 
πραξάντων δὲ ταῦτα αὐτῶν Πομπήιος ῥαΐσας ἐς τὴν ἤπειρον τὴν κατʼ ἀντιπέρας διέπλευσε, καὶ ἄλλας μέν τινας πόλεις εὐθὺς ἑκουσίας προσεποιήσατο (ταῖς τε γὰρ ἐπιτάξεσι τῶν ἐφεστηκότων σφίσιν ἀχθόμενοι, καὶ ἐς ἐκεῖνον οὐκ ὀλίγα ἐκ τῆς τοῦ πατρὸς αὐτοῦ μνήμης ἐπελπίζοντες ἑτοίμως αὐτὸν ἐδέξαντὀ, Καρχηδόνα δὲ οὐκ
 
ἐθελήσασαν ὁμολογῆσαι ἐπολιόρκει. μαθόντες οὖν τοῦτο οἱ περὶ τὸν Σκαπούλαν *skapou/lan R. Steph., skipi/wna L. ἦλθόν τε ἐνταῦθα, καὶ στρατηγὸν αὐτοκράτορα αὐτὸν ἑλόμενοι προσεῖχόν τε αὐτῷ τὰ μάλιστα καὶ προεθυμοῦντο ἰσχυρότατα, τὰ κέρδη τὰ ἐκείνου ἴδια καὶ τὰς συμφορὰς οἰκείας ποιούμενοι, ὥστʼ ἀφʼ ἑκατέρου, τὰ μὲν ὅπως λάβωσι, τὰς ta\s Bk., ta\ L. δʼ ὅπως μὴ
 
πάθωσιν, ἐρρῶσθαι. καὶ γὰρ ὁ Πομπήιος, οἷα ἐν τοιαύταις ταραχαῖς taraxai=s Rk., a)rxai=s L. καὶ καταστάσεσι πάντες εἰώθασι ποιεῖν, καὶ μάλιστʼ ἐπειδή τινες τῶν Ἀλλοβρόγων, οὕς οἱ ὁ oi( o( Bs., oi( Rk., o( L. Ἰόβας ἐκ τοῦ πρὸς τὸν Κουρίωνα πολέμου ζωγρήσας ἐδεδώκει, ηὐτομόλησαν, οὐδὲν ὅ τι οὐχὶ καὶ λόγῳ καὶ ἔργῳ τοῖς
 
λοιποῖς ἐχαρίζετο. οὗτοί τε οὖν αὐτῷ καὶ διὰ ταῦτα πολὺ προθυμότεροι ἐγένοντο, καὶ τῶν ἐναντίων συχνοί, καὶ μάλισθʼ ὅσοι σὺν τῷ Ἀφρανίῳ ποτὲ ἐστράτευντο, e)stra/teunto Bk., e)strateu/onto L. προσεχώρησαν· τῶν τε ἐκ τῆς Ἀφρικῆς ἄλλοι τε καὶ ὁ ἀδελφὸς Σέξτος ὅ τε Οὐᾶρος καὶ ὁ Λαβιῆνος σὺν τῷ ναυτικῷ
 
πρὸς αὐτὸν ἦλθον. κἀκ τούτου τῷ τε πλήθει τοῦ στρατοπέδου καὶ τῇ προθυμίᾳ ἀρθεὶς τήν τε χώραν ἀδεῶς διεπορεύετο, καὶ πόλεις τὰς μὲν ἑκούσας τὰς δὲ ἀκούσας προσετίθετο, καὶ ἐδόκει
 
καὶ ὑπὲρ τὸν πατέρα ἰσχύειν. ἦσαν μὲν γὰρ ἐν τῇ Ἰβηρίᾳ καὶ τοῦ Καίσαρος στρατηγοὶ Κύϊντός τε Φάβιος Μάξιμος καὶ Κύϊντος Πέδιος, οὐ μέντοι καὶ ἀξιόμαχοί οἱ νομίζοντες εἶναι αὐτοί τε ἡσύχαζον καὶ ἐκεῖνον σπουδῇ μετεπέμποντο.
 
τέως μὲν δὴ ταῦτʼ ἐγίγνετο· ἐπεὶ δὲ τῶν τε προπεμφθέντων τινὲς ἐκ τῆς Ῥώμης ἀφίκοντο κα προσεδοκήθη καὶ ὁ Καῖσαρ ἥξειν, φοβηθεὶς ὁ Πομπήιος, καὶ νομίσας οὐχ ἱκανὸς i(kano\s R. Steph., i(kano\n L. εἶναι πᾶσαν τὴν Ἰβηρίαν κατασχεῖν, οὐκ ἀνέμεινε πταίσας γε ge H. Steph., te L. μεταγνῶναι, ἀλλʼ εὐθύς, πρὶν πειραθῆναι τῶν
 
ἐναντίων, ἐς τὴν Βαιτικὴν ἀνεχώρησε. καὶ αὐτῷ ἡ μὲν θάλασσα παραυτίκα ἠλλοτριώθη, Οὐᾶρός τε te Bk., de\ L. ὑπὸ τοῦ Διδίου περὶ Καρτηίαν *karthi/an Bk., krauti/an L. (ka/rtia in ch. 40). ἐναυκρατήθη, καὶ εἴγε μὴ προκαταφυγὼν ἐς τὴν γῆν ἀγκύρας ἐς τὸ στόμα τοῦ λιμένος ἄλλας πρὸς ἄλλαις a)/llais H. Steph., a)/llas L. ἐνεβεβλήκει e)nebeblh/kei Bk., prosenebeblh/kei L. καὶ περὶ αὐτὰς οἱ πρῶτοι τῶν διωκόντων σφᾶς ὥσπερ περὶ ἕρμα ἐπταίκεσαν, πᾶν ἂν τὸ
 
ναυτικὸν ἀπωλωλέκει. ἡ δὲ δὴ ἤπειρος ἡ ἐκεῖ πᾶσα πλὴν Οὐλίας πόλεως συνεμάχει· ταύτην γὰρ μὴ ἐθελήσασάν οἱ προσχωρῆσαι prosxwrh=sai R. Steph., proxwrh=sai L. ἐπολιόρκει.
 
κἀν τούτῳ καὶ ὁ Καῖσαρ μετʼ ὀλίγων ἐξαίφνης ἀδοκήτοις οὐχ ὅτι τοῖς περὶ τὸν Πομπήιον ἀλλὰ καὶ τοῖς ἑαυτοῦ στρατιώταις ἐπῆλθε· τοσούτῳ γὰρ τῷ τῆς πορείας τάχει ἐχρήσατο ὥστε καὶ τοῖς οἰκείοις ἅμα καὶ τοῖς ἐναντίοις ὀφθῆναι πρὶν καὶ ὅτι ὅλως ἐν τῇ Ἰβηρίᾳ γέγονεν ἀκουσθῆναι.
 
καὶ ὁ μὲν καὶ ἀπʼ αὐτοῦ τούτου, τῆς τε παρουσίας τῆς αὑτοῦ μόνης, καὶ ἐς τὰ ἄλλα καταπλήξειν τὸν Πομπήιον καὶ ἀπὸ τῆς πολιορκίας ἀπαλλάξειν ἤλπισε· τὸ γὰρ πλεῖον στράτευμα κατὰ τὴν ὁδὸν ὑπελέλειπτο· ἐκεῖνος δὲ ἕνα τε ἄνδρα ἑνὸς οὐ ou) supplied by Leuncl. πολὺ διαφέρειν νομίζων, καὶ τῇ ἰσχύι ἑαυτοῦ πάνυ θαρσῶν, οὐκ ἐξεπλάγη πρὸς τὴν ἄφιξιν αὐτοῦ, ἀλλὰ καὶ προσήδρευε τῇ πόλει καὶ τὰς
 
προσβολὰς ὁμοίως ὥσπερ καὶ πρὶν ἐποιεῖτο. ὁ οὖν Καῖσαρ ἐκεῖ μὲν ὀλίγους στρατιώτας ἐκ τῶν προαφιγμένων κατέλιπεν, αὐτὸς δὲ ἐπὶ Κόρδουβαν ὥρμησε, τὸ μέν τι καὶ αἱρήσειν αὐτὴν ἐκ προδοσίας ἐλπίσας, τὸ δὲ δὴ πλεῖστον ἀπάξειν ἀπὸ τῆς Οὐλίας τὸν Πομπήιον τῷ περὶ αὐτῆς φόβῳ
 
προσδοκήσας. καὶ ἔσχεν οὕτως· τὸ μὲν γὰρ πρῶτον μέρος τι τοῦ στρατοῦ κατὰ χώραν ἐάσας ἔς τε τὴν Κόρδουβαν ἦλθε, καὶ κρατυνάμενος αὐτήν, οὐχ ὑπομείναντός σφας τοῦ Καίσαρος, τῷ
 
ἀδελφῷ τῷ Σέξτῳ προσέταξεν· ἔπειτα δὲ ὡς οὔτε τι πρὸς τῇ Οὐλίᾳ ἐπέραινεν, ἀλλὰ καὶ πύργου τινός, καὶ τούτου οὐχ ὑπὸ σφῶν κατασεισθέντος ἀλλʼ ὑπὸ τοῦ πλήθους τῶν ἐπʼ αὐτοῦ ἀμυνομένων καταρραγέντος, ἐσῆλθον μέν τινες, οὐ μὴν καὶ
 
καλῶς ἀπήλλαξαν, καὶ ὁ Καῖσαρ πλησιάσας σφίσιν ἐκείνοις τε βοήθειαν νυκτὸς λαθὼν ἐσέπεμψε καὶ αὐτὸς πρός τε τὴν Κόρδουβαν αὖθις ἐστράτευσε καὶ ἐς πολιορκίαν αὐτὴν ἀντικατέστησεν, οὕτω δὴ τῆς τε Οὐλίας παντελῶς ἀπανέστη καὶ ἐκεῖσε παντὶ τῷ στρατῷ οὐ μάτην ἠπείχθη. προπυθόμενος γὰρ τοῦτο ὁ Καῖσαρ
 
ἀπεχώρησε· νοσῶν γὰρ ἐτύγχανε. μετὰ δὲ ταῦτα αὐτός τε ἀναρρωσθεὶς καὶ τὰ στρατεύματα ἐπακολουθήσαντά οἱ προσλαβὼν ἠναγκάσθη καὶ ἐν τῷ χειμῶνι πολεμῆσαι· ἔν τε γὰρ σκηνιδίοις φαύλοις αὐλιζόμενοι ἐκακοπάθουν καὶ τῆς τροφῆς
 
ἐνελείποντο. e)nelei/ponto H. Steph., e)neli/ponto L. ἐδικτατόρευε δὲ δὴ τότε, καὶ kai\ R. Steph., ga\r L. ὕπατος ὀψέ ποτε καὶ ἐπʼ ἐξόδῳ τοῦ ἔτους ἀπεδείχθη, τοῦ Λεπίδου ἐν τῇ ἱππαρχίᾳ τὸν δῆμον ἐς τοῦτο συναγαγόντος· ἱππάρχησε γὰρ καὶ τότε, αὐτὸς ἑαυτὸν ἐν τῇ ὑπατείᾳ ἐπειπὼν ἵππαρχον παρὰ τὰ πάτρια.
 
ἀναγκασθεὶς οὖν ὁ Καῖσαρ, ὥσπερ εἶπον, καὶ ἐν τῷ χειμῶνι πολεμῆσαι, τῇ μὲν Κορδούβῃ οὐ προσέβαλεν (ἰσχυρῶς γὰρ ἐφυλάττετὀ, πυθόμενος δὲ ἐν Ἀττεγούᾳ πόλει σῖτον πολὺν εἶναι πρὸς ἐκείνην καίτοι καρτερὰν οὖσαν ἐτράπετο, ἐλπίσας τῷ τε πλήθει τοῦ στρατοῦ καὶ τῇ παρʼ ἑαυτοῦ αἰφνιδίῳ ἐκπλήξει καταφοβήσας σφᾶς αἱρήσειν· καὶ αὐτὴν διὰ βραχέος καὶ ἀπεσταύρωσε
 
καὶ περιετάφρευσεν. ὁ γὰρ Πομπήιος τῇ φύσει τοῦ χωρίου θαρσῶν, καὶ τὸν Καίσαρα οὐκ ἐπὶ πολὺ διὰ τὸν χειμῶνα προσεδρεύσειν αὐτῷ νομίζων, τούς τε ἑαυτοῦ στρατιώτας μὴ βουληθεὶς ἐν τῷ ῥίγει κακῶσαι, περιεῖδε periei=de Rk., proei=de L. καὶ οὐκ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme