Book 41
16.2
τυχόντες, ἀλλʼ ἐν μὲν ταῖς ἀρχαῖς τῶν ἔργων πάντα τὰ ἥδιστα προβάλλουσι τοῖς ἀντιπρᾶξαί τι δυναμένοις, ἐπειδὰν δὲ κατορθώσωσιν ὅσα βούλονται, οὔτε τινὸς αὐτῶν μνημονεύουσι καὶ ἐπʼ αὐτοὺς ἐκείνους ταῖς δυνάμεσιν ἃς παρʼ αὐτῶν ἔλαβον χρῶνται, μεμνημένοι δὲ καὶ τὸν
16.3
Μάριον τόν τε Σύλλαν, ὡς πολλὰ καὶ φιλάνθρωπα πολλάκις σφίσιν εἰπόντες οἷα ἀνθʼ οἵων ἔδρασαν, καὶ προσέτι καὶ τὴν τοῦ Καίσαρος χρείαν αἰσθόμενοι, τά τε ὅπλα αὐτοῦ πολλὰ καὶ πανταχοῦ τῆς πόλεως ὁρῶντες ὄντα, οὔτε πιστεύειν τοῖς λεγομένοις οὔτε θαρρεῖν ἐδύναντο,
16.4
ἀλλʼ ἔναυλον τὸν ἐκ τοῦ πρὶν φόβον ἔχοντες κἁ??ʼ ἐκεῖνον ὑπετόπουν, καὶ μάλισθʼ ὅτι οἱ πρέσβεις ὁ??ʼ τὰς καταλλαγὰς δῆθεν πρυτανεύσοντες prutaneu/sontes Reim., prutaneu/ontes L. ᾑρέθησαν μέν, οὐκ ἐξῆλθον δέ, ἀλλʼ ὅτι καὶ ἐμνήσθη ποτε περὶ αὐτῶν ὁ Πίσων ὁ πενθερὸς αὐτοῦ αἰτίαν ἔσχε
17.1
τοσούτου τε ἐδέησαν τὰ χρήματα ἃ ὑπέσχετο σφισι τότε γε λαβεῖν, ὥστε καὶ τἆλλά οἱ πάνθ ὅσα ἐν τῷ δημοσίῳ ἦν πρὸς τὴν τῶν στρατιωτῶν οὓς ἐφοβοῦντο, τροφὴν ἔδοσαν. καὶ ἐπὶ πᾶσιν τούτοις ὡς καὶ ἀγαθοῖς οὖσι τὴν ἐσθῆτα τὴν εἰρηνικὴν μετημπίσχοντο· οὐδέπω γὰρ αὐτὴν
17.2
μετειλήφεσαν. ἀντεῖπε μὲν οὖν πρὸς τὴν περὶ τῶν χρημάτων ἐσήγησιν Λούκιός *lou/kio/s Bs., leu/kio/s L (here only'. τις Μέτελλος δήμαρχος, καὶ ἐπειδὴ μηδὲν ἐπέρανε, πρός τε τοὺς θησαυροὺς ἦλθε καὶ τὰς θύρας αὐτῶν ἐν τηρήσει ἐποιήσατο· σμικρὸν δὲ δὴ καὶ τῆς φυλακῆς αὐτοῦ, ὥσπερ που καὶ τῆς παρρησίας, οἱ στρατιῶται φροντίσαντες τήν τε βαλανάγραν διέκοψαν (τὴν γὰρ κλεῖν οἱ ὕπατοι εἶχον, ὥσπερ οὐκ ἐξόν τισι πελέκεσιν ἀντʼ αὐτῆς χρήσασθαι)