Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

 
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ δευτέρῳ τῶν Δίωνος Ῥωμαϊκῶν
 
α. ὡς Πομπήιος ἡττηθεὶς ἐν Θεσσαλίᾳ ἔφυγεν εἰς Αἴγυπτον καὶ ἀπέθανεν.
 
β. ὡς Καῖσαρ Πομπήιον ἐπιδιώκων εἰς Αἴγυπτον ἦλθεν.
 
γ. ὡς ἠγγέλθη τὰ κατὰ Καίσαρα καὶ Πομπήιον εἰς Ῥώμην καὶ ἃ a(\ supplied by Xyl. (in transl.).
 
ἐψηφίσαντο τῷ Καίσαρι. 5
 
δ. ὡς ἐστασίασαν οἱ ἐν Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀποδημίαν.
 
ε. ὡς Καῖσαρ Αἰγυπτίοις πολεμήσας κατεστρέψατο αὐτοὺς καὶ τῇ
 
Κλεοπάτρᾳ ἐχαρίσατο.
 
ζ. ὡς Καῖσαρ Φαρνάκην ἐνίκησεν.
 
η. ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐν αὐτῇ κατεστήσατο. 10
 
θ. ὡς Καῖσαρ ἐς Ἀφρικὴν ἐστράτευσεν.
 
χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γ. th=s *g. Bs., th=s Reim., e)/th (??) L. Ἰουλίου Καίσαρος τὸ β καὶ Πουπλίου Σερουιλίου Ἰσαυρικοῦ ὑπατείας καὶ ἄλλο ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
 
γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ β L has u(p after b ; Xyl. deleted.
 
μ. Ἀντώνιος Μ. υἱ. ἵππαρχος ὑπάτω δὲ
 
κ. Φούφιος Κ. υἱ. Καλῆνος 15
 
π. Οὐατίνιος *ou)ati/nios R. Steph., ou)antinos L. π. υἱ.
 
ἡ μὲν οὖν μάχη τοιαύτη δή τις ἐγένετο, καὶ ἀπʼ αὐτῆς ὁ Πομπήιος πάντων τῶν ἑαυτοῦ πραγμάτων παραχρῆμα ἀπέγνω, καὶ οὐκέτʼ οὔτε ou)/te Pflugk, ou)de L. τῆς ἰδίας ἀρετῆς οὔτε τοῦ τῶν λοιπῶν στρατιωτῶν πλήθους οὔθʼ ὅτι πολλάκις ἡ τύχη διʼ ἐλαχίστου τοὺς πταίσαντας ἀναλαμβάνει λογισμόν τινα ἐποιήσατο, καίπερ ἐν τῷ πρόσθεν χρόνῳ πλεῖστον μὲν τὸ εὔθυμον πλεῖστον δὲ τὸ εὔελπι παρὰ πάντα ὅσα ἐσφάλη ἀεί ποτε σχών.
 
αἴτιον δὲ ὅτι ἐν μὲν ἐκείνοις ἀντίπαλος ὡς πλήθει τοῖς ἐναντίοις ὢν οὐ προελάμβανε τῇ γνώμῃ τὴν νίκην, ἀλλʼ ἐπʼ ἀμφότερα τὴν ἔκβασιν τῶν πραγμάτων, ἔν τε τῷ θαρσοῦντι καὶ πρὶν ἐς κατάπληξίν τινα ἀφικέσθαι, προσκοπῶν οὐκ ἠμέλει τῆς τοῦ χείρονος θεραπείας, καὶ διὰ τοῦτʼ οὔθʼ ὑπείκειν ταῖς συμφοραῖς ἠναγκάζετο καὶ ἀναμάχεσθαι ῥᾳδίως ἐδύνατο, τότε δὲ πολλῷ τοῦ Καίσαρος περισχήσειν ἐλπίσας οὐδὲν προείδετο.
 
οὔκουν ou)/koun Bk., ou)kou=n L. οὐδὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο, οὐδʼ ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε· τρῖψαί τε δυνηθεὶς ἂν τὰ πράγματα, κἀκ τούτου ἀμαχεὶ κρατῆσαι (στρατός τε γὰρ καθʼ ἑκάστην ἡμέραν αὐτῷ προσεγίγνετο, καὶ τὰ ἐπιτήδεια ἄφθονα ἅτε ἔν τε φιλίᾳ τῇ πλείστῃ χώρᾳ ὢν καὶ ναυκρατῶν εἶχενʼ, ὅμως, εἴτε ἐθελοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸ
 
τῶν συνόντων ἐκβιασθείς, συνέβαλε. καὶ διὰ ταῦτʼ, ἐπειδὴ τάχιστα ἐνικήθη, δεινῶς ἐξεπλάγη καὶ οὔτε τι ou)/te ti Xiph., ou)/ti e)/ti L. βούλευμα καίριον οὔτʼ ἐλπίδα βεβαίαν ἐς τὸ ἀνακινδυνεῦσαι ἔσχεν. ὅταν γάρ τι ἀπροσδοκήτως τέ τινι καὶ μετὰ πλείστου παραλόγου προσπέσῃ, τό τε φρόνημα αὐτοῦ ταπεινοῖ καὶ τὸ λογιζόμενον ἐκπλήσσει, ὥστʼ αὐτὸν κάκιστόν τε καὶ ἀσθενέστατον τῶν
 
πρακτέων κριτὴν γενέσθαι· οὐ γὰρ ἐθέλουσιν οἱ λογισμοὶ τοῖς φόβοις συνεῖναι, ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς ἀπωθοῦνται, ἂν δʼ ὑστερήσωσιν, ἡττῶνται.
 
διὰ μὲν δὴ ταῦτα καὶ ὁ Πομπήιος, ὡς οὐδὲν αὐτῶν προενόησε, καὶ γυμνὸς καὶ ἄφρακτος εὑρέθη, τάχʼ ἂν μὴ χαλεπῶς, εἴπερ τι προεώρατο, proew/rato Bk., proewra=to L. πάντα διὰ ταχέων ἀνακτησάμενος. τῶν τε γὰρ μεμαχημένων συχνοὶ περιεγεγόνεσαν, καὶ ἑτέρας δυνάμεις οὐ σμικρὰς εἶχε· τό τε μέγιστον καὶ χρήματα πολλὰ ἐκέκτητο καὶ τῆς θαλάσσης ἁπάσης ἐκράτει, αἵ τε πόλεις καὶ αἱ αὐτοῦ καὶ αἱ ἐν τῇ Ἀσίᾳ καὶ δυστυχήσαντα αὐτὸν
 
ἠγάπων. νῦν δʼ ἐπειδήπερ ἐφʼ ᾧ μάλιστα ἐθάρσει κακῶς ἀπήλλαξεν, οὐδὲ ἐκείνων οὐδενὶ ὑπὸ τῆς αὐτίκα τοῦ φόβου προσβολῆς ἐχρήσατο, ἀλλὰ τό τε ἔρυμα εὐθὺς ἐξέλιπε καὶ πρὸς Λάρισσαν
 
μετʼ ὀλίγων ἔφυγε. καὶ ἐς μὲν τὴν πόλιν οὐκ ἐσῆλθε καίτοι τῶν Λαρισσαίων ἐσκαλούντων, φοβηθεὶς μή τινα αἰτίαν ἐκ τούτου ὄφλωσιν· ἀλλʼ ἐκείνους μὲν τῷ κρατοῦντι προσχωρῆσαι ἐκέλευσεν, αὐτὸς δὲ τά τε ἐπιτήδεια λαβὼν καὶ ἐπὶ τὴν θάλασσαν καταβὰς ἐς Λέσβον ὁλκάδι o(lka/di R. Steph., o(lka/da L. πρός τε τὴν γυναῖκα τὴν Κορνηλίαν καὶ πρὸς τὸν υἱὸν
 
τὸν Σέξτον Here and in the majority of instances elseshere the Mss. read se/cston, but Xiph. and Zon. usually have se/cton. ἔπλευσε. καὶ αὐτοὺς παραλαβὼν καὶ μηδὲ ἐς τὴν Μυτιλήνην *mutilh/nhn Dind., mitulh/nhn L. ἐσελθὼν ἐς Αἴγυπτον ἀπῆρε, συμμαχίαν παρὰ τοῦ Πτολεμαίου τοῦ βασιλεύοντος αὐτῆς σχήσειν ἐλπίσας· τοῦ τε γὰρ Πτολεμαίου τοῦ διὰ τοῦ Γαβινίου τὴν βασιλείαν παρʼ αὐτοῦ ἀπολαβόντος υἱὸς ἦν, καὶ διὰ τοῦτο καὶ τὸ ναυτικὸν ἐς ἐπικουρίαν οἱ ἐπεπόμφει.
 
ἤκουσα μὲν γὰρ ὅτι καὶ ἐς Πάρθους φυγεῖν ἐβουλεύσατο, οὐ μέντοι καὶ πιστεύειν ἔχω. ἐκεῖνοί τε γὰρ τούς τε Ῥωμαίους πάντας, ἀφʼ οὗ σφισιν ὁ Κράσσος ἐπεστράτευσε, καὶ τὸν Πομπήιον μάλιστα ἅτε καὶ προσήκοντα αὐτῷ, οὕτως ἐμίσουν ὥστε καὶ τὸν πρεσβευτὴν αὐτοῦ πρὸς τὴν αἴτησιν τῆς βοηθείας ἐλθόντα δῆσαι
 
καίπερ βουλευτὴν ὄντα· καὶ ὁ Πομπήιος οὐκ ἄν ποτε τοῦ πολεμιωτάτου, οὗ γε ou(= ge Rk., ou)/te L. εὖ πράττων οὐκ ἐτετυχήκει, ἱκέτης ὑπέμεινε δυστυχήσας γενέσθαι.
 
Ἀλλʼ ἐς τὴν Αἴγυπτον διʼ ἅπερ εἶπον ὥρμησε, καὶ παρὰ τὴν ἤπειρον μέχρι Κιλικίας κομισθεὶς ἐκεῖθεν πρὸς τὸ Πηλούσιον ἐπεραιώθη, ὅπου ὁ Πτολεμαῖος Κλεοπάτρᾳ τῇ th=| supplied by R. Steph. ἀδελφῇ πολεμῶν
 
ἐστρατοπεδεύετο. τάς τε ναῦς ἀνοκωχεύσας a)nokwxeu/sas Dind., a)nakwxeu/sas L. ἔπεμψέ τινας, τῆς τε πατρῴας αὐτὸν εὐεργεσίας ἀναμιμνήσκων καὶ δεόμενος ἐπὶ ῥητοῖς τέ τισι καὶ βεβαίοις καταχθῆναι· ἐκβῆναι γὰρ πρὶν
 
ἀσφάλειάν τινα λαβεῖν οὐκ ἐθάρσησε. καὶ αὐτῷ ὁ μὲν Πτολεμαῖος οὐδέν (παῖς γὰρ ἔτι κομιδῇ ἦνʼ ἀπεκρίνατο, τῶν δὲ δὴ Αἰγυπτίων τινὲς καὶ Λούκιος Σεπτίμιος ἀνὴρ Ῥωμαῖος, συνεστρατευκὼς μέν ποτε τῷ Πομπηίῳ, συγγεγονὼς δὲ τῷ Γαβινίῳ καὶ πρὸς ἐκείνου τῷ Πτολεμαίῳ μετὰ στρατιωτῶν
 
ἐς φυλακὴν αὐτοῦ καταλελειμμένος, ἦλθον μὲν ὡς φίλοι, ἐπεβούλευσαν δὲ ἀνοσίως, καὶ ἐκ τούτου προστρόπαιον καὶ ἑαυτοῖς καὶ τῇ Αἰγύπτῳ πάσῃ προσέθεντο· αὐτοί τε γὰρ οὐκ ἐς μακρὰν ἀπώλοντο, καὶ οἱ Αἰγύπτιοι τὸ μὲν πρῶτον τῇ Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα ἐβούλοντο, e)bou/lonto R. Steph., h)bou/lonto L. παρεδόθησαν, ἔπειτα δὲ καὶ ἐς τὸ τῶν Ῥωμαίων ὑπήκοον ἐσεγράφησαν.
 
ἐν δʼ οὖν τῷ τότε Σεπτίμιος καὶ Ἀχιλλᾶς ὁ στρατίαρχος, ἄλλοι τε μετʼ αὐτῶν ὄντες, ἑτοίμως ἔφασαν ἐσδέξεσθαι e)sde/cesqai Dind., e)sde/casqai L. τὸν Πομπήιον, ὅπως ὡς ῥᾷστα ἀπατηθεὶς ἁλοίη· a(loi/h Dind., a(lw/hi L. καὶ τούς τε ἐλθόντας παρʼ αὐτοῦ προέπεμψαν, θαρσεῖν σφας ἔνιοι κελεύσαντες, καὶ αὐτοὶ μετὰ τοῦτο ἀκατίων ἐπιβάντες προσέπλευσαν αὐτῷ,
 
καὶ τά τε ἄλλα ἐφιλοφρονήσαντο αὐτὸν καὶ ἠξίωσαν πρὸς ἑαυτοὺς μετεκβῆναι, λέγοντες μήτε τινὰ ναῦν nau=n supplied by Jacoby. δύνασθαι ὑπὸ τοῦ μεγέθους διὰ τὰ βράχη πρὸς τὴν γῆν προσσχεῖν, prossxei=n Bk., prosxei=n L. καὶ τὸν Πτολεμαῖον ἐν πολλῇ ἐπιθυμίᾳ εἶναι θᾶσσον αὐτὸν
 
ἰδεῖν. καὶ ὁ μὲν οὕτω, καίτοι πάντων οἱ τῶν σύμπλων ἀπαγορευόντων, πιστεύσας αὐτοῖς At least one sord is santing here, though no lacuna is indicated in L. The scribe of L' conjectured e)ch=lqe. τοσοῦτον μόνον εἰπών, ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ·
 
οἱ δὲ ἐπειδὴ ἐγγὺς τῆς γῆς ἐγένοντο, φοβηθέντες μὴ καὶ ἐντυχὼν τῷ Πτολεμαίῳ σωθῇ εἴτε ὑπʼ αὐτοῦ ἐκείνου ἢ καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ ἢ καὶ ὑπὸ τῶν Αἰγυπτίων (καὶ γὰρ εὔνοιαν αὐτοῦ au)tou= supplied by Reim. μεγάλην εἶχονʼ, ἀπέκτειναν αὐτὸν πρὶν καταπλεῦσαι, μηδὲν μήτʼ εἰπόντα μήτʼ
 
ὀδυράμενον. ὡς γὰρ τάχιστα τῆς τε ἐπιβουλῆς ᾔσθετο, καὶ ἔγνω ὅτι οὔτʼ ἀμύνασθαί σφας οὔτε διαφυγεῖν δυνήσεται, συνεκαλύψατο.
 
τοιοῦτον μὲν τὸ τέλος τῷ Πομπηίῳ ἐκείνῳ τῷ μεγάλῳ ἐγένετο, ὥστε καὶ διὰ τούτου τήν τε ἀσθένειαν καὶ τὴν ἀτοπίαν τοῦ ἀνθρωπείου a)nqrwpei/ou R. Steph., a)nqrwpi/ou L. γένους
 
ἐλεγχθῆναι. προμηθείας τε γὰρ οὐδὲν ἐλλείπων, ἀλλὰ πρὸς τὸ κακουργῆσαί τε δυνάμενον ἀσφαλέστατος a)sfale/statos Dind., a)sfale/stata L. ἀεί ποτε γενόμενος ἠπατήθη, καὶ νίκας πολλὰς μὲν ni/kas polla\s me\n R. Steph., nikh/sas me\n pole/mwn polla\s L. ἐν τῇ Ἀφρικῇ πολλὰς δὲ καὶ ἐν τῇ th=| supplied by R. Steph. Ἀσίᾳ τῇ τε Εὐρώπῃ παραδόξους καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐκ μειρακίου ἀνελόμενος ἡττήθη παραλόγως ὀκτώ τε καὶ
 
πεντηκοντούτης ὤν, τήν τε θάλασσαν τὴν τῶν Ῥωμαίων πᾶσαν ἡμερώσας ἐν αὐτῇ ἐκείνῃ διώλετο, καὶ χιλίων ποτὲ νεῶν, ὡς ὁ λόγος ἔχει, ἄρξας ἐν πλοιαρίῳ τινί, πρός τε τῇ Αἰγύπτῳ καὶ πρὸς τοῦ Πτολεμαίου τρόπον τινὰ οὗ ποτε τὸν πατέρα ἔς τε ἐκείνην ἅμα καὶ ἐς τὴν βασιλείαν κατήγαγε,
 
διεφθάρη· ὃν γάρ τοι καὶ τότε ἔτι στρατιῶται Ῥωμαῖοι διὰ τὴν τοῦ Πομπηίου χάριν ὑπὸ τοῦ Γαβινίου, διὰ τὸ τῶν Αἰγυπτίων ἐς τὸν πατέρα αὐτοῦ μῖσος, καταλειφθέντες ἐφρούρουν, οὗτος αὐτὸν διʼ αὐτῶν ἐκείνων ἑκατέρων ἀπεκτονέναι
1 / 7 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme