Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

31.2 τέως μὲν δὴ ταῦτʼ ἐγίγνετο· ἐπεὶ δὲ τῶν τε προπεμφθέντων τινὲς ἐκ τῆς Ῥώμης ἀφίκοντο κα προσεδοκήθη καὶ ὁ Καῖσαρ ἥξειν, φοβηθεὶς ὁ Πομπήιος, καὶ νομίσας οὐχ ἱκανὸς i(kano\s R. Steph., i(kano\n L. εἶναι πᾶσαν τὴν Ἰβηρίαν κατασχεῖν, οὐκ ἀνέμεινε πταίσας γε ge H. Steph., te L. μεταγνῶναι, ἀλλʼ εὐθύς, πρὶν πειραθῆναι τῶν
31.3 ἐναντίων, ἐς τὴν Βαιτικὴν ἀνεχώρησε. καὶ αὐτῷ ἡ μὲν θάλασσα παραυτίκα ἠλλοτριώθη, Οὐᾶρός τε te Bk., de\ L. ὑπὸ τοῦ Διδίου περὶ Καρτηίαν *karthi/an Bk., krauti/an L. (ka/rtia in ch. 40). ἐναυκρατήθη, καὶ εἴγε μὴ προκαταφυγὼν ἐς τὴν γῆν ἀγκύρας ἐς τὸ στόμα τοῦ λιμένος ἄλλας πρὸς ἄλλαις a)/llais H. Steph., a)/llas L. ἐνεβεβλήκει e)nebeblh/kei Bk., prosenebeblh/kei L. καὶ περὶ αὐτὰς οἱ πρῶτοι τῶν διωκόντων σφᾶς ὥσπερ περὶ ἕρμα ἐπταίκεσαν, πᾶν ἂν τὸ
31.4 ναυτικὸν ἀπωλωλέκει. ἡ δὲ δὴ ἤπειρος ἡ ἐκεῖ πᾶσα πλὴν Οὐλίας πόλεως συνεμάχει· ταύτην γὰρ μὴ ἐθελήσασάν οἱ προσχωρῆσαι prosxwrh=sai R. Steph., proxwrh=sai L. ἐπολιόρκει.
32.1 κἀν τούτῳ καὶ ὁ Καῖσαρ μετʼ ὀλίγων ἐξαίφνης ἀδοκήτοις οὐχ ὅτι τοῖς περὶ τὸν Πομπήιον ἀλλὰ καὶ τοῖς ἑαυτοῦ στρατιώταις ἐπῆλθε· τοσούτῳ γὰρ τῷ τῆς πορείας τάχει ἐχρήσατο ὥστε καὶ τοῖς οἰκείοις ἅμα καὶ τοῖς ἐναντίοις ὀφθῆναι πρὶν καὶ ὅτι ὅλως ἐν τῇ Ἰβηρίᾳ γέγονεν ἀκουσθῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme