Book 41
11.2
ὑπῆκτο· τῶν τε γὰρ Συλλείων ἐγεγόνει καὶ πολλὴν ἐκ τῆς δυναστείας ἐκείνης ἐκέκτητὀ, ὅμως ἐπειθάρχησε. καὶ ὁ μὲν παρεσκευάζετο ὅπως διʼ ἀσφαλείας τινὸς ἐκχωρήσῃ· μαθόντες δὲ τοῦθʼ οἱ συνόντες οἱ, καὶ κατοκνήσαντες τὴν th\n Reim., e)s th\n L. ἄφοδον ὡς καὶ φυγὴν οὖσαν, προσέθεντο τῷ
11.3
Καίσαρι. καὶ οἱ μὲν συνεστρατεύοντο αὐτῷ, Δομίτιος δὲ καὶ οἱ ἄλλοι βουλευταὶ ᾐτιάθησαν μὲν ὑπʼ αὐτοῦ ἐπὶ τῇ ἀντιτάξει, ἀπελύθησαν δὲ καὶ πρὸς τὸν Πομπήιον ἀπῆλθον.
12.1
ὁ δʼ οὖν Καῖσαρ σπουδὴν μὲν εἶχε συμμῖξαί τε αὐτῷ πρὶν ἐκπλεῦσαι, κἀν τῇ Ἰταλίᾳ διαπολεμῆσαι, καταλαβεῖν τε αὐτὸν ἐν τῷ Βρεντεσίῳ ἔτʼ ὄντα· ἐπειδὴ γὰρ τὰ πλοῖα οὐκ ἐξήρκεσέ σφισι, προέπεμψεν ἄλλους τε καὶ τοὺς ὑπάτους, μὴ καὶ νεοχμώσωσί τι κατὰ χώραν ὑπομείναντες·
12.2
ἰδὼν δὲ τὸ δυσάλωτον τοῦ χωρίου προεκαλέσατο proekale/sato Reim., prosekale/sato L. αὐτὸν ἐς συνθήκας ὡς καὶ τὴν εἰρήνην τήν τε φιλίαν ἀποληψόμενον. ἀποκριναμένου τε αὐτοῦ οὐδὲν ἄλλο ἢ ὅτι τοῖς ὑπάτοις ἃ λέγει κοινώσεται, ἐπειδὴ ἐδέδοκτό σφισι μηδένα τῶν πολιτῶν τῶν ἐν τοῖς ὅπλοις ὄντων ἐς λόγους
12.3
δέχεσθαι, προσέβαλε τῇ πόλει. καὶ αὐτὸν ὁ Πομπήιος ἡμέρας μέν τινας ἠμύνατο, μέχρις οὗ τὰ πλοῖα ἐπανῆλθε· διοικοδομήσας δὲ ἐν τούτῳ καὶ ἀποφράξας τὰς ἐς τὸν λιμένα ὁδούς, μὴ καὶ ἐπίθηταί τις αὐτῷ ἐκπλέοντι, ἔπειτα νυκτὸς ἐξανήχθη. καὶ ὁ μὲν ἀσφαλῶς ἐς τὴν Μακεδονίαν ἐπεραιώθη, τὸ δὲ δὴ Βρεντέσιον δύο τε ἐν αὐτῷ πλοῖα μεστὰ ἀνδρῶν ἑάλω.