Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

1.2 καὶ ἐπανελθόντα ἐπινικίοις, μήτε τινὰς νικήσαντα μήτʼ ἀρχὴν μαχεσάμενόν τισιν, ἐτίμησε, πρόφασιν ὅτι τοῖς ὑπό τε τοῦ Λογγίνου καὶ ὑπὸ τοῦ
1.3 Μαρκέλλου πραχθεῖσι παρεγένετο. οὔκουν οὐδὲ ἔπεμψέ τι ἐπʼ ἀληθείας, πλὴν τῶν χρημάτων ἃ τοὺς συμμάχους ἐσεσυλήκει. τούτοις τε οὖν αὐτὸν ἤγηλε, h)/ghle Xyl., h)/ggeile L. καὶ μετὰ τοῦτο καὶ συνάρχοντα ἑκατέρωθι προσείλετο.
2.1 καὶ αὐτῶν ἀρχόντων ἤδη οἵ τε ἐν τῇ Ῥώμῃ ἐταράχθησαν ὑπὸ σημείων· λύκος τε γὰρ ἐν αὐτῇ ὤφθη, καὶ χοῖρος ἐλέφαντι πλὴν τῶν ποδῶν ὅμοιος ἐγεννήθη· κἀν τῇ Ἀφρικῇ ὅ τε Πετρεΐος καὶ ὁ Λαβιῆνος τηρήσαντες τὸν Καίσαρα πρὸς
2.2 κώμας ἐπὶ σῖτον ἐξεληλυθότα. τήν τε ἵππον αὐτοῦ μηδέπω καλῶς ἐκ τῆς θαλάσσης ἐρρωμένην ἐς τοὺς πεζοὺς τοῖς Νομάσι κατήραξαν, kath/racan Turneb., kath=rcan L. καὶ συνταραχθείσης πρὸς τοῦτο τῆς ἀσπίδος πολλοὺς μὲν αὐτῶν ἐν χερσὶν ἀπέκτειναν, πάντας δʼ ἂν καὶ τοὺς λοιποὺς ἀνειληθέντας ἐπὶ μετέωρόν
2.3 τι ἐξέκοψαν, εἰ μὴ ἰσχυρῶς ἐτρώθησαν. ἐπὶ πλεῖον δʼ οὖν καὶ ὥς, τούτου συμβεβηκότος, τὸν Καίσαρα κατέπληξαν. λογιζόμενος μὲν γὰρ ὡς ὑπὸ ὀλίγων ἔπταισε, προσδεχόμενος δὲ καὶ τὸν Σκιπίωνα τόν τε Ἰόβαν πάσαις, ὥσπερ ἠγγέλλοντο, ταῖς δυνάμεσιν εὐθὺς ἀφίξεσθαι, διηπόρει
2.4 καὶ οὐκ εἶχεν ὅ τι πράξῃ· τόν τε γὰρ πόλεμον μηδέπω καλῶς διενεγκεῖν δυνάμενος, καὶ τὴν ἐν ταὐτῷ μονὴν χαλεπήν, κἂν οἱ πολέμιοί σφων ἀπέχωνται, διὰ τὴν τῆς τροφῆς ἀπορίαν, τήν τε ἀνάστασιν ἀδύνατον τῶν πολεμίων καὶ ἐκ τῆς ἠπείρου καὶ ἐκ τῆς θαλάσσης ἐπικειμένων οἱ ὁρῶν οὖσαν, ἠθύμει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme