Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

36.4 ἀπέδωκε. ποιήσας δὲ ταῦτα καὶ τὸ ὄνομα τῆς δικτατορίας ἀπεῖπε· τὴν γὰρ δὴ δύναμιν τό τε ἔργον αὐτῆς καὶ πάνυ ἀεὶ διὰ χειρὸς ἔσχε. τῇ τε γὰρ παρὰ τῶν ὅπλων ἰσχύι ἐχρῆτο, καὶ προσέτι καὶ ἐξουσίαν ἔννομον δή τινα παρὰ τῆς ἐκεῖ βουλῆς προσέλαβε· πάντα γὰρ μετὰ ἀδείας ὅσα ἂν βουληθῇ πράττειν οἱ ἐπετράπη.
37.1 τυχὼν δὲ τούτου μέγα εὐθὺς καὶ ἀναγκαῖον πρᾶγμα διώρθωσεν. ἐπειδὴ γὰρ οἵ τε δεδανεικότες τισὶ πικροτάτας τὰς ἐσπράξεις, ἅτε καὶ πολλῶν χρημάτων διά τε τὰς στάσεις καὶ διὰ τοὺς πολέμους προσδεόμενοι, ἐποιοῦντο, καὶ τῶν ὀφειλόντων συχνοὶ οὐδέ ἐθέλοντες ἀποδοῦναί
37.2 τι ὑπὸ τῶν αὐτῶν ἐδύναντο (οὔτε γὰρ ἀποδόσθαι τι οὔτε ἐπιδανείσασθαι ῥᾴδιον αὐτοῖς ἐγίγνετὀ, κἀκ τούτου πολλὰ μὲν ἄπιστα πολλὰ δὲ καὶ δολερὰ πρὸς ἀλλήλους ἔπραττον, καὶ δέος ἦν μὴ καὶ ἐς ἀνήκεστόν τι κακὸν προχωρήσωσιν, ἐμετριάσθη μὲν καὶ πρὸ τούτου πρὸς
37.3 δημάρχων τινῶν τὰ κατὰ τοὺς τόκους, ἐπεὶ δʼ οὐδʼ ὣς ἀπεδίδοντο, ἀλλʼ οἱ μὲν τῶν ἐνεχύρων ἐξίσταντο οἱ δὲ καὶ τὸ ἀρχαῖον ἐν ἀργυρίῳ ἀπῄτουν, ἀμφοτέροις τότε ὁ Καῖσαρ ὡς οἷόν τε ἦν ἐπεκούρησε· τά τε γὰρ ἐνέχυρα πρὸς τὴν ἀξίαν ἐναποτιμηθῆναι ἐκέλευσε, καὶ δικαστὰς αὐτῆς τοῖς ἀμφισβητοῦσί τι ἀποκληροῦσθαι προσέταξεν.
38.1 ἐπειδή τε συχνοὶ πολλά τε χρήματα te xrh/mata Rk., xrh/mata/ te L. ἔχειν καὶ πάντα αὐτὰ ἀποκρύπτειν ἐλέγοντο, ἀπηγόρευσε μηδένα πλεῖον πεντακισχιλίων καὶ μυρίων δραχμῶν ἐν ἀργυρίῳ ἢ καὶ χρυσίῳ κεκτῆσθαι, οὐχ ὡς καὶ αὐτὸς τὸν νόμον τοῦτον

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme