Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

13.3 εὑρέθη, πάντα καύσας πρὶν ἀναγνῶναι, καὶ τῶν ἀντιπολεμησάντων οἱ πολλοὺς μὲν διʼ αὐτοὺς ἐκείνους πολλοὺς δὲ καὶ διὰ τοὺς φίλους σώσας· τῶν τε γὰρ συναγωνιστῶν καὶ τῶν ἑταίρων e(tai/rwn R. Steph., e(te/rwn L. ἑκάστῳ ἕνα ἐξαιτεῖσθαι, ὥσπερ εἴρηται, ἐπέτρεπε.
13.4 καὶ δὴ dh\ Bk., toi L. καὶ τὸν Κάτωνα ἔσωσεν ἄν· οὕτω γὰρ αὐτὸν ἐτεθαυμάκει e)teqauma/kei Bk., a)nateqauma/kei L. ὥστε τοῦ Κικέρωνος ἐγκώμιον μετὰ ταῦτα αὐτοῦ γράψαντος ἀγανακτῆσαι μὲν μηδέν, καίπερ καὶ ἐκείνου οἱ προσπολεμήσαντος, βιβλίον δέ τι γράψαι ὃ Ἀντικάτωνα ἐπεκάλεσε.
14.1 Καῖσαρ μὲν ταῦτά τε πράξας, καὶ τοὺς ἀφηλικεστέρους τῶν στρατιωτῶν παραχρῆμα καὶ πρὶν ἐς τὴν Ἰταλίαν περαιωθῆναι, μὴ καὶ στασιάσωσιν αὖθις, ἀπαλλάξας, τά τε ἄλλα
14.2 τὰ ἐν τῇ Ἀφρικῇ διὰ βραχέος, ὡς ἐνῆν μάλιστα, καταστήσας, μέχρι μὲν τῆς Σαρδοῦς παντὶ τῷ ναυτικῷ ἔπλευσεν, ἐντεῦθεν δὲ ἐκείνους μὲν ἔς τε τὴν Ἰβηρίαν καὶ ἐπὶ τὸν Πομπήιον μετὰ Γαΐου Διδίου ἔπεμψεν, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἐκομίσθη, τὸ μὲν πλεῖστον ἐπὶ e)pi\ supplied by Bk. τῇ τῶν ἔργων λαμπρότητι, ἤδη δὲ καὶ ἐπὶ τοῖς τῇ βουλῇ
14.3 δόξασι μεγαλοφρονούμενος. τεσσαράκοντά τε γὰρ ἡμέρας ἐπὶ τῇ νίκῃ αὐτοῦ θύειν ἔγνωσαν, καὶ τὰ ἐπινίκια τὰ προεψηφισμένα ἐπί τε λευκῶν ἵππων καὶ μετὰ ῥαβδούχων τῶν τε te supplied by Rk. τότε αὐτῷ συνόντων καὶ ἑτέρων ὅσοις ἐν τῇ πρώτῃ δικτατορίᾳ ἐκέχρητο, ἄλλων τε αὖ ὅσους ἐν τῇ
14.4 δευτέρᾳ ἐσχήκει, πέμψαι οἱ ἔδοσαν. τῶν τε τρόπων τῶν ἑκάστου ἐπιστάτην (οὕτω γάρ πως pws R. Steph., pw L. ὠνομάσθη ὥσπερ οὐκ ἀξίας αὐτοῦ τῆς τοῦ τιμητοῦ προσρήσεως οὔσησʼ ἐς τρία αὐτὸν ἔτη καὶ δικτάτορα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme