Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

7.4 οὐκ ἠγνόουν. καὶ οἱ κατὰ χώραν τούς τε παῖδας καὶ τὰς γυναῖκας τά τε ἄλλα τὰ τιμιώτατα καταλείποντες katalei/pontes Bk., katalipo/ntes L. ἔχειν μέν τινα ἐλπίδα τῆς πατρίδος ἐδόκουν, πολὺ δὲ δὴ τῶν ἑτέρων, ἅτε καὶ ἀπὸ τῶν φιλτάτων ἀπαρτώμενοι, διττῇ τε τύχῃ καὶ ἐναντιωτάτῃ παραβαλλόμενοι,
7.5 χαλεπωτέρως ἀπήλλασσον· τὰ γὰρ οἰκειότατα τῷ πολεμιωτάτῳ σφῶν ἐκδόντες ἔμελλον ἐθελοκακοῦντες μὲν αὐτοὶ κινδυνεύσειν, προθυμούμενοι δὲ ἐκείνων στερηθήσεσθαι, καὶ προσέτι φίλον μὲν μηδέτερον ἐχθροὺς δὲ ἀμφοτέρους ἕξειν, Καίσαρα μὲν ὅτι μὴ καὶ αὐτοὶ κατέμειναν, Πομπήιον δὲ ὅτι μὴ καὶ ἐκεῖνα συνεπηγάγοντο.
7.6 ὥστε καὶ ἐς ἀμφίβολον καὶ ταῖς γνώμαις καὶ ταῖς εὐχαῖς ταῖς τε ἐλπίσι καθιστάμενοι τοῖς τε σώμασιν ἅμα ἀπὸ τῶν οἰκειοτάτων σφίσιν ἀπεσπῶντο καὶ τὰς ψυχὰς δίχα διῃροῦντο.
8.1 ταῦτα μὲν οὖν οἱ ἐξορμώμενοι ἔπασχον, οἱ δʼ ὑπολειπόμενοι διαφόροις μὲν ἀντιπάλοις δέ τισι καὶ αὐτοὶ παθήμασι συνεφέροντο. οἵ τε γὰρ ἀπὸ τῶν προσηκόντων σφίσιν ἀποζευγνύμενοι, οἷα τῶν τε προστατῶν στερισκόμενοι καὶ ἐπαμῦναι
8.2 αὑτοῖς au(toi=s Xyl., au)toi=s L. ἥκιστα δυνάμενοι, τῷ τε πολέμῳ ἐκδιδόμενοι καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ τῆς πόλεως κρατήσοντος ἐσόμενοι, αὐτοί τε ὑπὸ τοῦ φόβου καὶ τῶν ὕβρεων καὶ τῶν σφαγῶν ὡς καὶ γιγνομένων ἤδη ἐταλαιπώρουν, καὶ περὶ ἐκείνων οἵ τε ὀργήν σφισιν ὅτι ἐγκατελείφθησαν ἔχοντες τὰ αὐτὰ ἐπηρῶντο καὶ οἱ συγγνώμην τῆς ἀνάγκης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme