Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

 
καὶ βρέφη τινὰ τὰς ἀριστερὰς ἐπὶ τῆς κεφαλῆς χεῖρας ἔχοντα ἐγεννήθη, ὥστε ἔκ τε τῶν ἄλλων μηδὲν ὑγιὲς ὑποπτεύεσθαι, καὶ ἐκ τούτων μάλιστα τὴν τῶν ὑποδεεστέρων κατὰ τῶν προτετιμημένων ἐπανάστασιν τούς τε μάντεις προειπεῖν καὶ τὸν δῆμον προσδέχεσθαι.
 
ταῦτα μὲν οὕτως ὑπὸ τοῦ δαιμονίου προδειχθέντα ἐτάραττεν αὐτούς· συνεπελάβετο δέ σφισι τοῦ φόβου καὶ ἡ ὄψις αὐτὴ τῆς πόλεως καὶ δεινὴ καὶ ἀήθης ἔν τε τῇ νουμηνίᾳ καὶ ἔπειτα ἐπὶ πολὺ
 
γενομένη. ὕπατος μὲν γὰρ οὐδεὶς οὐδὲ στρατηγὸς οὐδέπω ἦν, ὁ δὲ δὴ Ἀντώνιος τῆς th=s Turn., ou)de/pw L. μὲν ἐσθῆτος ἕνεκα (τῇ γὰρ περιπορφύρῳ ἐχρῆτὀ καὶ ῥαβδούχων (τοὺς γὰρ ἓξ μόνους εἶχἐ τοῦ τε τὴν βουλὴν ἀθροίζειν εἰκόνα τινὰ τῆς δημοκρατίας παρείχετο, τῷ δὲ δὴ ξίφει ὃ o(\ Reim., w(=i L. παρέζωστο καὶ τῷ πλήθει τῶν συνόντων οἱ στρατιωτῶν τοῖς τε ἔργοις αὐτοῖς ὅτι
 
μάλιστα τὴν μοναρχίαν ἐνεδείκνυτο· καὶ γὰρ ἁρπαγαὶ καὶ ὕβρεις καὶ σφαγαὶ πολλαὶ ἐγίγνοντο. καὶ ἦν οὐ τὸ παρὸν μόνον τοῖς Ῥωμαίοις χαλεπώτατον, ἀλλʼ ὅτι καὶ ἐς τὸν Καίσαρα πολὺ πλείω καὶ δεινότερα ὑπωπτεύετο· ὅπου γὰρ ὁ ἵππαρχος οὐδὲ ἐν ταῖς πανηγύρεσι τὸ ξίφος κατετίθετο (τὰς γὰρ πλείους ταῖς τοῦ Καίσαρος παρασκευαῖς
 
ἐπετέλεσεν· ὀλίγας γάρ τινας καὶ οἱ δήμαρχοι ἐποίησανʼ, τίς οὐκ ἂν αὐτὸν τὸν δικτάτορα ὑπετόπησεν; εἰ γάρ τις καὶ τὴν χρηστότητα αὐτοῦ, ὑφʼ ἧς πολλῶν καὶ ἀντιπολεμησάντων οἱ ἐπέφειστο, ἐνενόει, ἀλλʼ οὔτοι καὶ ἐπὶ τῶν ὁμοίων τούς τε ἐφιεμένους ἀρχῆς καὶ τοὺς καταπράξαντας αὐτὴν μένοντας ἰδόντες καὶ ἐκεῖνον ἀλλοιωθήσεσθαι
 
προσεδόκων. ἐλυποῦντό τε οὖν, καὶ πολλὰ πρὸς ἀλλήλους, οἷς γε καὶ ἀσφάλειά τις ἦν, διελάλουν. οὐ γάρ που καὶ πᾶσιν ἀδεῶς συγγίγνεσθαι ἐδύναντο· καὶ γὰρ οἱ πάνυ φίλοι δοκοῦντές kai\ ga\r oi( pa/nu fi/loi dokou=ntes Bs., ka)\n ga\r pa/nu fi/loi e)do/koun L. τινων εἶναι, συγγενεῖς τε ἕτεροι, διέβαλλόν die/ballo/n R. Steph., die/balo/n L. σφας, τὰ μὲν παρατρέποντες τὰ δὲ καὶ
 
παντάπασι καταψευδόμενοι. ὅθεν οἱ λοιποὶ καὶ κατὰ τοῦτο οὐχ ἥκιστα ἐκακοπάθουν, ὅτι μήτε προσολοφύρασθαι μήτʼ ἐπικοινῶσαι ἔχοντες οὐδʼ ou)d' Pflugk, ou)/t' L. ἀπαλλαγῆναί ποτε αὐτοῦ ἐδύναντο. ἡ μὲν γὰρ πρὸς τοὺς ὁμοπαθεῖς συνουσία ἔφερέ τινα αὐτοῖς
 
κούφισιν, καί τις ἀσφαλῶς ἐκλαλήσας τέ τι καὶ ἀντακούσας οἷα ἔπασχον ῥᾴων ἐγίγνετο· ἡ δὲ δὴ πρὸς τοὺς οὐχ ὁμοήθεις ἀπιστία καθείργνυ τε ἐν ταῖς ψυχαῖς αὐτῶν τὴν ἀνίαν καὶ ἐπὶ πλεῖον αὐτὰς ἐξέκαε, μήτʼ ἀποφυγὴν mh/t' a)pofugh\n Cary, mhtaporahn L. μήτʼ ἀνάπαυσίν τινα
 
λαμβανούσας. πρὸς γὰρ τῷ κατεχόμενα ἔνδον τὰ παθήματά σφας τηρεῖν, καὶ εὐλογεῖν αὐτὰ καὶ θαυμάζειν, ἑορτάζειν τε καὶ βουθυτεῖν εὐθυμεῖσθαί τε ἐπʼ αὐτοῖς ἠναγκάζοντο.
 
οὕτω μὲν οἱ Ῥωμαῖοι οἱ ἐν τῇ πόλει τότε ὄντες διετίθεντο· ὥσπερ δὲ οὐκ ἀποχρῶν αὐτοῖς ὑπὸ τοῦ Ἀντωνίου κακοῦσθαι, Λούκιός τέ τις Τρεβέλλιος καὶ Πούπλιος Κορνήλιος Δολοβέλλας δήμαρχοι ἐστασίασαν. οὗτος μὲν γὰρ τοῖς ὀφείλουσιν, ἐξ ὧν καὶ αὐτὸς ἦν, διὸ dio\ Rk., kai\ dio\ L καὶ ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπὶ τῇ δημαρχίᾳ
 
μετέστη, συνηγωνίζετο· ἐκεῖνος δὲ ἔλεγε μὲν τῶν ἀμεινόνων προΐστασθαι, proi+/stasqai H. Steph., prosi/stasqai L. ἐκ δὲ δὴ τοῦ ὁμοίου αὐτῷ καὶ γράμματα ἐξετίθει καὶ σφαγαῖς ἐχρῆτο. e)xrh=to R. Steph., e)xra=to L. ταραχή τε οὖν καὶ ἐκ τούτων πολλὴ ἐγίγνετο, καὶ ὅπλα πολλὰ καὶ πανταχοῦ ἑωρᾶτο, καίτοι τῶν τε βουλευτῶν ἀπαγορευσάντων μηδὲν πρὸ τῆς τοῦ Καίσαρος ἀφίξεως καινοτομηθῆναι, καὶ τοῦ Ἀντωνίου μηδένα ἐν τῷ ἄστει ἰδιώτην ὁπλοφορεῖν.
 
καὶ οὐ γὰρ ἐσήκουον, ἀλλὰ πάντα δὴ πάντως καὶ ἐπʼ ἀλλήλοις καὶ ἐπʼ ἐκείνοις ἐποίουν, τρίτη στάσις τοῦ τε Ἀντωνίου καὶ τῆς γερουσίας ἐγένετο· ἵνα γὰρ καὶ παρʼ αὐτῆς τά τε ὅπλα καὶ τὴν ἐξουσίαν τὴν ἀπʼ a)p' Rk., e)p' L. αὐτῶν, ᾗ φθάσας ἐχρῆτο, προστεθεῖσθαι νομισθείη, στρατιώτας τε ἐντὸς τοῦ τείχους τρέφειν καὶ τὴν πόλιν διὰ φυλακῆς μετὰ τῶν ἄλλων
 
δημάρχων ποιεῖσθαι ἔλαβε. κἀκ τούτου Ἀντώνιος μὲν ἐν νόμῳ δή τινι πάνθʼ ὅσα ἐπεθύμει ἔδρα, Δολοβέλλας δὲ καὶ Τρεβέλλιος ὄνομα μὲν βιαίου πράξεως εἶχον, ἀντηγωνίζοντο δὲ ὑπό τε τῆς θρασύτητος καὶ ὑπὸ τῆς παρασκευῆς καὶ ἀλλήλοις καὶ ἐκείνῳ, ὥσπερ τινὰ καὶ αὐτοὶ ἡγεμονίαν παρὰ τῆς βουλῆς εἰληφότες.
 
κἀν τούτῳ Ἀντώνιος πυθόμενος τὰ στρατόπεδα, ἃ μετὰ τὴν μάχην ὁ Καῖσαρ ἐς τὴν Ἰταλίαν ὡς καὶ ἐφεψόμενός σφισι προέπεμψε, proe/pemye R. Steph., prose/pemye L. μηδὲν ὑγιὲς δρᾶν, καὶ φοβηθεὶς μή τι νεωτερίσωσι, τὸ μὲν ἄστυ τῷ Καίσαρι τῷ Λουκίῳ ἐπέτρεψε, πολίαρχον αὐτὸν ἀποδείξας, ὃ μηπώποτε πρὸς ἱππάρχου ἐγεγόνει, αὐτὸς δὲ πρὸς τοὺς στρατιώτας
 
ἐξώρμησεν. οἱ οὖν δήμαρχοι οἱ ἀντιστασιάζοντές σφισι τοῦ τε Λουκίου διὰ τὸ γῆρας κατεφρόνησαν, καὶ πολλὰ καὶ δεινά, μέχρις οὗ τὸν Καίσαρα τά τε ἐν τῇ Αἰγύπτῳ διῳκηκότα καὶ ἐς τὴν Ῥώμην ὡρμηκότα ἐπύθοντο, καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους
 
ἐξειργάσαντο. ὡς γὰρ οὐκέτʼ αὐτοῦ ἐπανήξοντος, ἀλλʼ ἐκεῖ που πρὸς τῶν Αἰγυπτίων, ὥσπερ που ἤκουον, ἀπολουμένου, διεφέροντο. τότε δὲ χρόνον μέν τινα ἐμετρίασαν, ἐπεὶ δὲ ἐπὶ τὸν Φαρνάκην ἐκεῖνος πρότερον ἐπεστράτευσεν, ἐστασίασαν αὖθις.
 
ὁ οὖν Ἀντώνιος μήτε ἐπισχεῖν αὐτοὺς δυνάμενος, καὶ τῷ πλήθει διὰ τὴν πρὸς τὸν Δολοβέλλαν ἐναντίωσιν προσκρούων, τὰ μὲν πρῶτα τούτῳ προσέθετο, καὶ τὸν Τρεβέλλιον ἄλλα τε ἐπῃτιᾶτο καὶ ὅτι τοὺς στρατιώτας σφετερίζοιτο·
 
ἔπειτα δὲ αἰσθόμενος τὸν ὅμιλον ἑαυτοῦ μὲν μηδὲν προτιμῶντα τῷ δὲ Δολοβέλλᾳ μόνῳ προσκείμενον, ἠχθέσθη καὶ μετεβάλετο, meteba/leto Bk., meteba/lleto L. ἄλλως τε καὶ ὅτι τῆς μὲν παρὰ τοῦ πλήθους χάριτος οὐκ ou)k supplied by Reim. ἐκοινώνει οἱ, τῆς δὲ παρὰ τῶν βουλευτῶν
 
αἰτίας τὸ πλεῖστον μετελάμβανε. καὶ τῷ μὲν λόγῳ ἐν μέσῳ ἀμφοῖν ἔστη, τῷ δὲ ἔργῳ τὸν Τρεβέλλιον κρύφα ἀνθείλετο, καὶ τά τε ἄλλα αὐτῷ συνηγωνίζετο καὶ στρατιώτας λαβεῖν ἐπέτρεψεν. καὶ ὁ μὲν θεατὴς ἐκ τούτου καὶ ἀγωνοθέτης αὐτῶν ἐγίγνετο, ἐκεῖνοι δὲ ἐμάχοντο, καὶ τῆς τε πόλεως τὰ ἐπικαιρότατα ἀντικατελάμβανον καὶ φόνους τε καὶ ἐμπρήσεις e)mprh/seis R. Steph., e)mprh/seis te L. ἐποίουν, ὥστε καὶ τὰ ἱερά ποτε ἐκ τοῦ Ἑστιαίου ὑπὸ τῶν
 
ἀειπαρθένων ἐκκομισθῆναι. αὖθίς τε οὖν φυλακὴν οἱ βουλευταὶ τῆς πόλεως ἀκριβεστέραν τῷ ἱππάρχῳ ἐψηφίσαντο, καὶ στρατιωτῶν ἅπασα
 
ὡς εἰπεῖν ἡ πόλις ἐπληρώθη. οὐ μέντοι καὶ παῦλά τις ἐγένετο. ὁ γὰρ Δολοβέλλας ἀπογνοὺς συγγνώμης τινὸς παρὰ τοῦ Καίσαρος τεύξεσθαι, teu/cesqai Reim., teu/casqai L. μέγα τι κακὸν ἐπεθύμει δράσας ἀπολέσθαι ὡς καὶ ὄνομα ἐκ τούτου ἐς ἀεὶ σχήσων· ἤδη γάρ τινες καὶ τῶν κακίστων ἔργων ἐρασταὶ ἐπὶ τῇ φήμῃ γίγνονται. ὑφʼ οὗπερ καὶ ἐκεῖνος τά τε ἄλλα ἐτάραττε, καὶ τοὺς νόμους, τόν τε περὶ τῶν χρεῶν καὶ τὸν περὶ τῶν ἐνοικίων, ἐν ῥητῇ τινι ἡμέρᾳ
 
θήσειν ὑπέσχετο. ὡς οὖν τοῦτό τε προεπήγγελτο proeph/ggelto Bk., proephgge/lleto L. καὶ ὁ ὄχλος τά τε περὶ τὴν ἀγορὰν ἀποφράξας καὶ πύργους ἔστιν ᾗ ξυλίνους ἐπικαταστήσας e)pikatasth/sas Rk., a)pokatasth/sas L. ἕτοιμος παντὶ τῷ ἐναντιωθησομένῳ σφίσιν ἐπιχειρῆσαι ἐγένετο, ἐνταῦθʼ ὁ Ἀντώνιος στρατιώτας ἅμα τῇ ἡμέρᾳ πολλοὺς ἐκ τοῦ Καπιτωλίου καταγαγὼν τάς τε σανίδας τῶν νόμων κατέκοψε, καί τινας καὶ μετὰ τοῦτο ταραχώδεις ἀπʼ a)p' Rk., e)p' L. αὐτοῦ τοῦ Καπιτωλίου κατεκρήμνισεν.
 
οὐ μέντοι καὶ ἐπαύσαντο διὰ τοῦτο tou=to R. Steph., tou/tou L. στασιάζοντες, ἀλλʼ ὅσῳ πλείους αὐτῶν ἀπώλλυντο, τόσῳ μᾶλλον οἱ περιλιπεῖς ἐθορύβουν, νομίζοντες τὸν Καίσαρα μεγίστῳ τε καὶ δυσχερεστάτῳ πολέμῳ συμπεπλέχθαι. οὐδὲ ἐπέσχον πρὶν αὐτὸν ἐκεῖνον
 
ἐξαπιναίως σφίσιν ὀφθῆναι. οὕτω δὲ καὶ ἄκοντες ἡσύχασαν. καὶ οἱ μὲν πᾶν ὅ τι ποτὲ ἐνεδέχετο πείσεσθαι προσεδόκων, λόγος τε ἐπʼ αὐτοῖς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν ἦν, h)=n supplied by Xyl. τῶν μὲν τά, τῶν δὲ τὰ δικαιούντων· ὁ δὲ δὴ Καῖσαρ τῷ συνήθει οἱ τρόπῳ καὶ τότε ἐχρήσατο. τῇ τε γὰρ παρούσῃ αὐτῶν καταστάσει ἠρκέσθη, καὶ οὐδὲν τῶν προγενομένων ἐπολυπραγμόνησεν, ἀλλὰ πάντων τε ἐφείσατο καί τινας αὐτῶν καὶ ἐτίμησεν, ἄλλους
 
τε καὶ τὸν Δολοβέλλαν. εὐεργεσίαν γάρ τινα αὐτῷ ὀφείλων οὐκ ἠξίωσεν αὐτῆς ἐκλαθέσθαι· οὐ γὰρ ὅτι ἠδικήθη, διὰ τοῦτο καὶ ἐκείνης ὠλιγώρησεν, ἀλλʼ ἐξ ὧν εὖ ἐπεπόνθει, καὶ ἐπὶ τούτῳ οἱ συνέγνω, καὶ τά τε ἄλλα αὐτὸν ἐν τιμῇ ἤγαγεν, καὶ ὕπατον οὐ πολλῷ ὕστερον μηδὲ στρατηγήσαντα ἀπέδειξε.
 
ταῦτα μὲν ἐν τῇ Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀπουσίαν ἐγένετο· χρόνιος δὲ ἐπʼ αὐτήν, καὶ οὐκ εὐθὺς ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ, ἦλθε διὰ τάδε. οἱ Αἰγύπτιοι ταῖς τῶν χρημάτων ἐσπράξεσι βαρυνόμενοι, καὶ δεινῶς φέροντες ὅτι
 
μηδὲ τῶν ιερῶν τις ἀπείχετο (θρησκεύουσί τε γὰρ πολλὰ περισσότατα ἀνθρώπων, καὶ πολέμους ὑπὲρ αὐτῶν καὶ πρὸς ἀλλήλους, ἅτε μὴ καθʼ ἓν ἀλλὰ καὶ ἐκ τοῦ ἐναντιωτάτου καὶ αὑτοῖς au(toi=s R. Steph., au)toi=s L. τιμῶντές τινα, ἀναιροῦνταἰ, τούτοις τε οὖν ἀγανακτήσαντες, καὶ προσέτι φοβηθέντες μὴ τῇ Κλεοπάτρᾳ ἅτε μέγα παρὰ τῷ Καίσαρι δυναμένῃ
 
παραδοθῶσιν, ἐταράχθησαν. ἐκείνη τε γὰρ τέως μὲν διʼ ἑτέρων παρʼ αὐτῷ διὰ τὸν ἀδελφὸν ἐδικάζετο, ἔπειτα δὲ ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέμαθεν (ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, συνεγίγνετὀ, πέμπει πρὸς αὐτὸν au)to\n Leuncl., au)to\n kai\ L. προδίδοσθαί τε ὑπὸ τῶν φίλων λέγουσα καὶ ἀξιοῦσα αὐτὴ διʼ ἑαυτῆς
 
ἀγωνίσασθαι. ἄλλως τε γὰρ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε,
 
καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο, ὥστε λαμπρά τε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα, κἀκ τούτου πάντα τινὰ καὶ δυσέρωτα καὶ ἀφηλικέστερον ἐξεργάσασθαι δυναμένη, πρὸς τρόπου τε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶ
 
πάντα ἐν τῷ κάλλει τὰ δικαιώματα ἔθετο. ᾐτήσατό τε οὖν ἐς ὄψιν αὐτοῦ ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησέ τε ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ ἡ μὲν ταῦτα μηχανησαμένη ἔς τε τὴν πόλιν ἅμα (ἔξω γὰρ καὶ ἐκείνης ἦνʼ καὶ ἐς τὰ βασίλεια
 
λάθρᾳ τοῦ Πτολεμαίου νυκτὸς ἐσῆλθεν· ὁ δὲ δὴ Καῖσαρ ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα ὑπό τε τὴν ἕω τόν τε Πτολεμαῖον μεταπέμψασθαι καὶ συναλλάξαι σφᾶς ἐπιχειρῆσαι· ἧς γὰρ δικαστὴς πρότερον ἠξιοῦτο εἶναι, τότε ταύτῃ συνεδίκει.
 
ὁ οὖν παῖς, διά τε τοῦτο καὶ ὅτι τὴν ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπηδήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι, καὶ τέλος τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς περισπάσας ἔρριψε. θορύβου δὲ ἐπὶ τούτῳ μεγάλου συμβάντος ἐκεῖνον μὲν οἱ Καισάρειοι στρατιῶται συνήρπασαν, τὸ δὲ δὴ Αἰγύπτιον
 
ἐταράττετο· κἂν αὐτοβοεὶ τὰ βασίλεια καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης ἅμα προσβαλόντες prosbalo/ntes cod. Peir., prosba/llontes L. εἷλον (τοῖς γὰρ Ῥωμαίοις οὐδὲν ἀξιόμαχον, ἅτε καὶ φίλων σφῶν δοκούντων εἶναι, παρῆνʼ, εἰ μὴ φοβηθεὶς ὁ Καῖσαρ προῆλθέ τε ἐς αὐτούς, καὶ ἐν τῷ ἀσφαλεῖ στὰς πάντα σφίσιν, ὅσα ἂν ἐθελήσωσι,
 
πράξειν ὑπέσχετο. καὶ μετὰ τοῦτο ἐς ἐκκλησίαν ἐσελθὼν τόν τε Πτολεμαῖον καὶ τὴν Κλεοπάτραν παρεστήσατο, καὶ τὰς διαθήκας τοῦ πατρὸς αὐτῶν ἀνέγνω, ἐν αἷς ἐκείνους μὲν συνοικῆσαί τε ἀλλήλοις κατὰ τὰ τῶν Αἰγυπτίων πάτρια καὶ βασιλεύειν ἅμα, a(/ma Rk., a)lla\ L. τὸν δὲ δὴ τῶν Ῥωμαίων δῆμον τὴν ἐπιτροπείαν σφῶν ἔχειν ἐγέγραπτο.
 
πράξας δὲ τοῦτο, καὶ ἐπειπὼν ὅτι ἑαυτῷ, δικτάτορι ὄντι καὶ πᾶν τὸ τοῦ δήμου κράτος ἔχοντι, τήν τε ἐπιμέλειαν τῶν παίδων ποιεῖσθαι καὶ τὰ δόξαντα τῷ πατρὶ αὐτῶν ἐπιτελεῖν προσήκει, ἐκείνοις τε τὴν βασιλείαν ἀμφοτέροις ἔδωκε, καὶ τῇ Ἀρσινόῃ τῷ τε Πτολεμαίῳ τῷ νεωτέρῳ, τοῖς ἀδελφοῖς σφων, Κύπρον ἐχαρίσατο.
 
τοσοῦτον γάρ που δέος αὐτὸν ἔσχεν ὥστε μὴ μόνον μηδὲν τῶν τῆς Αἰγύπτου προσλαβεῖν, ἀλλὰ καὶ τῶν οἰκείων τι αὐτοῖς προσδοῦναι.
 
τότε μὲν οὕτως ἐπαύσαντο, αὖθις δὲ οὐ πολλῷ ὕστερον ἐκινήθησαν ὥστε καὶ πολεμῆσαι. ὁ γὰρ Ποθεινὸς ὁ τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένος (εὐνοῦχος δὲ ἦν καὶ τοὺς Αἰγυπτίους ἐν τοῖς μάλιστα
 
συνετεταράχεἰ, δείσας μὴ καὶ δίκην ποτὲ ἐπὶ τούτῳ δῷ, πέμπει κρύφα πρὸς τὸν Ἀχιλλᾶν περὶ τὸ Πηλούσιον ἔτι καὶ τότε ὄντα, καὶ αὐτὸν ἐκφοβήσας τε ἅμα καὶ ἐπελπίσας προσηταιρἵ??ʼ σατο, καὶ μετὰ τοῦτο καὶ τοὺς ἄλλους τοὺς
 
τὰ ὅπλα ἔχοντας ᾠκειώσατο. πᾶσί τε γὰρ ὁμοίως δεινὸν ἐδόκει εἶναι ὑπὸ γυναικὸς ἄρχεσθαι, ὑποψίᾳ τοῦ τὸν Καίσαρα τότε μὲν ἐπὶ τῇ καταστάσει σφῶν ἀμφοτέροις δῆθεν αὐτοῖς τὴν βασιλείαν δεδωκέναι, προϊόντος δὲ δὴ τοῦ χρόνου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme