Book 43
ἐξουσίας δρᾶσαι. μὴ μέντοι μηδʼ ὅτι καὶ Μάριος καὶ Κίννας καὶ Σύλλας, οἵ τε ἄλλοι πάντες ὡς εἰπεῖν ὅσοι πώποτε τοὺς ἀντιστασιάσαντάς σφισιν ἐκράτησαν, ἐν μὲν ταῖς ἐπιχειρήσεσι τῶν πραγμάτων πολλὰ καὶ φιλάνθρωπα καὶ εἶπον καὶ
ἔπραξαν, ἐξ ὧν οὐχ ἥκιστα προσαγαγόμενοί prosagago/menoi/ Bk., prosago/menoi/ L. τινας μάλιστα μὲν συμμάχοις αὐτοῖς, εἰ δὲ μή, οὐκ ἀνταγωνισταῖς γε ἐχρήσαντο, νικήσαντες δὲ καὶ ἐγκρατεῖς ὧν ἐπεθύμουν γενόμενοι πολὺ τἀναντία ἐκείνων καὶ λόγῳ καὶ ἔργῳ ἔπραξαν, καὶ ἐμέ τις ὑπολάβῃ τὸ αὐτὸ τοῦτο ποιήσειν.
οὔτε γὰρ ἄλλως πως πεφυκὼς ἔπειτα τὸν μὲν ἔμπροσθε χρόνον προσποιητῶς ὑμῖν ἐνωμίλησα, νῦν δέ, ὅτι ἔξεστιν, ἀσφαλῶς θρασύνομαι· οὔτʼ αὖ ὑπὸ τῆς πολλῆς εὐπραγίας ἐξῆγμαι καὶ τετύφωμαι ὥστε καὶ τυραννῆσαι ὑμῶν ἐπιθυμῆσαι (ταῦτα γὰρ ἔμοιγε ἀμφότερα ἢ τό γε ἕτερον
αὐτῶν ἐκεῖνοι παθεῖν δοκοῦσινʼ· ἀλλʼ εἰμί τε τῇ φύσει τοιοῦτος ὁποίου μου ἀεὶ πεπείρασθε (τί γὰρ δεῖ με καθʼ ἕκαστον ἐπεξιόντα ἐπαχθῆ, ὡς καὶ ἐμαυτὸν ἐπαινοῦντα, γενέσθαι;ʼ καὶ τὴν τύχην οὐκ ἂν προπηλακίσαιμι, ἀλλʼ ὅσῳ μᾶλλον ἀγαθῆς αὐτῆς πεπείραμαι, τόσῳ μᾶλλον πρὸς
πάντα μετρίως metri/ws Bs., krei/ttw L. αὐτῇ χρήσομαι. οὐδὲ γὰρ οὐδʼ ἐπʼ ἄλλο τι τοσοῦτό τʼ t' Rk., ti L. ἰσχῦσαι καὶ τηλικοῦτον αὐξηθῆναι ἐσπούδασα ὥστε πάντας μὲν τοὺς ἀντιπολεμήσαντας κολάσασθαι πάντας δὲ τοὺς ἀντιστασιάσαντας νουθετῆσαι, ἢ ἵνα καὶ ἀνδραγαθίζεσθαι ἀσφαλῶς καὶ εὐτυχεῖν εὐκλεῶς
δύνωμαι. du/nwmai H. Steph., du/namai L. οὔτε γὰρ ἄλλως καλὸν ἢ δίκαιον, ὅσα τις τοῖς διχογνωμονήσασιν ἐπεκάλεσε, ταῦτα αὐτὸν ποιοῦντα ἐξελεγχθῆναι· οὔτʼ ἂν ἔγωγε ἀξιώσαιμί ποτε, τῇ τῶν ἔργων ζηλώσει ὁμοιωθεὶς αὐτοῖς, μόνῃ τῇ τῆς παντελοῦς νίκης φήμῃ
διαλλάξαι. τίς μὲν γὰρ πλείω καὶ μείζω τινὰς εὖ ποιεῖν ὀφείλει τοῦ μάλιστα δυναμένου; τίς δὲ ἧττον ἐξαμαρτάνειν τοῦ πλεῖστον ἰσχύοντος; τίς εὐβουλότερον τοῖς ἐκ τοῦ δαιμονίου δοθεῖσι χρῆσθαι τοῦ τὰ μέγιστα παρʼ αὐτοῦ λαβόντος; τίς ὀρθότερον τὰ παρόντα ἀγαθὰ μεταχειρίζεσθαι τοῦ πλεῖστά τε ἔχοντος καὶ μάλιστα περὶ
αὐτῶν μὴ καὶ ἀπόληται φοβουμένου; ἡ μὲν γὰρ εὐπραγία σωφροσύνην λαβοῦσα διαμένει, καὶ ἡ ἐξουσία μετριάσασα πάντα τὰ κτηθέντα τηρεῖ· τό τε μέγιστον, καὶ ὅπερ ἥκιστα τοῖς εὖ eu)= Bk., ou) L. χωρὶς ἀρετῆς φερομένοις ὑπάρχει, καὶ ζῶσιν ἀδόλως φιλεῖσθαι καὶ τελευτήσασιν ἀληθῶς
ἐπαινεῖσθαι διδόασιν. ὁ δὲ ἀνέδην a)ne/dhn Rk., a)nai/dhn L. ἐς πάντα ἁπλῶς τῇ δυνάμει καταχρώμενος οὔτε εὔνοιαν ἀληθῆ οὔτʼ ἀσφάλειαν ἀκριβῆ εὑρίσκεται, ἀλλʼ ἐν μὲν τῷ φανερῷ πλαστῶς κολακεύεται. Lacuna recognized by Reim. τὸν γὰρ τῆς ἑαυτοῦ ἐξουσίας ἀκράτορα a)kra/tora Bk., au)tokra/tora L. οἵ τε ἄλλοι πάντες καὶ οἱ μάλιστα αὐτῷ χρώμενοι καὶ ὑποπτεύουσι καὶ φοβοῦνται.
ταῦτα δὲ οὐκ ἄλλως ἐφιλοσόφησα, ἀλλʼ ἵνα εἰδῆτε ὅτι οὐκ ἐς ἐπίδειξιν, οὐδʼ ἀπʼ αὐτομάτου νῦν προσπεσόντα αὐτά, ἀλλὰ ἀπʼ ἀρχῆς καὶ πρέπειν μοι καὶ συμφέρειν κρίνας καὶ φρονῶ καὶ λέγω, ὥσθʼ ὑμᾶς μὴ πρὸς τὸ παρὸν μόνον θαρσεῖν ἀλλὰ καὶ πρὸς τὸ μέλλον εὐέλπιδας εἶναι, ἐνθυμουμένους ὅτι, εἴπερ τι αὐτῶν ἐπλαττόμην, οὐκ ἂν ἀνεβαλόμην ἀλλʼ ἤδη καὶ τήμερον
ἐξέφηνα. ἀλλʼ οὔτε πρότερον ἄλλως πως ἐφρόνησα, ὥσπερ που καὶ αὐτὰ τὰ ἔργα τεκμηριοῖ, νῦν τε πολὺ μᾶλλον προθυμήσομαι μετὰ πάσης ἐπιεικείας οὐ μὰ Δίʼ οὐ δεσπόζειν ὑμῶν ἀλλὰ προστατεῖν, οὐδὲ τυραννεύειν ἀλλʼ ἡγεμονεύειν, πρὸς μὲν τἆλλα πάνθʼ ὅσα ὑπὲρ ὑμῶν δεῖ πράττειν καὶ ὕπατος καὶ δικτάτωρ, πρὸς δὲ δὴ τὸ
κακῶς ποιῆσαί τινα ἰδιώτης ὤν. τοῦτο γὰρ μόνον οὐδὲ ou)de\ Rk., ou) L. ῥηθῆναι καλὸν εἶναι νομίζω. πῶς μὲν γὰρ ἂν a)\n added by Bk. ἀποκτείναιμί τινα ὑμῶν τῶν μηδέν με ἠδικηκότων ὁ μηδένα μὲν τῶν μὴ ἀντιταξαμένων mh\ a)ntitacame/nwn Bk., a)ntipracame/nwn L. μοι φθείρας, εἰ καὶ τὰ μάλιστα προθύμως τἆλλά τισι κατʼ ἐμοῦ συνήραντο, sunh/ranto Rk., prosh/ranto L. πάντας δὲ καὶ τοὺς ἅπαξ a(/pac Xyl., a(/pan L. ἀντικαταστάντας μοι ἐλεήσας καὶ πολλοὺς καὶ τῶν δεύτερον ἀντιμαχεσαμένων
σώσας; πῶς δʼ ἂν μνησικακήσαιμί a)\n mnhsikakh/saimi/ R. Steph., a)namnhsikakh/saimi/ L. τισιν ὁ καὶ τὰ γράμματα, ὅσα καὶ παρὰ τῷ Πομπηίῳ καὶ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη, μήτʼ ἀναγνοὺς μήτʼ ἐκγραψάμενος e)kgraya/menos Reim., e)ggraya/menos L. ἀλλʼ εὐθὺς κατακαύσας; ὥστε θαρσούντως, ὦ πατέρες, οἰκειωθῶμεν, ἐκλαθόμενοι μὲν πάντων τῶν συμβεβηκότων
ὡς καὶ ἀνάγκῃ τινὶ δαιμονίᾳ γεγονότων, ἀρξάμενοι δὲ ἀνυπόπτως ἀλλήλους καθάπερ τινὰς καινοὺς πολίτας φιλεῖν, ἵνʼ ὑμεῖς τε ὡς πρὸς πατέρα με προσφέρησθε, τὴν μὲν πρόνοιαν τήν τε κηδεμονίαν τὴν παρʼ ἐμοῦ καρπούμενοι, τῶν δὲ δυσχερεστέρων μηδὲν φοβούμενοι, καὶ ἐγὼ ὡς
παίδων ὑμῶν ἐπιμελῶμαι, e)pimelw=mai R. Steph., e)pimelou=mai L. πάντα μὲν τὰ κάλλιστα ἀεὶ γίγνεσθαι ὑφʼ ὑμῶν εὐχόμενος, φέρων δὲ ἀναγκαίως τὰ ἀνθρώπινα, καὶ τοὺς μὲν ἀγαθοὺς ταῖς προσηκούσαις τιμαῖς ἀγάλλων, τοὺς δὲ λοιποὺς ἐπανορθῶν καθʼ ὅσον ἐνδέχεται.
μὴ μέντοι μηδὲ τοὺς στρατιώτας δείσητε, μηδʼ ἄλλο τι αὐτοὺς ἢ φύλακας τῆς τε ἐμῆς ἀρχῆς καὶ τῆς ὑμετέρας ἅμα νομίσητε εἶναι· τρέφεσθαι μὲν γάρ σφας ἀνάγκη πολλῶν ἕνεκα, τραφήσονται δὲ οὐκ ἐφʼ ὑμᾶς ἀλλʼ ὑπὲρ ὑμῶν, τοῖς τε διδομένοις ἀρκούμενοι καὶ τοὺς διδόντας αὐτὰ ἀγαπῶντες.
διὰ γὰρ τοῦτο καὶ τὰ χρήματα ἐπὶ πλεῖον τοῦ συνήθους ἐισπέπρακται, ἵνα τό τε στασιάσαν ἅμα σωφρονισθῇ καὶ τὸ κεκρατηκὸς αὐτάρκη τροφὴν λαβὸν μὴ στασιάσῃ. οὐ γάρ που pou Pflugk, pw L. καὶ ἰδίᾳ τι αὐτῶν ἀποκεκέρδαγκα, ὅς γε πάντα μὲν τὰ ὑπάρχοντά μοι, πολλὰ δὲ καὶ
δεδανεισμένος προσανάλωκα ὑμῖν· ἀλλʼ ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους pole/mous St., polemi/ous L. δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφʼ ὧν ἥ τε πόλις κοσμηθήσεται kosmhqh/setai Wesseling, komisqh/setai L. καὶ τὰ λοιπὰ διοικηθήσεται. ὥστε τὸ μὲν ἐπίφθονον τῆς ἐσπράξεως αὐτὸς ἀνεδεξάμην, τῆς δʼ ὠφελίας w)feli/as Bs., w)felei/as L. κοινῇ πάντες ἀπολαύσετε,
τά τε ἄλλα καὶ ἐν ταῖς στρατείαις· τῶν τε γὰρ ὅπλων ἀεὶ ἡμῖν δεῖ, ἐπειδὴ μὴ οἷόν τέ ἐστιν ἄνευ αὐτῶν πόλιν τε τηλικαύτην οἰκοῦντας καὶ ἀρχὴν τοσαύτην ἔχοντας ἀσφαλῶς ζῆσαι, καὶ ἡ περιουσία τῶν χρημάτων καὶ ἐκεῖνα ἰσχυρῶς
ὠφελεῖ. μὴ μέντοι καὶ ὑποπτεύσῃ τις ὑμῶν ὅτι ἢ τῶν πλουσίων τινὰ λυπήσω ἢ h)\ supplied by Reim. καὶ τέλη τινὰ καινὰ καταστήσω· τοῖς τε γὰρ παροῦσιν ἀρκεσθήσομαι, καὶ προθυμήσομαι συνευπορῆσαί τι μᾶλλον ὑμῖν ἢ διὰ χρήματά τινα ἀδικῆσαι.”
τοιαῦτα ὁ Καῖσαρ ἔν τε τῷ συνεδρίῳ καὶ μετὰ τοῦτο καὶ ἐν τῷ δήμῳ εἰπὼν ἐπεκούφισε μέν πως αὐτοὺς τοῦ δέους, οὐ μέντοι καὶ ἠδυνήθη πεῖσαι παντάπασι θαρσεῖν, πρὶν καὶ τοῖς ἔργοις τὰς ἐπαγγελίας βεβαιώσασθαι.
μετὰ δὲ δὴ τοῦτο τά τε ἄλλα λαμπρῶς, ὥσπερ εἰκὸς ἐπί τε τοσαύταις καὶ τηλικαύταις ἅμα νίκαις ἦν, ἐποίει, καὶ τὰ ἐπινίκια τῶν τε Γαλατῶν καὶ τῆς Αἰγύπτου τοῦ τε Φαρνάκου καὶ τοῦ Ἰόβου τετραχῇ χωρὶς τέσσαρσιν ἡμέραις ἔπεμψε.
καὶ τὰ μὲν ἄλλα ηὔφρανέ που τοὺς ὁρῶντας, ἡ δʼ Ἀρσινόη ἡ Αἰγυπτία (καὶ γὰρ ἐκείνην ἐν τοῖς αἰχμαλώτοις παρήγαγἐ τό τε πλῆθος τῶν ῥαβδούχων καὶ τὰ ἀπὸ τῶν πολιτῶν τῶν ἐν τῇ Ἀφρικῇ ἀπολωλότων πομπεῖα δεινῶς αὐτοὺς
ἐλύπησεν. ὅ τε γὰρ ἀριθμὸς ὁ τῶν ῥαβδούχων ἐπαχθέστατόν σφισιν ὄχλον, ἅτε μήπω πρότερον τοσούτους ἅμα ἑορακόσι, παρέσχε· καὶ ἡ Ἀρσινόη γυνή τε οὖσα καὶ βασιλίς ποτε pote Xyl., to/te L. νομισθεῖσα ἔν τε δεσμοῖς, desmoi=s Turneb., dh/mois L. ὃ μηπώποτε ἔν γε τῇ Ῥώμῃ ἐγεγόνει,
ὀφθεῖσα πάμπολυν οἶκτον ἐνέβαλε, κἀκ τούτου ἐπὶ τῇ προφάσει ταύτῃ καὶ τὰ οἰκεῖα πάθη παρωδύραντο. οὐ μὴν ἀλλʼ ἐκείνη μὲν διὰ τοὺς ἀδελφοὺς ἀφείθη, ἄλλοι δὲ καὶ ὁ Οὐερκιγγετόριξ ἐθανατώθησαν.
δυσχερῶς μὲν οὖν διὰ ταῦθʼ ἅπερ εἶπον διετέθησαν, ἐλάχιστα δʼ οὖν d' ou)=n Pflugk, gou=n L. αὐτὰ πρός γε τὸ πλῆθος τῶν ἑαλωκότων καὶ πρὸς τὸ μέγεθος τῶν κατειργασμένων ἐνόμιζον εἶναι. τούτων τε te Bk., ge L. οὖν ἕνεκα καὶ ὑπερεθαύμαζον αὐτόν, καὶ ὅτι καὶ τὴν παρρησίαν τοῦ στρατοῦ πραότατα ἤνεγκε. τούς τε γὰρ ἐς τὸ συνέδριόν σφων ὑπʼ αὐτοῦ καταλεχθέντας
ἐτώθασαν, καὶ τά τε ἄλλα ὅσα ποτʼ εὐτελίζετο, eu)teli/zeto Jacoby, e)nti/zeto L. καὶ ἐν e)n supplied by Val. τοῖς μάλιστα τόν τε τῆς Κλεοπάτρας αὐτοῦ ἔρωτα καὶ τὴν παρὰ τῷ Νικομήδει τῷ τῆς Βιθυνίας βασιλεύσαντι διατριβήν, ὅτι μειράκιόν ποτε παρʼ αὐτῷ ἐγεγόνει, διεκερτόμησαν, ὥστε καὶ εἰπεῖν ὅτι Καῖσαρ μὲν Γαλάτας ἐδουλώσατο, Καίσαρα δὲ Νικομήδης.
τέλος δὲ ἐφʼ ἅπασιν αὐτοῖς ἀθρόοι ἀναβοήσαντες εἶπον ὅτι, ἂν μὲν καλῶς ποιήσῃς, κολασθήσῃ, ἂν δὲ κακῶς, βασιλεύσεις. basileu/seis Xiph., basileu/shs L. τοῦτο δὲ αὐτοῖς ἐβούλετο δηλοῦν ὅτι, ἂν μὲν ἀποδῷ a)podw=| St., a)podw/h L. τῷ δήμῳ τὴν αὐτονομίαν, ὅπερ που δίκαιον ἐνόμιζον εἶναι, καὶ κριθήσεται ἐφʼ οἷς ἔξω τῶν νόμων εἰργάσατο καὶ δίκην ὑφέξει, u(fe/cei, monarxh/sei Xiph., u(fe/chi, monarxh/shi L. ἂν δὲ τῇ δυναστείᾳ ἐμμείνῃ, ὅπερ
που ἀδικοῦντος ἔργον ἦν, μοναρχήσει. u(fe/cei, monarxh/sei Xiph., u(fe/chi, monarxh/shi L. οὐ μέντοι καὶ ἐκεῖνος ἤχθετο ταῦτα αὐτῶν λεγόντων, ἀλλὰ καὶ πάνυ ἔχαιρεν ὅτι τοσαύτῃ πρὸς αὐτὸν παρρησίᾳ, πίστει τοῦ μὴ ἂν ὀργισθῆναί ποτε ἐπʼ αὐτῇ, ἐχρῶντο, πλὴν καθʼ ὅσον τὴν συνουσίαν τὴν πρὸς τὸν Νικομήδη διέβαλλον· ἐπὶ γὰρ τούτῳ πάνυ τε ἐδυσκόλαινε καὶ ἔνδηλος ἦν λυπούμενος, ἀπολογεῖσθαί τε ἐπεχείρει καὶ κατώμνυε, κἀκ τούτου καὶ γέλωτα προσεπωφλίσκανεν.
ἐν δʼ οὖν τῇ πρώτῃ τῶν νικητηρίων τέρας οὐκ ἀγαθὸν αὐτῷ ἐγένετο· ὁ γὰρ ἄξων τοῦ ἅρματος τοῦ πομπικοῦ παρʼ αὐτῷ τῷ Τυχαίῳ τῷ ὑπὸ τοῦ Λουκούλλου οἰκοδομηθέντι συνετρίβη, ὥστε ἐφʼ
ἑτέρου αὐτὸν τὰ λοιπὰ ἐπιτελέσαι. καὶ τότε μὲν καὶ τοὺς ἀναβασμοὺς τοὺς ἐν τῷ Καπιτωλίῳ τοῖς γόνασιν ἀνερριχήσατο μηδὲν μήτε τὸ to\ Rk., e)s to\ L. ἅρμα τὸ πρὸς τὸν Δία ἀνιδρυθὲν αὐτῷ μήτε τὴν εἰκόνα τῆς οἰκουμένης τὴν ὑπὸ τοῖς ποσὶν αὐτοῦ κειμένην μήτε τὸ ἐπίγραμμα αὐτῆς ὑπολογισάμενος, ὕστερον δὲ τὸ τοῦ ἡμιθέου ὄνομα ἀπʼ αὐτοῦ ἀπήλειψεν.
οὕτω μὲν δὴ τὰ ἐπινίκια ἔπεμψε, καὶ ἐπʼ αὐτοῖς τόν τε δῆμον λαμπρῶς εἱστίασε καὶ σῖτον ἔξω τοῦ τεταγμένου καὶ ἔλαιον προσέδωκεν αὐτῷ. καὶ τῷ μὲν σιτοδοτουμένῳ ὄχλῳ τάς τε ἑβδομήκοντα καὶ πέντε δραχμὰς ἃς προϋπέσχητο prou+pe/sxhto Bk., prou+pe/sxeto L. καὶ ἑτέρας πέντε καὶ εἴκοσι, τοῖς δὲ δὴ στρατιώταις
πεντακισχιλίας ὅλας ἔνειμεν. οὐ μέντοι καὶ ἁπλῶς ἐμεγαλοφρονεῖτο, ἀλλὰ τά τε ἄλλα διηκριβοῦτο, καὶ τοῦ πλήθους τοῦ τὸν σῖτον φεροντος ἐπὶ μακρότατον, οὐ κατὰ δίκην ἀλλʼ ὥς που ἐν ταῖς στάσεσιν εἴωθε γίγνεσθαι, ἐπαυξηθέντος ἐξέτασιν ἐποιήσατο, καὶ τούς γε ἡμίσεις ὁμοῦ τι αὐτῶν προαπήλειψε.
τὰς μὲν δὴ οὖν ἄλλας τῶν νικητηρίων ἡμέρας ὥς που ἐνενόμιστο διήγαγε· τῇ δὲ τελευταίᾳ ἐπειδὴ ἐκ τοῦ δείπνου ἐγένοντο, ἔς τε τὴν ἑαυτοῦ ἀγορὰν ἐσῆλθε βλαύτας ὑποδεδεμένος u(podedeme/nos R. Steph., u(podedhme/nos L, Xiph. καὶ ἄνθεσι παντοδαποῖς ἐστεφανωμένος, καὶ ἐκεῖθεν οἴκαδε παντὸς μὲν ὡς εἰπεῖν τοῦ δήμου παραπέμποντος αὐτόν, πολλῶν δὲ ἐλεφάντων λαμπάδας φερόντων
ἐκομίσθη. τὴν γὰρ ἀγορὰν τὴν ἀπʼ a)p' R. Steph., u(p' L. αὐτοῦ κεκλημένην κατεσκεύαστο· kateskeu/asto Melber, kateskeua/sato L. καὶ ἔστι μὲν περικαλλεστέρα τῆς Ῥωμαίας, τὸ δὲ ἀξίωμα τὸ ἐκείνης ἐπηύξησεν, ὥστε καὶ μεγάλην αὐτὴν ὀνομάζεσθαι. ταύτην τε οὖν καὶ τὸν νεὼν τὸν τῆς Ἀφροδίτης, ὡς καὶ ἀρχηγέτιδος τοῦ γένους αὐτοῦ
οὔσης, ποιήσας καθιέρωσεν εὐθὺς τότε· καὶ πολλούς γε ἐπʼ αὐτοῖς καὶ παντοδαποὺς ἀγῶνας ἔθηκε, θέατρόν τι κυνηγετικὸν ἰκριώσας, ὃ καὶ ἀμφιθέατρον ἐκ τοῦ πέριξ πανταχόθεν ἕδρας ἄνευ σκηνῆς ἔχειν προσερρήθη. proserrh/qh Xiph., proserre/qh L. καὶ ἐπὶ τούτῳ tou/tw| R. Steph., tou=to L. καὶ ἐπὶ τῇ θυγατρὶ καὶ θηρίων σφαγὰς καὶ ἀνδρῶν
ὁπλομαχίας ἐποίησεν, ὧν ἐάν τις τὸν ἀριθμὸν γράψαι ἐθελήσῃ, ὄχλον ἂν τῇ συγγραφῇ οὐδʼ ἀληθῆ ἴσως παράσχοι· πάντα γὰρ τὰ τοιαῦτα ἐπὶ τὸ μεῖζον ἀεὶ κομποῦται. τοῦτο μὲν οὖν καὶ ἐπὶ τῶν ἄλλων τῶν ὁμοίων τῶν ἔπειτα γενομένων ἐάσω, πλὴν εἰ μή τι πάνυ μοι δόξειεν ἀναγκαῖον
εἰπεῖν εἶναι· περὶ δὲ δὴ τῆς καμηλοπαρδάλιδος ὠνομασμένης ἐρῶ, ὅτι τότε πρῶτον ἔς τε τὴν Ῥώμην ὑπʼ αὐτοῦ ἐσήχθη καὶ πᾶσιν ἐπεδείχθη. e)pedei/xqh Bk., u(pedei/xqh L. τὸ γὰρ ζῷον τοῦτο τὰ μὲν ἄλλα κάμηλός ἐστι, πλὴν καθʼ ὅσον οὐκ ἐκ τοῦ ἴσου τῶν κώλων ἔχει.
τὰ μὲν γὰρ ὀπίσθια αὐτοῦ χθαμαλώτερά ἐστιν· ἀρχόμενον δὲ ἀπὸ τῶν γλουτῶν ὑψοῦται κατὰ βραχὺ ὥστʼ ἀναβαίνοντί ποι ἐοικέναι, καὶ μετεωρισθὲν ἐπὶ πλεῖστον τὸ μὲν ἄλλο σῶμα ἐπὶ τῶν ἐμπροσθίων σκελῶν ἐρείδει, e)rei/dei supplied by Bk. τὸν δʼ αὐχένα ἐς ὕψος αὖ ἴδιον ἀνατείνει. τὴν δὲ δὴ χρόαν κατέστικται ὥσπερ πάρδαλις, καὶ διὰ τοῦτο καὶ τὸ
ὄνομα ἐπίκοινον ἀμφοτέρων φέρει. τοῦτο μὲν δὴ τοιοῦτόν ἐστι· τοὺς δʼ ἄνδρας συνέβαλλε μὲν καὶ ἕνα ἑνὶ ἐν τῇ ἀγορᾷ, ὥσπερ εἴθιστο, συνέβαλλε δὲ καὶ ἐν τῷ ἱπποδρόμῳ πλείους, καὶ ἱππέας ἱππεῦσι καὶ πεζοὺς πεζοῖς, ἄλλους τε ἀναμὶξ ἀλλήλοις ἴσους. καί τινες καὶ ἀπʼ ἐλεφάντων