Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

61.3 καὶ οὕτω γε καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὁ ἀγὼν ἐκεῖνος ἔτεινεν ὥστε πολλαχόθι ἐν pollaxo/qi e)n Rk., pollaxo/qen L. αὐτῇ τῇ τῆς μάχης ἡμέρᾳ καὶ στρατοπέδων συνόδους καὶ ὅπλων κτύπους συμβῆναι, ἔν τε Περγάμῳ τυμπάνων τέ τινα καὶ κυμβάλων ψόφον ἐκ τοῦ Διονυσίου ἀρθέντα διὰ πάσης τῆς πόλεως
61.4 χωρῆσαι, καὶ ἐν Τράλλεσι φοίνικά τε ἐν τῷ τῆς Νίκης ναῷ ἀναφῦναι καὶ τὴν θεὸν αὐτὴν πρὸς εἰκόνα τοῦ Καίσαρος ἐν πλαγίῳ που κειμένην μεταστραφῆναι, τοῖς τε Σύροις δύο τινὰς νεανίσκους τὸ τέλος τῆς μάχης ἀγγείλαντας ἀφανεῖς γενέσθαι, καὶ ἐν Παταουίῳ τῆς νῦν Ἰταλίας τότε δὲ ἔτι Γαλατίας ὄρνιθάς τινας οὐχ ὅτι διαγγεῖλαι
61.5 αὐτὴν ἀλλὰ καὶ δεῖξαι τρόπον τινά· Γάιος γάρ τις Κορνήλιος πάντα τὰ γενόμενα ἀκριβῶς τε ἐξ αὐτῶν ἐτεκμήρατο καὶ τοῖς παροῦσιν ἐξηγήσατο. ταῦτα μὲν ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ὡς ἕκαστα e(/kasta Oddey, h(/kista L. συνηνέχθη, καὶ παραχρῆμα μὲν ἠπιστεῖτο, ὥσπερ εἰκὸς ἦν, ἀγγελθέντων δὲ τῶν πραχθέντων ἐθαυμάζετο.
62.1 τῶν δὲ δὴ Πομπηιείων τῶν μὴ mh\ Reim., me\n L. ἐν χερσὶ φθαρέντων οἱ μὲν ἔφυγον ὅπῃ ποτὲ ἠδυνήθησαν, οἱ δὲ καὶ μετὰ τοῦτο ...·Lacuna recognized by Xyl. καὶ αὐτῶν ὁ Καῖσαρ τοὺς μὲν ἐν τῷ τεταγμένῳ στρατευομένους ἐς τὰ ἑαυτοῦ στρατόπεδα ἐσέγραψε, μηδέν σφισι
62.2 μνησικακήσας, τῶν δὲ δὴ βουλευτῶν τῶν τε ἱππέων ὅσους μὲν καὶ πρότερόν ποτε ᾑρηκὼς ἠλεήκει ἀπέκτεινε, πλὴν εἴ ei)/ H. Steph., h)/ L. τινας οἱ φίλοι αὐτοῦ ἐξῃτήσαντο (τούτοις γὰρ ἕνα ἑκάστῳ τότε σῶσαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme