Book 43
22.4
ὁπλομαχίας ἐποίησεν, ὧν ἐάν τις τὸν ἀριθμὸν γράψαι ἐθελήσῃ, ὄχλον ἂν τῇ συγγραφῇ οὐδʼ ἀληθῆ ἴσως παράσχοι· πάντα γὰρ τὰ τοιαῦτα ἐπὶ τὸ μεῖζον ἀεὶ κομποῦται. τοῦτο μὲν οὖν καὶ ἐπὶ τῶν ἄλλων τῶν ὁμοίων τῶν ἔπειτα γενομένων ἐάσω, πλὴν εἰ μή τι πάνυ μοι δόξειεν ἀναγκαῖον
23.1
εἰπεῖν εἶναι· περὶ δὲ δὴ τῆς καμηλοπαρδάλιδος ὠνομασμένης ἐρῶ, ὅτι τότε πρῶτον ἔς τε τὴν Ῥώμην ὑπʼ αὐτοῦ ἐσήχθη καὶ πᾶσιν ἐπεδείχθη. e)pedei/xqh Bk., u(pedei/xqh L. τὸ γὰρ ζῷον τοῦτο τὰ μὲν ἄλλα κάμηλός ἐστι, πλὴν καθʼ ὅσον οὐκ ἐκ τοῦ ἴσου τῶν κώλων ἔχει.
23.2
τὰ μὲν γὰρ ὀπίσθια αὐτοῦ χθαμαλώτερά ἐστιν· ἀρχόμενον δὲ ἀπὸ τῶν γλουτῶν ὑψοῦται κατὰ βραχὺ ὥστʼ ἀναβαίνοντί ποι ἐοικέναι, καὶ μετεωρισθὲν ἐπὶ πλεῖστον τὸ μὲν ἄλλο σῶμα ἐπὶ τῶν ἐμπροσθίων σκελῶν ἐρείδει, e)rei/dei supplied by Bk. τὸν δʼ αὐχένα ἐς ὕψος αὖ ἴδιον ἀνατείνει. τὴν δὲ δὴ χρόαν κατέστικται ὥσπερ πάρδαλις, καὶ διὰ τοῦτο καὶ τὸ
23.3
ὄνομα ἐπίκοινον ἀμφοτέρων φέρει. τοῦτο μὲν δὴ τοιοῦτόν ἐστι· τοὺς δʼ ἄνδρας συνέβαλλε μὲν καὶ ἕνα ἑνὶ ἐν τῇ ἀγορᾷ, ὥσπερ εἴθιστο, συνέβαλλε δὲ καὶ ἐν τῷ ἱπποδρόμῳ πλείους, καὶ ἱππέας ἱππεῦσι καὶ πεζοὺς πεζοῖς, ἄλλους τε ἀναμὶξ ἀλλήλοις ἴσους. καί τινες καὶ ἀπʼ ἐλεφάντων
23.4
τεσσαράκοντα ἐμαχέσαντο. καὶ τέλος ναυμαχίαν οὐκ ἐν τῇ θαλάσσῃ οὐδὲ ἐν λίμνῃ τινὶ ἀλλʼ ἐν τῇ ἠπείρῳ ἐποίησε· χωρίον γάρ τι ἐν τῷ Ἀρείῳ πεδίῳ κοιλάνας koila/nas Xiph., koilh/nas L. ὕδωρ τε ἐς αὐτὸ ἐσῆκε καὶ ναῦς ἐσήγαγεν. ἐμάχοντο δὲ ἐν πᾶσι τοῖς ἀγῶσιν οἵ τε αἰχμάλωτοι καὶ οἱ θάνατον ὠφληκότες·