Book 42
ἔδοξε. Πομπήιος μὲν δὴ κράτιστος πρότερον Ῥωμαίων νομισθείς, ὥστε καὶ Ἀγαμέμνονα αὐτὸν ἐπικαλεῖσθαι, τότε καθάπερ τις καὶ αὐτῶν τῶν Αἰγυπτίων ἔσχατος, πρός τε τῷ Κασίῳ *kasi/w| v. Hers., kassi/wi L. ὄρει καὶ ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ποτε τά τε τοῦ Μιθριδάτου καὶ τὰ τῶν καταποντιστῶν ἐπινίκια ἤγαγεν, ἐσφάγη,
ὥστε μηδὲν μηδὲ ἐν τούτῳ ὁμολογηθῆναι· ἔν τε γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ τὰ λαμπρότατα πρὶν πράξας τότε τὰ ἀλγεινότατα ἔπαθε, καὶ ἐς πάντας τοὺς πολίτας τοὺς Κασσίους ἐκ χρησμοῦ τινος ὑποπτεύων πρὸς μὲν ἀνδρὸς a)ndro\s Xiph., a)ndrw=n L. Κασσίου οὐδενὸς ἐπεβουλεύθη, παρὰ δὲ δὴ τῷ ὄρει τῷ τὴν ἐπίκλησιν ταύτην ἔχοντι καὶ ἀπέθανε καὶ ἐτάφη.
τῶν δὲ δὴ συμπλεόντων αὐτῷ οἱ μὲν αὐτίκα ἑάλωσαν οἱ δὲ καὶ ἔφυγον, ἄλλοι τε καὶ ὁ παῖς ἥ τε γυνὴ αὐτοῦ. καὶ ἡ μὲν καὶ ἐς τὴν Ῥώμην μετὰ ταῦτα ἀδείας τυχοῦσα ἀνεσώθη, ὁ δὲ δὴ Σέξτος ἐς τὴν Ἀφρικὴν πρὸς τὸν ἀδελφὸν τὸν Γναῖον ἐκομίσθη· τούτοις γὰρ δὴ τοῖς ὀνόμασι διακεκρίδαται, ἐπειδὴ τὴν τοῦ Πομπηίου πρόσρησιν ἀμφότεροι εἶχον.
Καῖσαρ δὲ ὡς τότε μετὰ τὴν μάχην τὰ κατεπείγοντα διῳκήσατο, τὴν μὲν Ἑλλάδα τά τε λοιπὰ τὰ ταύτῃ ἄλλοις τισὶ καὶ προσποιεῖσθαι καὶ καθίστασθαι προσέταξεν, αὐτὸς δὲ τὸν Πομπήιον ἐπεδίωξε. καὶ μέχρι μὲν τῆς Ἀσίας κατὰ πύστιν αὐτοῦ προϊὼν proi+w\n Leuncl., prosiw\n L. ἠπείχθη, ἐνταῦθα δέ, ἐπειδὴ μηδεὶς
ὅπῃ πεπλευκὼς ἦν ἠπίστατο, ἐνδιέτριψεν. οὕτω δʼ οὖν ἐν τύχῃ πάντα αὐτῷ προεχώρει ὥστε καὶ τὸν Ἑλλήσποντον ἐν πορθμείῳ τινὶ περαιούμενος ἐνέτυχε μὲν τῷ τοῦ Πομπηίου ναυτικῷ μετὰ τοῦ Κασσίου τοῦ Λουκίου πλέοντι, οὐ μόνον δὲ οὐδὲν δεινὸν ὑπʼ αὐτῶν ἔπαθεν, ἀλλὰ καὶ προσκαταπλήξας
σφᾶς προσεποιήσατο. κἀκ τούτου καὶ τὰ ἄλλα τὰ ἐκείνῃ, μηδενὸς ἔτʼ ἀνταίροντος, παρελάμβανε καὶ διῴκει, χρημάτων μὲν ἐκλογήν, ὥσπερ εἶπον, ποιούμενος, ἄλλο δὲ μηδὲν μηδένα λυπῶν, ἀλλὰ καὶ εὐεργετῶν πάντας ὅσα ἐνεδέχετο. τοὺς γοῦν τελώνας πικρότατά σφισι χρωμένους ἀπαλλάξας, ἐς φόρου συντέλειαν τὸ συμβαῖνον ἐκ τῶν τελῶν κατεστήσατο.
κἀν τούτῳ πυθόμενος τὸν Πομπήιον πρὸς τὴν Αἴγυπτον πλέοντα, καὶ δείσας μὴ προκατασχὼν
αὐτὴν αὖθις ἰσχύσῃ, ἀφωρμήθη κατὰ τάχος. καὶ ἐκεῖνον μὲν οὐκέτι περιόντα κατέλαβε, τῇ δʼ Ἀλεξανδρείᾳ αὐτῇ μετʼ ὀλίγων πολὺ πρὸ τῶν ἄλλων, πρὶν τὸν Πτολεμαῖον ἐκ τοῦ Πηλουσίου ἐλθεῖν, προσπλεύσας, καὶ τοὺς Ἀλεξανδρέας θορυβουμένους ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ εὑρών, οὐκ ἐθάρσησεν εὐθὺς ἐς τὴν γῆν ἐκβῆναι, ἀλλʼ ἀνορμισάμενος ἀνεῖχε μέχρις οὗ τήν τε κεφαλὴν καὶ τὸν δακτύλιον αὐτοῦ πεμφθέντα
οἱ ὑπὸ τοῦ Πτολεμαίου εἶδεν. οὕτω δὴ dh\ R. Steph., de\ L. ἐς μὲν τὴν ἤπειρον θαρσούντως προσέσχεν, ἀγανακτήσεως δὲ ἐπὶ τοῖς ῥαβδούχοις αὐτοῦ παρὰ τοῦ πλήθους γενομένης αὐτὸς μὲν ἀγαπητῶς ἐς τὰ βασίλεια προκατέφυγε, τῶν δὲ δὴ στρατιωτῶν τινες τὰ ὅπλα ἀφῃρέθησαν, καὶ διὰ τοῦθʼ οἱ λοιποὶ ἀνωρμίσαντο αὖθις, ἕως πᾶσαι αἱ νῆες ἐπικατήχθησαν.
ὁ δʼ οὖν Καῖσαρ τὴν τοῦ Πομπηίου κεφαλὴν ἰδὼν κατεδάκρυσε καὶ κατωλοφύρατο, πολίτην τε αὐτὸν καὶ γαμβρὸν ὀνομάζων, καὶ πάνθʼ ὅσα ποτὲ ἀλλήλοις ἀνθυπουργήκεσαν ἀναριθμούμενος. τοῖς τε ἀποκτείνασιν αὐτὸν οὐχ ὅπως εὐεργεσίαν τινὰ ὀφείλειν ἔφη, ἀλλὰ καὶ ἐπεκάλει, καὶ ἐκείνην κοσμῆσαί τε καὶ εὐθετῆσαι καὶ θάψαι τισὶν
ἐκέλευσε. καὶ ἐπὶ μὲν τούτῳ ἔπαινον ἔσχεν, ἐπὶ δὲ δὴ τῇ προσποιήσει γέλωτα ὠφλίσκανε· τῆς γὰρ δυναστείας δεινῶς ἀπʼ ἀρχῆς ἐφιέμενος, καὶ ἐκεῖνον καὶ ὡς ἀνταγωνιστὴν καὶ ὡς ἀντίπαλον ἀεί ποτε μισήσας, καὶ τά τε ἄλλα ἐπʼ αὐτῷ
πάντα πράξας καὶ τὸν πόλεμον τόνδε οὐκ ἐπʼ ἄλλο τι παρασκευάσας ἢ ἵνα ἀπολομένου αὐτοῦ πρωτεύσῃ, τότε τε ἐς τὴν Αἴγυπτον οὐ διʼ ἄλλο τι ἐπειχθεὶς ἢ ἵνα αὐτόν, εἰ περιείη, προσκατεργάσαιτο, ποθεῖν τε αὐτὸν ἐπλάττετο καὶ ἀγανακτεῖν τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο.
καὶ ὁ μὲν μηδὲν ἔτι πολέμιον ὑπεξῃρημένου οἱ ἐκείνου καταλείπεσθαι katalei/pesqai St., katalipe/sqai L. νομίζων, ἐν τῇ Αἰγύπτῳ ἐνεχρόνισεν ἀργυρολογῶν καὶ τὰ τοῦ kai\ ta\ tou= R. Steph., kai\ kata\ tou= L. Πτολεμαίου καὶ τὰ τῆς Κλεοπάτρας διάφορα διακρίνων· πόλεμοι δὲ ἐν τούτῳ ἕτεροι αὐτῷ παρεσκευάσθησαν.
ἥ τε γὰρ Αἴγυπτος ἐνεόχμωσε, καὶ ὁ Φαρνάκης ἤρξατο μὲν εὐθύς, ἐπειδὴ πρῶτον τόν τε Πομπήιον καὶ τὸν Καίσαρα ἐκπεπολεμῶσθαι ἔμαθε, τῆς th=s Rk., th=s te L. πατρῴας ἀρχῆς ἀντιποιεῖσθαι (χρονιεῖν τε γὰρ αὐτοὺς ἐν τῇ στάσει καὶ τὰς δυνάμεις τῶν Ῥωμαίων αὐτὰς περὶ αὑταῖς ἀναλώσειν
ἤλπισενʼ, εἴχετο δὲ καὶ τότε τῶν προκειμένων, ὅτι τε ἅπαξ ἐκεκίνητο καὶ ὅτι πόρρω τὸν Καίσαρα ὄντα ἐπύθετο, καὶ πολλά γε χωρία προκατέλαβε. κἀν τούτῳ καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων, οἵ τε ἄλλοι οἱ τὴν αὐτήν σφισι γνώμην ἔχοντες, καὶ ἐμφύλιον καὶ ὀθνεῖον ἐν τῇ Ἀφρικῇ πόλεμον ἤγειραν.
ἔσχε γὰρ οὕτως. ὁ Κάτων ἐν τῷ Δυρραχίῳ πρὸς τοῦ Πομπηίου τά τε ἐκ τῆς Ἰταλίας ἐπιτηρεῖν, ἄν τις διαβαίνῃ, καὶ τοὺς Παρθινοὺς κατείργειν, ἄν τι παρακινῶσι, καταλειφθεὶς τὸ
μὲν πρῶτον ἐκείνοις ἐπολέμει, ἡττηθέντος δὲ τοῦ Πομπηίου τὴν μὲν Ἤπειρον ἐξέλιπεν, ἐς δὲ Κέρκυραν μετὰ τῶν ὁμογνωμονούντων οἱ κομισθεὶς ἐνταῦθα τούς τε ἐκ τῆς μάχης διαφυγόντας καὶ τοὺς ἄλλους τοὺς τὰ αὐτὰ φρονοῦντας ἐδέχετο. Κικέρων μὲν γὰρ καὶ ἄλλοι τινὲς τῶν βουλευτῶν
ἐς τὴν Ῥώμην παραχρῆμα ἀπῆραν· οἱ δὲ δὴ πλείους μετά τε τοῦ Λαβιήνου καὶ μετὰ τοῦ Ἀφρανίου, ἅτε μηδεμίαν ἐν τῷ Καίσαρι ἐλπίδα, ὁ μὲν ὅτι ηὐτομολήκει, ὁ δὲ ὅτι σωθεὶς ὑπʼ αὐτοῦ αὖθίς οἱ ἐπεπολεμήκει, ἐχόντων, πρός τε τὸν Κάτωνα ἦλθον καὶ ἐκεῖνον προστησάμενοι ἐπολέμουν.
καὶ μετὰ τοῦτο καὶ ὁ Ὀκτάουιός σφισι προσεγένετο. ὡς γὰρ τότε τὸν Ἰόνιον ἐσέπλευσε καὶ τὸν Ἀντώνιον τὸν Γάιον συνέλαβεν, ἄλλων μέν τινων χωρίων ἐκράτησε, τὴν δὲ δὴ Σάλωνα, καίπερ ἐπὶ πλεῖστον αὐτὴν πολιορκήσας, οὐχ
εἷλε. τά τε γὰρ ἄλλα ἰσχυρῶς αὐτὸν ἀπεκρούοντο, βοηθοῦντά σφισι τὸν Γαβίνιον ἔχοντες, καὶ τέλος μετὰ τῶν γυναικῶν ἐπεκδραμόντες μέγα ἔργον εἰργάσαντο· ἐκεῖναί τε γὰρ τάς τε κόμας καθεῖσαι καὶ στολὰς μελαίνας ἐνδυσάμεναι λαμπάδας τε λαβοῦσαι, καὶ τὸ σύμπαν πρὸς τὸ
φοβερώτατον σχηματισάμεναι, τῷ τε στρατοπέδῳ τῷ πολιορκοῦντί σφας νυκτὸς μέσης προσέμιξαν, καὶ τοὺς προφύλακας ὡς καὶ δαίμονές τινες ἐκ- πλήξασαι τὸ πῦρ ἐς τὸ χαράκωμα ἁπανταχόθεν ἅμα ἐνέβαλον, καὶ αὐτοὶ ἐπισπόμενοί σφισι πολλοὺς μὲν ταραττομένους πολλοὺς δὲ καὶ καθεύδοντας ἐφόνευσαν, καὶ ἐκεῖνό τε εὐθὺς κατέσχον, καὶ τὸ ναύσταθμον ἐν ᾧ ὁ Ὀκτάουιος
ηὐλίζετο αὐτοβοεὶ εἷλον. οὐ μέντοι καὶ ἐν ῥᾳστώνῃ τινὶ ἐγένοντο· διαφυγὼν γάρ πως αὐτοὺς δύναμίν τε αὖθις ἤθροισε, καὶ μάχῃ νικήσας προσήδρευε σφίσι. κἀν τούτῳ τοῦ Γαβινίου νόσῳ τελευτήσαντος τῆς τε θαλάσσης τῆς ἐκεῖ πάσης
ἐκράτησε, καὶ ἐς τὴν γῆν ἐκβαίνων πολλὰ αὐτῆς ἐκακούργει, μέχρις οὗ ἥ τε πρὸς pro\s Dind., pro\s tw=| L. Φαρσάλῳ μάχη ἐγένετο, καὶ οἱ στρατιῶται αὐτοῦ ἐπιπλευσάντων τινῶν ἐκ τοῦ Βρεντεσίου σφίσι μετέστησαν, μηδὲ ἐς χεῖρας αὐτοῖς ἐλθόντες. τότε γὰρ ἐρημωθεὶς τῶν συμμάχων ἐς τὴν Κέρκυραν ἀπεχώρησε.
καὶ ὁ Πομπήιος δὲ ὁ Γναῖος πρότερον μὲν τῷ τῶν Αἰγυπτίων ναυτικῷ περιπλέων τήν τε Ἤπειρον καλουμένην κατέτρεχε καὶ Ὠρικὸν *)wriko\n Xyl., nwriko\n L. (so just belos'. ὀλίγου εἷλε, Μάρκου Ἀκιλίου *)akili/ou Xyl., a)kuili/ou L. αὐτὸ κατέχοντος, καὶ τόν τε to/n te R. Steph., to/te L. ἔσπλουν τὸν ἐς τὸν λιμένα πλοίοις λίθων γέμουσι χώσαντος, xw/santos Xyl., xw/santes L. καὶ περὶ τὸ στόμα αὐτοῦ πύργους ἑκατέρωθεν ἐπί τε τῆς
ἠπείρου καὶ ἐφʼ ὁλκάδων ἐγείραντος. τούς τε γὰρ λίθους τοὺς ἐν τοῖς σκάφεσιν ἐγκειμένους κολυμβηταῖς ὑφύδροις u(fu/drois Xyl., e)fu/drois L. διασκεδάσας, καὶ αὐτὰ ἐκεῖνα κουφισθέντα ἑλκύσας, τόν τε ἔσπλουν ἠλευθέρωσε, καὶ μετὰ τοῦτο ὁπλίτας ἐφʼ ἑκάτερα τῆς χηλῆς ἐκβιβάσας ἐπεσέπλευσε, e)pese/pleuse Xyl., e)/peise pleu=sai L. καὶ τά τε πλοῖα πάντα καὶ τῆς πόλεως τὸ πολὺ
κατέκαυσεν. εἷλε δʼ ἂν καὶ τὴν λοιπήν, εἰ μὴ τρωθεὶς δέος τοῖς Αἰγυπτίοις μὴ καὶ ἀποθάνῃ παρέσχε. θεραπευθεὶς δʼ οὖν Ὠρικῷ μὲν οὐκέτι προσέβαλε, τὰ δʼ ἄλλα περιφοιτῶν ἐπόρθει, καί ποτε καὶ αὐτοῦ τοῦ Βρεντεσίου μάτην,
ὥσπερ που καὶ ἄλλοι τινές, ἐπείρασε. τέως μὲν δὴ ταῦτʼ ἐποίει· ἐπεὶ δὲ ὅ τε πατὴρ αὐτοῦ ἡττήθη καὶ οἱ Αἰγύπτιοι πυθόμενοι τοῦτο οἴκαδε ἀπέπλευσαν, οὕτω δὴ πρὸς τὸν Κάτωνα ἀφίκετο.
καὶ αὐτὸν Κάσσιος ὁ Γάιος ἐμιμήσατο, πλεῖστα μὲν καὶ τῆς Σικελίας καὶ τῆς Ἰταλίας λυπήσας, πολλαῖς δὲ μάχαις ἔν τε τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ συχνοὺς νικήσας.
προύχοντα μὲν δὴ dh\ Bk., toi\ L. τὸν Κάτωνα ἀρετῇ σφῶν ἰδόντες πολλοὶ πρὸς αὐτὸν συγκατέφυγον, καὶ αὐτοῖς ἐκεῖνος συναγωνισταῖς καὶ συμβούλοις πρὸς πάντα χρώμενος ἐς Πελοπόννησον, ὡς καὶ καταληψόμενος αὐτήν, ἔπλευσεν· οὐ γάρ πω
τὸν Πομπήιον τεθνεῶτα ἠκηκόει. καὶ Πάτρας μὲν κατέσχον, κἀνταῦθα ἄλλους τε πολλοὺς καὶ τὸν Πετρέιον τόν τε Πομπηίου γαμβρὸν τὸν Φαῦστον to/n te *pomphi/ou gambro\n to\n *fau=ston Leuncl., *pomph/ion to\n *fau=ston L. προσέλαβον· Κυίντου δὲ δὴ Φουφίου Καλήνου μετὰ τοῦτο ἐπιστρατεύσαντός σφισιν ἐξανήχθησαν, καὶ ἐς Κυρήνην ἐλθόντες καὶ ἐκεῖ τὸν τοῦ Πομπηίου θάνατον μαθόντες οὐκέτι συνεφρόνησαν,
ἀλλʼ ὁ μὲν Κάτων διʼ ἀχθηδόνα τῆς τοῦ Καίσαρος δυναστείας, καὶ ἄλλοι τινὲς διʼ ἀπόγνωσιν τῆς παρʼ αὐτοῦ συγγνώμης, ἔς τε τὴν Ἀφρικὴν μετὰ τοῦ στρατοῦ ἔπλευσαν καὶ τὸν Σκιπίωνα προσλαβόντες πάντα ἐπὶ τῷ
Καίσαρι ἔπραττον, οἱ δὲ δὴ πλείους ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἄλλοι ἀποχωρήσαντες ἀπήλλαξαν ὥς που καὶ συνέτυχε σφίσιν, οἱ δὲ καὶ πρὸς τὸν Καίσαρα παραχρῆμα ἐλθόντες, ἄλλοι τε καὶ Γάιος Κάσσιος, ἀδείας ἔτυχον.
ὁ δὲ δὴ Καλῆνος ἐπέμφθη τε ἐς τὴν Ἑλλάδα πρὸ τῆς μάχης ὑπὸ τοῦ Καίσαρος, καὶ εἷλεν ἄλλα τε καὶ τὸν Πειραιᾶ ἅτε καὶ ἀτείχιστον ὄντα. τὰς γὰρ Ἀθήνας, καίπερ πλεῖστα τὴν χώραν αὐτῶν κακώσας, οὐκ ἠδυνήθη πρὸ τῆς τοῦ
Πομπηίου ἥττης λαβεῖν· τότε γὰρ ἐθελονταὶ αὐτῷ προσεχώρησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ μηδὲν μνησικακήσας ἀθῴους ἀφῆκε, τοσοῦτον μόνον εἰπών, ὅτι πολλὰ ἁμαρτάνοντες ὑπὸ τῶν νεκρῶν σώζοιντο. τὸ δὲ δὴ ἔπος τοῦτο ἐδήλου ὅτι σφῶν διά τε τοὺς προγόνους καὶ διὰ τὴν δόξαν τήν τε
ἀρετὴν αὐτῶν ἐφείσατο. Ἀθῆναι μὲν οὖν καὶ τὰ ἄλλα τὰ πλείω τῆς Ἑλλάδος εὐθὺς τότε ὡμολόγησαν αὐτῷ, Μεγαρεῖς δὲ καὶ ὣς ἀντέσχον· πολλῷ τε te Dind., ge L. ὕστερον χρόνῳ τὰ μὲν βίᾳ τὰ δὲ καὶ προδοσίᾳ ἥλωσαν. ὅθενπερ φόνος τε αὐτῶν
πολὺς ἐγένετο καὶ οἱ λοιποὶ ἐπράθησαν. ὁ μέντοι Καλῆνος τοῦτο μέν, ἵνα δὴ καὶ κατʼ ἀξίαν αὐτοὺς τετιμωρῆσθαι δόξῃ, ἐποίησε· φοβηθεὶς δὲ μὴ καὶ παντελῶς ἡ πόλις ἀπόληται, πρῶτα μὲν τοῖς ἐπιτηδείοις σφᾶς, ἔπειτα δὲ καὶ ἐλαχίστου ἀπέδοτο, ἵνʼ ἐλευθερωθῶσι.
καὶ ὁ μὲν ταῦτα πράξας ἐπί τε τὰς Πάτρας ἐπεστράτευσε, καὶ ἀμαχεὶ αὐτάς, τόν τε Κάτωνα καὶ τοὺς μετʼ αὐτοῦ προεκφοβήσας, proekfobh/sas Leuncl., prosekfobh/sas L. κατέσχεν·
ἐν ᾧ δὲ ταῦτα tau=ta Rk., tau=ta/ te L. ὡς ἕκαστα ἐπράττετο, καὶ ἡ Ἰβηρία καίπερ εἰρηνεύσασα ἐκινήθη. ἐπειδὴ γὰρ ὁ Λογγῖνος ὁ Κύιντος πολλὰ καὶ τότε αὐτοὺς ἐλυμαίνετο, τὸ μὲν πρῶτον ὀλίγοι τινὲς συνέστησαν
ὡς καὶ ἀποκτενοῦντες αὐτόν· ἐπεὶ δὲ δὴ τρωθεὶς διέφυγε κἀκ τούτου πολλῷ μείζω σφᾶς ἠδίκει, συχνοὶ μὲν Κορδουβήσιοι συχνοὶ δὲ καὶ στρατιῶται, ἅτε καὶ τοῦ Πομπηίου γεγονότες,
ἐπανέστησαν αὐτῷ, Μᾶρκον Μάρκελλον Αἰσερνῖνον τὸν ταμίαν προστησάμενοι. οὐ μὴν καὶ ὅλῃ τῇ γνώμῃ αὐτοὺς προσεδέξατο, ἀλλὰ τό τε ἀστάθμητον τῶν πραγμάτων ὁρῶν καὶ τὴν ἔκβασίν σφων ἐφʼ ἑκάτερα προσδεχόμενος ἐπημφοτέριζε καὶ διὰ μέσου πάντα καὶ ἔλεγε καὶ ἔπραττεν, ὥστε, ἄν τε ὁ Καῖσαρ ἄν τε καὶ ὁ Πομπήιος κρατήσῃ, ἀμφοτέροις σφίσι συνηγωνίσθαι δόξαι.