Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

11.3 εἴτʼ οὖν πόρρω τῆς ὑποψίας τοῦ τι τοιοῦτο βουλεύσασθαι τοὺς παρόντας ἀπαγαγεῖν σπουδάσας, ὅπως ὡς ἥκιστα παρατηρηθῇ, εἴτε καὶ παραμύθιόν τι πρὸς τὸν θάνατον ἐκ τῆς ἀναγνώσεως αὐτοῦ λαβεῖν ἐπιθυμήσας. ὡς δὲ ἐκεῖνό τε
11.4 ἀνελέξατο καὶ ἡ νὺξ ἐμέσου, e)me/sou Bk., e)mesou=to L. τό τε ἐγχειρίδιον ὑφείλκυσε, u(fei/lkuse Dind., e)fei/lkuse L. καὶ ἑαυτὸν ἐπὶ τὴν γαστέρα παίσας εὐθὺς ἂν ἐτελεύτησεν ἔξαιμος γενόμενος, εἰ μὴ καταπεσὼν ἐκ τοῦ σκιμποδίου ψόφον τε ἐποίησε καὶ τοὺς προκοιτοῦντας prokoitou=ntas R. Steph., proskoitou=ntas L. ἐξήγειρε. καὶ οὕτως ὅ τε υἱὸς καὶ ἄλλοι τινὲς ἐσπεσόντες τά τε ἔντερα αὐτοῦ ἐς τῆν γαστέρα αὖθις κατέσαξαν kate/sacan Naber, kate/tacan L. καὶ
11.5 θεραπείαν αὐτῷ προσήγαγον. καὶ οἱ μὲν τό τε ξιφίδιον ἦραν καὶ τὰς θύρας ἔκλεισαν, ὅπως ὕπνου λάχῃ (οὐ γὰρ δὴ καὶ ἄλλως πως ἀποθανεῖν αὐτὸν προσεδόκησανʼ· ἐκεῖνος δὲ ἔς τε τὸ τραῦμα τὰς χεῖρας ἐνέβαλε καὶ τὰς ῥαφὰς αὐτοῦ διαρρήξας ἀπέψυξεν.
11.6 ὁ μὲν οὖν Κάτων καὶ δημοτικώτατος καὶ ἰσχυρογνωμονέστατος kai\ i)sxurognwmone/statos Rk., kai\ i)sxuro/tatos kai\ i)sxurognwmone/statos L. πάντων τῶν καθʼ ἑαυτὸν ἀνθρώπων γενόμενος μεγάλην δόξαν καὶ ἀπʼ αὐτοῦ τοῦ θανάτου ἔλαβεν, ὥστε καὶ ἐπωνυμίαν Οὐτικήσιος, ὅτι τε ἐν τῇ Οὐτικῇ οὕτως ἐτελεύτησε καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme