Book 41
35.4
πρᾶξαι. ἢ h)\ added by Oddey. ἀγνοεῖτε ὅτι οὔτε δυναστείας οὔτε πλεονεξίας ἐπιθυμῶ, οὐδέ μοι πρόκειται πάντως τι καὶ ἐκ παντὸς τρόπου καταπρᾶξαι, ὥστε τι ἐπὶ τούτῳ καὶ ψεύσασθαι καὶ θωπεῦσαι καὶ κολακεῦσαί τινας; παύσασθε μὲν δὴ διὰ ταῦτα τῆς στρατείας, ὦ τί ἂν ὑμᾶς ὀνομάσαιμι; οὐ μέντοι ὡς καὶ αὐτοὶ καὶ βούλεσθε καὶ φατέ, ἀλλʼ ὡς τῷ κοινῷ καὶ ἐμοὶ συμφέρει.”
35.5
Ταῦτʼ εἰπὼν ἐκλήρωσεν αὐτοὺς ἐπὶ θανάτῳ, καὶ τοὺς μὲν θρασυτάτους (οὗτοι γὰρ ἐκ παρασκευῆς ἔλαχονʼ ἐδικαίωσε, e)dikai/wse Reim., e)di/wce L. τοὺς δʼ ἄλλους ὡς οὐδέν σφων δεόμενος διῆκε. καὶ ἐκεῖνοι μὲν μετανοήσαντες ἐφʼ οἷς ἔπραξαν
36.1
ἀναστρατεύεσθαι ἔμελλον· ἐν ὁδῷ δὲ ἔτʼ ὄντος αὐτοῦ Μᾶρκος Αἰμίλιος Λέπιδος, οὗτος ὁ καὶ ἐν τῇ τριαρχίᾳ triarxi/a| Xiph., trihrarxi/ai L. ὕστερον γενόμενος, τῷ τε δήμῳ συνεβούλευσε στρατηγῶν δικτατορα τὸν Καίσαρα προχειρίσασθαι καὶ εὐθὺς εἶπεν αὐτὸν παρὰ τὰ
36.2
πάτρια. καὶ ὃς ὑπέστη μὲν τὴν ἀρχήν, ἐπειδὴ πρῶτον ἐς τὴν πόλιν ἐσῆλθεν, οὐ μέντοι καὶ φοβερὸν οὐδὲν ἐν αὐτῇ ἔπραξεν, ἀλλὰ τοῖς τε ἐκπεπτωκόσι κάθοδον πᾶσι πλὴν τοῦ Μίλωνος ἔδωκε, καὶ τὰς ta\s Leuncl., ta\ L. ἐς νέωτα ἀρχὰς ἀπέδειξεν (ἐς γὰρ τὸ παρὸν τότε οὐδένα ἀντὶ τῶν ἀπόντων
36.3
ἀνθείλοντο· καίτοι μηδενὸς ἀγορανόμου ἐπιδημοῦντος οἱ δήμαρχοι πάντα τὰ ἐπιβάλλοντα αὐτοῖς διήγαγονʼ, ἱερέας τε ἀντὶ τῶν ἀπολωλότων ἀντικατέστησεν, οὐ πάντα τὰ κατʼ αὐτοὺς ἐν τῷ τοιούτῳ νενομισμένα τηρήσας, καὶ τοῖς Γαλάταις τοῖς ἐντὸς τῶν Ἄλπεων ὑπὲρ τὸν Ἠριδανὸν οἰκοῦσι τὴν πολιτείαν, ἅτε καὶ ἄρξας αὐτῶν,