Book 41
53.3
φιλονεικίᾳ ἐπικτήτῳ χρώμενοι (πρός τε γὰρ τῶν ἴσων καὶ πρὸς τῶν οἰκειοτάτων ἥκιστά τινες ἐλαττούμενοι φέρουσινʼ οὔτε τι συγχωρῆσαι ἀλλήλοις ἤθελον, ὥσπερ ἀμφότεροι κρατῆσα δυνάμενοι, οὔτε πιστεῦσαι, κἂν συμβαθῇ sumbaqh=| St., sumbanqh=i L. τι ἐδύναντο μὴ οὐ τοῦ πλείονός τε ἀεί σφας ὀριγνήσεσθαι καὶ ὑπὲρ τοῦ παντὸς αὖθις στασιάσειν
54.1
γνώμῃ μὲν γὰρ τοσοῦτον ἀλλήλων διέφερον ὅσον Πομπήιος μὲν οὐδενὸς ἀνθρώπων δεύτερος, Καῖσαρ δὲ καὶ πρῶτος πάντων εἶναι ἐπεθύμει, καὶ ὁ μὲν παρʼ ἑκόντων τε τιμᾶσθαι καὶ ἐθελόντων προστατεῖν φιλεῖσθαί τε ἐσπούδαζε, τῷ δὲ οὐδὲν ἔμελεν εἰ καὶ ἀκόντων ἄρχοι καὶ μισοῦσιν ἐπιτάσσοι,
54.2
τάς τε τιμὰς αὐτὸς ἑαυτῷ διδοίη. τὰ μέντοι ἔργα, δι’ ὧν ἤλπιζον πάνθʼ ὅσα ἐβούλοντο καταπράξειν, ἀμφότεροι ὁμοίως καὶ ἀνάγκῃ ἐποίουν· ἀδύνατον γὰρ ἦν αὐτῶν κατατυχεῖν τινι μὴ οὐ τοῖς τε οἰκείοις πολεμοῦντι καὶ τοὺς ὀθνείους ἐπὶ τοὺς ὁμοφύλους ἄγοντι, καὶ πολλὰ μὲν χρήματα ἀδίκως συλῶντι, πολλοὺς δὲ καὶ τῶν φιλτάτων
54.3
ἀνόμως κτείνοντι. ktei/nonti Bk., ktei/nanti L. ὥστε εἰ καὶ ταῖς ἐπιθυμίαις διήλλαττον, ἀλλὰ ταῖς γε πράξεσι, διʼ ὧν ἀποπληρώσειν αὐτὰς ἤλπιζον, ὡμοιοῦντο. καὶ διὰ τοῦτʼ οὔθʼ tou=t' ou)/q' Rk., tou=q' L. ὑφίεντό τινος ἀλλήλοις, καίπερ πολλὰς δικαιώσεις προτεινάμενοι, καὶ ἐς χεῖρας τελευτῶντες ἦλθον.