Book 41
Μάριον τόν τε Σύλλαν, ὡς πολλὰ καὶ φιλάνθρωπα πολλάκις σφίσιν εἰπόντες οἷα ἀνθʼ οἵων ἔδρασαν, καὶ προσέτι καὶ τὴν τοῦ Καίσαρος χρείαν αἰσθόμενοι, τά τε ὅπλα αὐτοῦ πολλὰ καὶ πανταχοῦ τῆς πόλεως ὁρῶντες ὄντα, οὔτε πιστεύειν τοῖς λεγομένοις οὔτε θαρρεῖν ἐδύναντο,
ἀλλʼ ἔναυλον τὸν ἐκ τοῦ πρὶν φόβον ἔχοντες κἁ??ʼ ἐκεῖνον ὑπετόπουν, καὶ μάλισθʼ ὅτι οἱ πρέσβεις ὁ??ʼ τὰς καταλλαγὰς δῆθεν πρυτανεύσοντες prutaneu/sontes Reim., prutaneu/ontes L. ᾑρέθησαν μέν, οὐκ ἐξῆλθον δέ, ἀλλʼ ὅτι καὶ ἐμνήσθη ποτε περὶ αὐτῶν ὁ Πίσων ὁ πενθερὸς αὐτοῦ αἰτίαν ἔσχε
τοσούτου τε ἐδέησαν τὰ χρήματα ἃ ὑπέσχετο σφισι τότε γε λαβεῖν, ὥστε καὶ τἆλλά οἱ πάνθ ὅσα ἐν τῷ δημοσίῳ ἦν πρὸς τὴν τῶν στρατιωτῶν οὓς ἐφοβοῦντο, τροφὴν ἔδοσαν. καὶ ἐπὶ πᾶσιν τούτοις ὡς καὶ ἀγαθοῖς οὖσι τὴν ἐσθῆτα τὴν εἰρηνικὴν μετημπίσχοντο· οὐδέπω γὰρ αὐτὴν
μετειλήφεσαν. ἀντεῖπε μὲν οὖν πρὸς τὴν περὶ τῶν χρημάτων ἐσήγησιν Λούκιός *lou/kio/s Bs., leu/kio/s L (here only'. τις Μέτελλος δήμαρχος, καὶ ἐπειδὴ μηδὲν ἐπέρανε, πρός τε τοὺς θησαυροὺς ἦλθε καὶ τὰς θύρας αὐτῶν ἐν τηρήσει ἐποιήσατο· σμικρὸν δὲ δὴ καὶ τῆς φυλακῆς αὐτοῦ, ὥσπερ που καὶ τῆς παρρησίας, οἱ στρατιῶται φροντίσαντες τήν τε βαλανάγραν διέκοψαν (τὴν γὰρ κλεῖν οἱ ὕπατοι εἶχον, ὥσπερ οὐκ ἐξόν τισι πελέκεσιν ἀντʼ αὐτῆς χρήσασθαι)
καὶ πάντα τὰ χρήματα ἐξεφόρησαν. καὶ μέντοι καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, ὥς μοι πολλαχόθι εἴρηται, ὀνόματι μὲν ἰσονομίας (καὶ γὰρ διὰ τοῦ Ἀντωνίου τὰ πλείω αὐτῶν ἐσεφέρετὀ ἔργῳ δὲ δυναστείας καὶ ἐψηφίζετο καὶ ἐπράττετο. τούς τε γὰρ ἀντιστασιάζοντάς σφισι πολεμίους ἑκάτεροι τῆς πατρίδος ὀνομάζοντες, καὶ ἑαυτοὺς ὑπὲρ τῶν κοινῶν πολεμεῖν λέγοντες, τά τε ἴδια μόνα ηὖξον, κἀκεῖνα ὁμοίως ἀμφότεροι ἔφθειρον.
ὁ δʼ οὖν Καῖσαρ ταῦτά τε οὕτως ἐποίησε, καὶ τὴν Σαρδὼ τήν τε Σικελίαν ἀμαχεὶ κατέσχἑ??ʼ ἐκχωρησάντων τῶν τότε ἐν αὐταῖς ἀρχόντὡ??ʼ τόν τε Ἀριστόβουλον οἴκαδε ἐς τὴν Παλαιστίνἡ??ʼ
ὅπως τῷ Πομπηίῳ τι ἀντιπράξῃ, ἔστειλε· κ̔??ʼ τοῖς παισὶ τῶν ὑπὸ τοῦ Σύλλου ἐπικηρυχθέντὡ??ʼ ἀρχὰς αἰτεῖν ἐφῆκε, τά τε ἄλλα πάντα, καὶ τ̔??ʼ ἐν τῇ πόλει καὶ τὰ ἐν τῇ λοιπῇ Ἰταλίᾳ, πρὃ??ʼ τὸ ἐπιτηδειότατον ἑαυτῷ ὡς ἐκ τῶν παρόντὡ??ʼ
κατέστησε. καὶ ἐκεῖνα μὲν τῷ Ἀντωνίῳ ἐπ̔??ʼ έτρεψεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν, *)ibhri/an Xyl., i)tali/an L. τά τε τὁ??ʼ Πομπηίου ἰσχυρῶς αἱρουμένην καὶ ἐς δέος αὐτόν μὴ καὶ τὰς Γαλατίας προσαποστήσῃ, καθιστάν̔??ʼ
τας, ὥρμησε. κὰν τούτῳ ἄλλοι τε βουλευτἁ??ʼ καὶ ὁ Κικέρων, μηδὲ ἐς ὄψιν τῷ Καίσαρι ἐλθών πρὸς τὸν Πομπήιον ὥς γε τά τε δικαιότεῥ??ʼ πράττοντα καὶ τῷ πολέμῳ κρατήσοντα ἀπεχὥ??ʼ
ρησεν. οἵ τε γὰρ ὕπατοι, πρὶν ἐκπλεῖν, κἁ??ʼ ἐκεῖνος, ἅτε ἀντὶ ὑπάτου ἄρχων, πάντας αὐτοὓ??ʼ ἐκέλευσαν ἐς Θεσσαλονίκην ἀκολουθῆσαι, ὡς τὁ??ʼ μὲν ἄστεως πρὸς πολεμίων τινῶν ἐχομένου, αὐτὁ??ʼ δὲ ἅτε a(/te Oddey, h(/ te L. γερουσία ὄντες καὶ τὸ τῆς πολιτείἁ??ʼ
πρόσχημα, ὅπου ποτʼ ἂν ὦσιν, ἕξοντες. κἁ??ʼ σφισι διὰ ταῦτα τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων οἱ πλείους, οἱ μὲν εὐθὺς τότε οἱ δὲ κἁ??ʼ ὕστερον, καὶ αἱ πόλεις πᾶσαι, ὅσαι μὴ ὑπὸ τῶν τοῦ Καίσαρος ὅπλων κατείργοντο, προσεχώρησαν.
οἱ μέντοι Μασσαλιῶται μόνοι τῶν ἐν τ̔??ʼ Γαλατίᾳ οἰκούντων οὔτε συνήραντο τῷ Καίσαῥ??ʼ οὔτε ἐς τὴν πόλιν ἐσεδέξαντο, ἀλλὰ καὶ ἀπόκρισιν
αὐτῷ ἀξιομνημόνευτον ἔδοσαν· τῷ τε γὰρ δήμῳ τῶν Ῥωμαίων συμμαχεῖν καὶ ἐκείνοις ἐπιτηδείως ἀμφοτέροις ἔχειν, καὶ μήτε πολυπραγμονεῖν τ̔??ʼ μήθʼ ἱκανοὶ διακρῖναι πότερος αὐτῶν ἀδικεῖ εἶνἁ??ʼ ἔφασαν, ὥστε εἰ μέν τις ὡς φίλος ἐθέλοι πρὸς σφᾶς ἐλθεῖν, κἂν ka)\n Kübler, kai\ L. ἀμφοτέρους αὐτοὺς ἄνευ τῶν ὅπλων δέξασθαι ἔλεγον, ἐπὶ πολέμῳ δὲ οὐδέτερον.
καταστάντες τε katasta/ntes te Bk., katasta/nte L. ἐς πολιορκίαν αὐτόν τε ἐκεῖνον ἀπεκρούσαντο, καὶ τῷ Τρεβωνίῳ τῷ τε Βρούτῳ τῷ Δεκίμῳ *deki/mw| R. Steph., deki/wi L (and so fre#3uently'. μετὰ τοῦτο προσεδρεύσασί σφισιν ἐπὶ πλεῖστον ἀντέσχον. ὁ γὰρ Καῖσαρ χρόνον μέν τινα, ὡς καὶ ῥᾳδίως αὐτοὺς αἱρήσων, προσεκαρτέρησε (καὶ γὰρ αὐτῷ δεινὸν ἐδόκει εἶναι ὅτι καὶ τῆς Ῥώμης ἀμαχεὶ κρατήσας ὑπὸ
Μασσαλιωτῶν οὐκ ἐδέχετὀ, ἔπειτʼ ἐπειδὴ ἀντήρκουν, ἐκείνους μὲν ἑτέροις προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν ἠπείχθη.
ἐπεπόμφει μὲν γὰρ ἐς αὐτὴν Γάιον Φάβιον, δείσας δὲ μὴ καθʼ ἑαυτὸν ἀγωνισάμενος πταίσῃ, καὶ αὐτὸς ἐστράτευσεν. εἶχον δὲ τότε τὰ πράγματα τὰ περὶ τὸν Ἴβηρα ὅ τε Ἀφράνιος καὶ ὁ Πετρέιος, καὶ φυλακὴν μὲν καὶ τῆς ὑπερβολῆς τῶν ὀρῶν ἐπεποίηντο, τὸ δʼ ὅλον ἐς Ἰλέρδαν *)ile/(??)dan Gros, le/rdan L. τὰς δυνάμεις ἀθροίσαντες ἐνταῦθα τοὺς ἐπιόντας
ὑπέμενον. καὶ τῷ μὲν Φαβίῳ τήν τε ἐπὶ τοῦ Πυρηναίου φρουρὰν βιασαμένῳ biasame/nw| Pflugk, poihsame/nw| L. καὶ τὸν ποταμὸν τὸν Σίκοριν διαβαίνοντι προσπεσόντες ἐξαίφνης πολλοὺς ἀπέκτειναν ἀποληφθέντας· ἡ γὰρ γέφυρα πρὶν διελθεῖν αὐτοὺς καταρραγεῖσα
πλεῖστόν σφισι συνήρατο· τῷ δὲ δὴ Καίσαρι ἐπελθόντι τε οὐ πολλῷ ὕστερον καὶ τὸν ποταμὸν καθʼ ἑτέραν e(te/ran R. Steph., e(kate/ran L. γέφυραν διαβάντι, προκαλουμένῳ τε αὐτοὺς ἐς μάχην οὐκ ἐτόλμησαν ἐπὶ πάνυ πολλὰς ἡμέρας συμβαλεῖν, ἀλλʼ ἀντιστρατοπεδευσάμενοι
αὐτῷ ἡσύχαζον. θαρσήσας οὖν ἐκ τούτου καταλαβεῖν τὸ χωρίον τὸ to\ R. Steph., tou= L. μεταξὺ τοῦ τε ταφρεύματός σφων καὶ τῆς πόλεως καρτερὸν ὂν ἐπεχείρησεν, ὡς καὶ τῶν τειχῶν αὐτοὺς ἀποκλείσων. αἰσθόμενοι δὲ τοῦτο οἱ περὶ τὸν
Ἀφράνιον προκατέσχον αὐτό, καὶ τούς τε προσβάλλοντάς σφισιν ἀπεώσαντο, καὶ φεύγουσιν αὐτοῖς ἐπισπόμενοι τοὺς ἀντεπεξελθόντας ἐκ τοῦ ἐρύματος ὑπέστησαν, ἐνδόντες τε ἐξεπίτηδες ὑπήγαγόν σφας ἐς χωρία ἑαυτοῖς ἐπιτήδεια, κἀνταῦθα πολλῷ πλείους ἐφόνευσαν. κἀκ τούτων ἐπιθαρσήσαντες τοῖς τε προνομεύουσιν αὐτῶν ἐπετίθεντο καὶ τοὺς ἀποσκεδαννυμένους ἐλύπουν·
καί ποτε διαβάντων τινῶν ἐς τὰ ἐπέκεινα τοῦ ποταμοῦ, κἀν τούτῳ χειμῶνός τε πολλοῦ γενομένου καὶ τῆς γεφύρας ᾗ ἐκέχρηντο διαφθαρείσης, ἐπιδιέβησαν κατὰ τὴν ἑτέραν γέφυραν τὴν πρὸς τῇ πόλει οὖσαν καὶ πάντας αὐτοὺς ἀνάλωσαν, μηδενός σφισιν ἐπαμῦναι δυνηθέντος.
ὁ οὖν Καῖσαρ, ὡς ταῦτʼ ἐγίγνετο καὶ οὔτε τῶν συμμάχων τις ἐπεκούρει οἱ (ἐκδεχόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι, ὡς ἑκάστους αἴσθοιντο προσιόντας, Lacuna recognized by Xyl.) τά τʼ t' added by Xyl. ἐπιτήδεια, ἅτε a(/te Rk., te L. ἔν τε ἀλλοτρίᾳ ὢν καὶ πταίων, χαλεπῶς ἐπορίζετο,
ἐν παντὶ ἐγένετο. πυνθανόμενοι δὲ ταῦθʼ οὶ ἐν οἴκῳ Ῥωμαῖοι ἐκείνου τε ὡς οὐκέτι πλείω χρόνον περιοίσοντος perioi/sontos R. Steph., perioi/sonto L. ἀπέγνωσαν καὶ πρὸς τὸν Πομπήιον ἀπέκλινον· καί τινες καὶ τότε πρὸς
αὐτὸν ἄλλοι τε καὶ βουλευταὶ ἀπῆραν. καὶ εἴγε μὴ οἱ Μασσαλιῶται ἐν τούτῳ ναυμαχίᾳ πρὸς τοῦ Βρούτου τῷ τε μεγέθει τῶν νεῶν αὐτοῦ καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν, καίπερ καὶ τῷ Δομιτίῳ συμμάχῳ χρώμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν ναυτικῶν προέχοντες, ἡττήθησαν κἀκ τούτου παντελῶς ἀπεκλείσθησαν, οὐδὲν ἂν ἐκώλυσε πάντα
τὰ πράγματα αὐτοῦ φθαρῆναι. νῦν δὲ ἐπὶ τὸ μεῖζον ἐκ παρασκευῆς τοῖς Ἴβηρσιν ἀγγελθέντα ταῦτα οὕτως ἠλλοίωσέ τινας αὐτῶν ὥστε καὶ τὰ τοῦ Καίσαρος φρονῆσαι. καὶ αὐτοὺς παραλαβὼν τῆς τε τροφῆς ηὐπόρησε καὶ γεφύρας κατεσκεύασε, τοὺς τε ἐναντίους ἐλύπει, καί ποτε συχνοὺς αὐτῶν αἰφνίδιον ἐν τῇ χώρᾳ πλανωμένους ἀπολαβὼν ἀπώλεσεν.
ὁ οὖν Ἀφράνιος ἀθυμήσας ἐπὶ τούτοις, καὶ τὰ ἐν e)n added by R. Steph. Ἰλέρδᾳ οὔτε ἀσφαλῆ οὔτε ἐπιτήδεια πρὸς χρόνιον διατριβὴν ἰδὼν ὄντα, ἀναχωρῆσαι πρός τε τὸν Ἴβηρα καὶ πρὸς τὰς ἐκεῖ πόλεις ἔγνω, καὶ νυκτός, ὡς λήσων ἢ φθάσων τοὺς
ἐναντίους, ἄρας ἐπορεύετο. καὶ οὐκ ἔλαθε μὲν ἀνιστάμενος, οὐ μέντοι καὶ εὐθὺς ἐπεδιώχθη· ὁ γὰρ Καῖσαρ οὐχ ἡγήσατο ἀσφαλὲς εἶναι ἐν e)n added by St. σκότῳ πολεμίοις ἐμπείροις τῆς χώρας μετὰ ἀπείρων ἐπακολουθῆσαι. ὡς μέντοι ἡ ἡμέρα διέλαμψεν, ἠπείχθη, καὶ αὐτοὺς ἐν μέσῃ τῇ ὁδῷ καταλαβὼν πανταχόθεν ἐξαπίνης πόρρωθεν περιεστοιχίσατο· τῷ τε γὰρ πλήθει πολὺ περιῆν, καὶ τὸ χωρίον κοῖλον ὂν συμμαχοῦν ἔσχεν.
ὁμόσε γὰρ οὐκ ἠθέλησέ σφισι χωρῆσαι, τὸ μέν τι φοβηθεὶς μὴ καὶ ἐς ἀπόνοιαν καταστάντες ἐξεργάσωνταί τι δεινόν, τὸ δὲ καὶ ἄλλως ἀκονιτί σφας παραστήσεσθαι parasth/sesqai Reim., parasth/sasqai L. ἐλπίσας. ὅ καὶ ἐγένετο· ὡς γὰρ πολλαχῇ πειράσαντες οὐδαμῇ διαπεσεῖν ἠδυνήθησαν, καὶ ἔκ τε τούτου καὶ ἐκ τῆς ἀγρυπνίας τῆς τε πορείας ἐκεκμήκεσαν, καὶ προσέτι
οὔτε τροφὴν εἶχον (αὐθημερὸν γὰρ τὸν σταθμὸν διατελέσειν προσδοκήσαντες οὐδὲν ἐπηνέγκαντὀ οὔθʼ ὕδατος εὐπόρουν (τὰ γὰρ χωρία ἐκεῖνα δεινῶς ἐστιν ἄνυδρἀ, παρέδοσάν σφας, ἐφʼ ᾧ μήτε τι δεινὸν πάθωσι μήτε ἐπὶ τὸν Πομπήιον
ἀναγκασθῶσίν οἱ συστρατεῦσαι. καὶ αὐτοῖς ἀκριβῶς ἑκάτερον ὁ Καῖσαρ ἐφύλαξεν· οὔτε γὰρ ἀπέκτεινε τὸ παράπαν τῶν ἐν τούτῳ τῷ πολέμῳ ἁλόντων οὐδένα, καίτοι ἐκείνων ποτὲ ἐν ἀνοχῇ τινι ἀφυλάκτως τινὰς τῶν ἑαυτοῦ ἔχοντας φθειράντων, οὔτε τῷ Πομπηίῳ ἀντιπολεμῆσαι ἐξεβιάσατο, ἀλλὰ τοὺς μὲν λογιμωτάτους ἠφίει, τοῖς δʼ ἄλλοις ἐθελονταῖς· συμμάχοις διά τε τὰ κέρδη
καὶ διὰ τὰς τιμὰς ἐχρῆτο. καὶ οὐκ ἐλάχιστά γε ἐκ τούτων οὔτε ἐς τὴν δόξαν οὔτε ἐς τὰ πράγματα ἀπώνητο· a)pw/nhto Naber, a)pw/nato L. τάς τε γὰρ πόλεις τὰς ἐν τῇ Ἰβηρίᾳ πάσας καὶ τοὺς στρατιώτας τοὺς ἐκεῖ πάντας (ἦσαν δὲ ἄλλοι τε ἐν τῇ Βαιτικῇ καὶ μετὰ Μάρκου Τερεντίου Οὐάρρωνος *ou)a/rrwnos R. Steph., a)/rwnos L. ὑποστρατήγου συχνοίʼ προσεποιήσατο.
παραλαμβάνων τε οὖν ἅμα αὐτοὺς καὶ καθιστάμενος διέδραμε μέχρι Γαδείρων. καὶ ἐλύπησε μὲν οὐδένα οὐδὲν πλὴν χρημάτων ἐκλογῆς (ταῦτα tau=ta Reim., pa/nta L. γὰρ παμπληθῆ ἐσέπραξενʼ, ἐτίμησε δὲ de\ Pflugk, te L. καὶ ἰδίᾳ καὶ κοινῇ πολλούς· καὶ τοῖς γε Γαδειρεῦσι πολιτείαν ἅπασιν ἔδωκεν, ἣν καὶ ὁ δῆμός σφισιν
ὕστερον ἐπεκύρωσε. τοῦτο δὲ ἐποίησεν ἀμειβόμενός σφας τῆς τοῦ ὀνείρου ὄψεως, διʼ ἧς ἐνταῦθα, ὅτε ἐταμίευσε, συγγεγονέναι τῇ μητρὶ ἔδοξε, καὶ ἀπʼ a)p' H. Steph., e)p' L. αὐτοῦ καὶ τὴν ἐλπίδα τῆς μοναρχίας, ὥσπερ εἶπον, ἔλαβεν. πράξας δὲ ταῦτα τὸ μὲν ἔθνος ἐκεῖνο τῷ Λογγίνῳ τῷ Κασσίῳ προσέταξεν, ἐπειδὴ συνήθης αὐτοῖς ἐκ τῆς ταμιείας ἣν ὑπὸ τῷ
Πομπηίῳ ἐτεταμιεύκει ἦν· h)=n supplied by Reim. and Dind. αὐτὸς δὲ μέχρι Ταρράκωνος *tarra/kwnos Bs., *tarrakw/nhs L. πλοίοις ἐκομίσθη. ἐντεῦθεν δὲ διὰ τοῦ Πυρηναίου προχωρῶν τρόπαιον μὲν οὐδὲν ἐπʼ αὐτοῦ ἔστησεν, ὅτι μηδὲ mhde\ Rk., mh/te L. τὸν Πομπήιον καλῶς ἀκούσαντα ἐπὶ τούτῳ ᾔσθετο, βωμὸν δὲ δὴ ἐκ e)k added by Reim. λίθων ξεστῶν συνῳκοδομημένον μέγαν οὐ πόρρω τῶν ἐκείνου τροπαίων ἱδρύσατο.
ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, οἱ Μασσαλιῶται νεῶν σφισι παρὰ τοῦ Πομπηίου αὖθις πεμφθεισῶν ἀνεκινδύνευσαν. καὶ ἡττήθησαν μὲν καὶ τότε, διεκαρτέρουν δέ, καίτοι καὶ τὴν Ἰβηρίαν ἤδη
τὸν Καίσαρα ἔχοντα πυνθανόμενοι, καὶ τάς τε προσβολὰς ἰσχυρῶς ἀπεκρούοντο, καὶ διοκωχήν diokwxh/n Dind., diakwxh/n L. τινα ὡς καὶ τῷ Καίσαρι, ἐπειδὰν ἔλθῃ, προσχωρήσοντες ποιησάμενοι, poihsa/menoi H. Steph., poihso/menoi L. τόν τε Δομίτιον ὑπεξέπεμψαν, καὶ τοὺς στρατιώτας ἐπιθεμένους σφίσιν ἐν ταῖς σπονδαῖς νυκτὸς οὕτω διέθεσαν ὥστε
μηδὲν ἔτι τολμῆσαι. τῷ μέντοι Καίσαρι αὐτῷ ἐλθόντι e)lqo/nti Rk., e)qelonti\ L. ὡμολόγησαν· καὶ ὃς ἐκείνων τότε μὲν τά τε ὅπλα καὶ τὰς ναῦς τά τε χρήματα ἀφείλετο, ὕστερον δὲ καὶ τὰ λοιπὰ πάντα πλὴν τοῦ τῆς ἐλευθερίας ὀνόματος. ἀνθʼ ὧν ἡ Φώκαια *fw/kaia R. Steph., fwke/a L. ἡ h( added by Bk. μητρόπολίς σφων ἐλευθέρα ὑπὸ τοῦ Πομπηίου ἀφείθη.
καὶ στρατιωτῶν τινων ἐν Πλακεντίᾳ στασιασάντων καὶ μηκέτʼ ἀκολουθῆσαί οἱ ἐθελόντων, πρόφασιν μὲν ὡς τεταλαιπωρημένων, τὸ δʼ ἀληθὲς ὅτι μήτε τὴν χώραν διαρπάζειν μήτε τἆλλα ὅσα ἐπεθύμουν ποιεῖν αὐτοῖς ἐπέτρεπε (καὶ γὰρ ἤλπιζον οὐδενὸς ὅτου o(/tou Bk., o(/tou ou)=n L. οὐ τεύξεσθαι παρʼ αὐτοῦ ἅτε καὶ ἐν χρείᾳ τοσαύτῃ σφῶν
ὄντοσʼ, οὐχ ὑπεῖξεν, ἀλλὰ συγκαλέσας καὶ ἐκείνους καὶ τοὺς ἄλλους, τῆς τε παρʼ αὐτῶν ἀσφαλείας ἕνεκα, καὶ ἵνα τῶν τε λεγομένων ἀκούσαντες καὶ τοὺς κολαζομένους ἰδόντες μηδὲν ἔξω τῶν καθηκόντων ἐθελήσωσι e)qelh/swsi R. Steph., e)qelh/sousi L. πρᾶξαι, ἔλεξε τάδε.
“ἐγώ, ὦ ἄνδρες στρατιῶται, βούλομαι μὲν φιλεῖσθαι ὑφʼ ὑμῶν, οὐ μέντοι καὶ συνεξαμαρτάνειν ἂν ὑμῖν διὰ τοῦθʼ ἑλοίμην· ἀγαπῶ τε γὰρ ὑμᾶς, καὶ ἐθέλοιμʼ ἄν, ὡς πατὴρ παῖδας,