Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

17.1 ταῦτα δὲ οὐκ ἄλλως ἐφιλοσόφησα, ἀλλʼ ἵνα εἰδῆτε ὅτι οὐκ ἐς ἐπίδειξιν, οὐδʼ ἀπʼ αὐτομάτου νῦν προσπεσόντα αὐτά, ἀλλὰ ἀπʼ ἀρχῆς καὶ πρέπειν μοι καὶ συμφέρειν κρίνας καὶ φρονῶ καὶ λέγω, ὥσθʼ ὑμᾶς μὴ πρὸς τὸ παρὸν μόνον θαρσεῖν ἀλλὰ καὶ πρὸς τὸ μέλλον εὐέλπιδας εἶναι, ἐνθυμουμένους ὅτι, εἴπερ τι αὐτῶν ἐπλαττόμην, οὐκ ἂν ἀνεβαλόμην ἀλλʼ ἤδη καὶ τήμερον
17.2 ἐξέφηνα. ἀλλʼ οὔτε πρότερον ἄλλως πως ἐφρόνησα, ὥσπερ που καὶ αὐτὰ τὰ ἔργα τεκμηριοῖ, νῦν τε πολὺ μᾶλλον προθυμήσομαι μετὰ πάσης ἐπιεικείας οὐ μὰ Δίʼ οὐ δεσπόζειν ὑμῶν ἀλλὰ προστατεῖν, οὐδὲ τυραννεύειν ἀλλʼ ἡγεμονεύειν, πρὸς μὲν τἆλλα πάνθʼ ὅσα ὑπὲρ ὑμῶν δεῖ πράττειν καὶ ὕπατος καὶ δικτάτωρ, πρὸς δὲ δὴ τὸ
17.3 κακῶς ποιῆσαί τινα ἰδιώτης ὤν. τοῦτο γὰρ μόνον οὐδὲ ou)de\ Rk., ou) L. ῥηθῆναι καλὸν εἶναι νομίζω. πῶς μὲν γὰρ ἂν a)\n added by Bk. ἀποκτείναιμί τινα ὑμῶν τῶν μηδέν με ἠδικηκότων ὁ μηδένα μὲν τῶν μὴ ἀντιταξαμένων mh\ a)ntitacame/nwn Bk., a)ntipracame/nwn L. μοι φθείρας, εἰ καὶ τὰ μάλιστα προθύμως τἆλλά τισι κατʼ ἐμοῦ συνήραντο, sunh/ranto Rk., prosh/ranto L. πάντας δὲ καὶ τοὺς ἅπαξ a(/pac Xyl., a(/pan L. ἀντικαταστάντας μοι ἐλεήσας καὶ πολλοὺς καὶ τῶν δεύτερον ἀντιμαχεσαμένων
17.4 σώσας; πῶς δʼ ἂν μνησικακήσαιμί a)\n mnhsikakh/saimi/ R. Steph., a)namnhsikakh/saimi/ L. τισιν ὁ καὶ τὰ γράμματα, ὅσα καὶ παρὰ τῷ Πομπηίῳ καὶ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη, μήτʼ ἀναγνοὺς μήτʼ ἐκγραψάμενος e)kgraya/menos Reim., e)ggraya/menos L. ἀλλʼ εὐθὺς κατακαύσας; ὥστε θαρσούντως, ὦ πατέρες, οἰκειωθῶμεν, ἐκλαθόμενοι μὲν πάντων τῶν συμβεβηκότων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme