Book 40
καὶ αὐτὸς μὲν ἐν ἡσυχίᾳ τὸ ὑπήκοον διήγαγε, τοὺς δὲ δὴ Πάρθους ἐπʼ ἀλλήλους ἔτρεψε· Ὀρνοδαπάτην *)ornodapa/thn Bs., o)rnodapa/nth L. γάρ τινα σατράπην ἀχθόμενον τῷ Ὀρώδῃ προσποιησάμενος, ἀνέπεισε διʼ ἀγγέλων τόν τε Πάκορον βασιλέα στήσασθαι καὶ ἐπʼ ἐκεῖνον μετʼ αὐτοῦ στρατεῦσαι.
ὁ μὲν οὖν πόλεμος οὗτος, ὅ τε τῶν Ῥωμαίων καὶ ὁ τῶν Πάρθων, o(/ te *pa/rqwn regarded by v. Hers. as a gloss. τετάρτῳ ἔτει ἀφʼ οὗ ἤρξατο, h)/rcato Reim., h)/rcanto L. ἐπί τε Μάρκου Μαρκέλλου *marke/llou Xyl., markelli/nou L. καὶ ἐπὶ Σουλπικίου
Ῥούφου ὑπάτων, ἐπαύσατο· ἐν δὲ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ ὁ Καῖσαρ τὰ ἐν τῇ Γαλατίᾳ ταραχθέντα αὖθις μάχαις κατέλαβε, πολλὰ πάνυ τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων πράξας,
ὧν ἐγὼ τὰ ἀξιολογώτατα διηγήσομαι μόνα. ὁ γὰρ Ἀμβιόριξ τοὺς Τρηουήρους χαλεπῶς ἔτι e)/ti R. Steph., e)pei\ L. καὶ τότε τῷ τοῦ Ἰνδουτιομάρου θανάτῳ ἔχοντας παραλαβὼν τά τε αὐτόθεν ἐπὶ πλεῖον συνέστησε, καὶ παρὰ τῶν Κελτῶν μισθοφορικὸν μετεπέμψατο.
βουληθεὶς οὖν ὁ Λαβιῆνος, πρὶν ἐκείνους ἐπελθεῖν, συμμῖξαί σφισι, προενέβαλεν ἐς τὴν τῶν Τρηουήρων χώραν. καὶ ἐπειδὴ μὴ ἠμύνοντο τὴν ἐπικουρίαν ἀναμένοντες, ἀλλὰ ποταμόν τινα διὰ μέσου ποιησάμενοι ἡσύχαζον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ ἐδημηγόρησε τοιάδε ἀφʼ ὧν τούς τε σφετέρους καταπλήξειν καὶ ἐκείνους Lacuna recognized by Leuncl. ἔμελλε,
χρῆναί τέ σφας ἔλεγε, πρὶν τοὺς Κελτοὺς αὐτοῖς ἐπαμῦναι, πρός τε τὸν Καίσαρα καὶ ἐς τὸ ἀσφαλὲς ἀποχωρῆσαι, ἐσήμηνέ e)sh/mhne/ Bk., shmh=nai L. τε εὐθὺς συσκευάσασθαι. καὶ ἐξανέστη οὐ πολλῷ ὕστερον, προσδοκήσας
ἔσεσθαι τοῦτο ὃ καὶ ἐγένετο. οἱ γὰρ βάρβαροι ἀκούσαντες ταῦτα (ἦν γὰρ αὐτοῖς ἐπιμελές, καὶ δι’ αὐτό γε τοῦτο καὶ φανερῶς ἐλέχθἠ δεδιέναι dedie/nai Rk., diie/nai L. τε αὐτὸν ὄντως καὶ φυγὴν ὡς ἀληθῶς ποιεῖσθαι ἐπίστευσαν, καὶ τὸν ποταμὸν σπουδῇ διαβάντες θυμῷ ἐπʼ αὐτοὺς ἐχώρουν, ὡς τάχους ἕκαστος εἶχε.
καὶ οὕτως ὁ Λαβιῆνος ὑπέστη τέ σφας ἐσκεδασμένους, καὶ τοὺς πρώτους ἐκπλήξας ῥᾳδίως καὶ τοὺς λοιποὺς διʼ αὐτῶν ἐκείνων ἐτρέψατο. κἀκ τούτου φευγόντων τέ σφων τεταραγμένως καὶ ἀλλήλοις ἐμπιπτόντων καὶ πρὸς τὸν ποταμὸν ὠθουμένων πολλοὺς ἀπέκτεινε.
διαφυγόντων τε καὶ ὣς συχνῶν, ὁ Καῖσαρ τῶν μὲν ἄλλων οὐδένα λόγον ἐποιεῖτο, τὸν δὲ Ἀμβιόριγα διαδιδράσκοντα ἄλλοτε ἄλλῃ καὶ πολλὰ κακουργοῦντα καὶ ζητῶν καὶ διώκων πράγματα ἔσχε. καὶ ἐκεῖνον μὲν οὐδένα τρόπον λαβεῖν ἠδυνήθη, ἐπὶ δὲ δὴ τοὺς Κελτοὺς ὡς καὶ τοῖς Τρηουήροις βοηθῆσαι ἐθελήσαντας ἐστράτευσε.
καὶ ἔπραξε μὲν οὐδὲ τότε οὐδέν, ἀλλὰ καὶ διὰ ταχέων φόβῳ τῶν Σουήβων ἐπανεχώρησεν, ἔδοξε δʼ e)/doce d' Rk., e)/docen L. οὖν αὖθις τὸν Ῥῆνον διαβεβηκέναι, καὶ τῆς τε γεφύρας μόνα τὰ προσεχῆ τοῖς βαρβάροις ἔλυσε, καὶ φρούριον ἐπʼ αὐτῆς ὡς καὶ ἀεὶ διαβησείων diabhsei/wn Dind., diabasei/wn L.
ᾠκοδόμησε. καὶ μετὰ τοῦτο ὀργῇ τὴν τοῦ Ἀμβιόριγος διάφευξιν φέρων, τὴν πατρίδα αὐτοῦ καίτοι μηδὲν νεωτερίσασαν διαρπάσαι diarpa/sai Bs., diarpa/sein L. τοῖς βουλομένοις ἐπέτρεψε, προεπαγγείλας σφίσιν αὐτὸ τοῦθʼ, ὅπως ὅτι πλεῖστοι συνέλθωσιν· ὅθενπερ πολλοὶ μὲν Γαλάται πολλοὶ δὲ καὶ Σύγαμβροι
πρὸς τὰς ἁρπαγὰς ἦλθον. οὐ μέντοι καὶ ἀπέχρησε a)pe/xrhse R. Steph., a)pexw/rhse L. τοῖς Συγάμβροις τὰ ἐκείνων λῄσασθαι, ἀλλὰ καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπέθεντο· τηρήσαντες γάρ σφας πρὸς σίτου κομιδὴν ἀπιόντας ἐπεχείρησαν τῷ στρατοπέδῳ αὐτῶν, κἀν τούτῳ προσβοηθησάντων σφῶν, ἐπείπερ ᾔσθοντο, συχνοὺς ἐφόνευσαν.
καὶ οἱ μὲν φοβηθέντες διὰ τοῦτο τὸν Καίσαρα οἴκαδε σπουδῇ ἀνεχώρησαν· ἐκεῖνος e)kei=nos Reim., e)kei/nois L. δὲ τούτων μὲν οὐδενός, ou)deno/s Reim., ou)de\n L. διά τε τὸν χειμῶνα καὶ διὰ τὸ τὰ ἐν τῇ Ῥώμῃ στασιάζεσθαι, οὐδεμίαν τιμωρίαν ἐποιήσατο, τοὺς δὲ δὴ στρατιώτας πρὸς τὰ χειμάδια διαπέμψας αὐτός τε ἐς τὴν Ἰταλίαν, πρόφασιν μὲν τῆς ἐκεῖ Γαλατίας ἕνεκα, τὸ δʼ ἀληθὲς ὅπως ἐγγύθεν τοῖς ἐν τῇ πόλει δρωμένοις ἐφεδρεύῃ, ἀπῆλθεν.
κἀν τούτῳ οἱ Γαλάται αὖθις ἐνεόχμωσαν. Ἀρουερνοὶ γὰρ ἡγουμένου σφῶν Οὐερκιγγετόριγος ἀπέστησαν, καὶ τούς τε te Rk., ge L. Ῥωμαίους, ὅσους ἔν τε ταῖς πόλεσιν ἔν τε τῇ χώρᾳ σφῶν εὗρον, πάντας ἀπέκτειναν, καὶ ἐπὶ τὴν συμμαχίδα αὐτῶν χωρήσαντες τοὺς μὲν συναποστῆναί σφισιν ἐθελήσαντας περιεῖπον, τοὺς δὲ λοιποὺς ἐκακούργουν.
μαθὼν οὖν ταῦθʼ ὁ Καῖσαρ ἀνεκομίσθη, a)nekomi/sqh Reim., e)komi/sqh L. καὶ καταλαβὼν αὐτοὺς ἐς Βιτούριγας *bitou/rigas Bk., i)ourtou/rigas L. ἐσβεβληκότας ἐκείνοις μέν (οὐ γάρ πω πάντες οἱ στρατιῶται αὐτοῦ παρῆσανʼ οὐκ ἐπήμυνεν, ἐς δὲ δὴ τὴν Ἀρουερνίδα ἀντεμβαλὼν ἐπανήγαγεν οἴκαδε τοὺς πολεμίους καὶ (οὐ γὰρ ἐδόκει πω ἀξιόμαχος αὐτοῖς εἶναι)
προαπεχώρησεν. αὖθις οὖν ἐκεῖνοι πρός τε τοὺς Βιτούριγας *bitou/rigas Bk., i)ourtou/rigas L. ἐπανῆλθον, e)panh=lqon R. Steph., e)panh=lqen L. καὶ πόλιν αὐτῶν Ἀουαρικὸν *)aouariko\n Leuncl., eu)a/kon L. ἑλόντες ἐπὶ πλεῖστον ἐν αὐτῇ ἀντέσχον. ὕστερον δὲ ὑπὸ τῶν Ῥωμαίων πολιορκούμενοι — τό τε γὰρ τεῖχος δυσπρόσιτον ἦν, τῇ μὲν ἑλῶν δυσδιαβάτων τῇ δὲ ποταμοῦ ῥοώδους αὐτὸ περιέχοντος, καὶ αὐτοὶ παμπληθεῖς ὄντες τάς τε προσβολάς σφων ῥᾳδίως ἀπεκρούοντο, καὶ ἐπεξιόντες
πολλὰ αὐτοὺς ἐλύπουν. καὶ τέλος τά τε πέριξ πάντα, οὐχ ὅπως ἀγροὺς ἢ κώμας, ἀλλὰ καὶ πόλεις ἀφʼ ὧν ὠφελίαν τινὰ ἔσεσθαί σφισι προσεδόκων, κατέφλεξαν, εἴ τέ τι παρὰ τῶν πόρρωθεν συμμάχων ἐκομίζετο αὐτοῖς, ἥρπαζον, ὥστε πολιορκεῖν τὴν πόλιν τοὺς Ῥωμαίους δοκοῦντας
τὰ τῶν πολιορκουμένων πάσχειν, πρὶν δὴ ὑετός τε λάβρος καὶ πνεῦμα μέγα προσβάλλουσί πῃ αὐτοῖς ἐπιγενόμενον (ὁ o( Bk., o(/ te L. γὰρ χειμὼν ἐνειστήκει) πρώτους μὲν ἐκείνους ἀπήλασε καὶ ἐς τὰς σκηνὰς ἐπανήγαγεν, ἔπειτα δὲ καὶ τοὺς βαρβάρους ἐς τὰς οἰκίας κατέκλεισεν. ἀπελθόντων γὰρ αὐτῶν ἀπὸ τῶν ἐπάλξεων οἱ Ῥωμαῖοι προσέβαλον ἐξαίφνης
αὖθις αὐταῖς ἐρήμοις ἀνδρῶν οὔσαις· καὶ πύργον τινὰ παραχρῆμα, πρὶν καὶ αἰσθέσθαι τοὺς πολεμίους τῆς παρουσίας σφῶν, ἑλόντες ἔπειτα καὶ τὰ λοιπὰ οὐ χαλεπῶς ἐχειρώσαντο, καὶ τήν τε πόλιν πᾶσαν διήρπασαν, καὶ τοὺς ἀνθρώπους πάντας ὀργῇ τῆς τε προσεδρείας καὶ τῆς ταλαιπωρίας ἔσφαξαν.
πράξας δὲ ταῦτα ὁ Καῖσαρ ἐπὶ τὴν χώραν αὐτῶν ἐπεστράτευσε. καὶ ἐπειδὴ πολεμούμενοι τὰς γεφύρας οἱ λοιποὶ Ἀρουερνοὶ προεκεκρατήκεσαν δι’ ὧν διαβῆναι αὐτὸν ἐχρῆν, ἀπορήσας ὅπως περαιωθῇ, ἐπιπαρῆλθεν ἐπὶ πολὺ παρὰ τὴν ὄχθην, o)/xqhn R. Steph., o)/xqan L. εἴ πως ἐπιτηδείου τινὸς χωρίου ὥστε πεζῇ διʼ
αὐτοῦ τοῦ ὕδατος διελθεῖν λάβοιτο. κἀκ τούτου ἔν τε ὑλώδει τινὶ καὶ ἐν συσκίῳ τόπῳ γενόμενος τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ τὸ πλεῖον προέπεμψε, μακρὰν makra\n Reim., makra=i L. ἐκτεταμένῃ τάξει κελεύσας αὐτοὺς προϊέναι, ὥστε καὶ πάντας σφᾶς ἐνταῦθα
εἶναι δοκεῖν· αὐτὸς δὲ μετὰ τῶν ἐρρωμενεστάτων ὑπέμεινε, καὶ ξύλα τε ἔτεμε καὶ σχεδίας ἐποίησε καὶ ἐπʼ αὐτῶν διέβη τὸ ῥεῦμα, τῶν βαρβάρων πρός τε τοὺς ἐν τῷ πρόσθεν πορευομένους τὸν νοῦν ἐχόντων καὶ τὸν Καίσαρα μετʼ αὐτῶν εἶναι
λογιζομένων. καὶ μετὰ τοῦτο τούς τε προεληλυθότας νυκτὸς ἀνεκαλέσατο, καὶ διαβιβάσας αὐτοὺς ὁμοίως τῆς μὲν χώρας ἐκράτησε, τῶν δʼ ἀνθρώπων ἐς Γεργοουίαν *gergooui/an *(gergoui/an' Leuncl., gorgoqui=an L. συγκαταφυγόντων καὶ ἐκεῖσε πάντα τὰ τιμιώτατά σφισι συγκομισάντων πλεῖστον
πόνον μάτην αὐτοῖς προσεδρεύων ἔσχε. τό τε γὰρ φρούριον ἐπί τε λόφου καρτεροῦ ἦν καὶ τείχεσιν ἰσχυρῶς ἐκεκράτυντο, καὶ οἱ βάρβαροι πέριξ αὐτὸ πάντα τὰ μετέωρα κατειληφότες περιεφρούρουν, ὥστε καὶ μένειν αὐτοῖς κατὰ χώραν ἀσφαλῶς ὑπάρχειν καὶ ἐπικαταθέουσι πλεονεκτεῖν
τὰ πλείω. ἔν τε γὰρ πεδίῳ ὁ Καῖσαρ ηὐλίζετο (οὐ γὰρ εὐπόρησεν ἐχυροῦ χωρίοὐ, καὶ αὐτὸς μὲν οὔτε προεγίγνωσκεν proegi/gnwsken Leuncl., prosegi/gnwsken L. . οἱ δὲ δὴ βάρβαροι, ὡς καὶ ὑπερδεξίων κρατοῦντες, kratou=ntes Bs., o)/ntes L. τό τε στρατόπεδον αὐτοῦ κατεθεῶντο καὶ ταῖς καταδρομαῖς ἐπικαίροις
ἐχρῶντο. εἴ τέ πῃ περαιτέρω τοῦ καιροῦ προχωρήσαντες ἀνεκόπτοντο, a)neko/ptonto Rk., a)ne/kopton L. διʼ ὀλίγου αὖθις ἐντὸς τῆς ἐπικρατείας σφῶν ἐγίγνοντο· οἱ γὰρ Ῥωμαῖοι οὐδένα τρόπον, ἐφʼ ὅσον οἵ τε λίθοι καὶ τὰ ἀκόντια
ἐξικνεῖτο, πελάσαι τοῖς χωρίοις ἐδύναντο. ὁ οὖν Καῖσαρ, ἐπειδὴ ὅ τε χρόνος ἄλλως ἀναλοῦτο, καὶ πολλάκις καὶ πρὸς αὐτὸ τὸ ὄρθιον, ἐφʼ οὗ τὸ πόλισμα ἦν, προσβαλὼν μέρους μέν τινος ἐκράτησεν αὐτοῦ ὥστε καὶ ἐντειχίσασθαί τι ῥᾴω τε te Bk., ge L. ἐκεῖθεν τὴν ἐπὶ τἆλλα ἔφοδον ποιεῖσθαι, τὸ δʼ
ὅλον ἀπεκρούετο, καὶ τῶν τε στρατιωτῶν συχνοὺς ἀπέβαλε καὶ ἐκείνους ἀλήπτους ἑώρα ὄντας, τά τε τῶν Αἰδούων ἐν τούτῳ ἐκινήθη, καὶ προσέτι καὶ πρὸς τούτους ἀπελθόντος αὐτοῦ κακῶς οἱ καταλειφθέντες ἀπήλλαξαν, ἀνέστη.
οἱ γὰρ Αἴδουοι κατʼ ἀρχὰς μὲν ταῖς τε ὁμολογίαις ἐνέμειναν καὶ ἐπικουρίας αὐτῷ ἔπεμπον, ἔπειτα δὲ καὶ ἄκοντες ἐπολέμησαν, ἀπατησάντων σφᾶς ἄλλων τε καὶ Λιταουίκου. ἐπειδὴ γὰρ οὐκ ἔπειθεν αὐτοὺς ἄλλως τοῦτο ποιῆσαι, διεπράξατο προσταχθῆναί οἱ πρὸς τὸν Καίσαρα ἀπαγαγεῖν
τινας ἐπὶ συμμαχίᾳ δῆθεν αὐτοῦ, καὶ ὥρμησε μὲν ὡς καὶ τοῦτο ποιήσων, προπέμψας δὲ ἱππέας, καὶ κελεύσας τισὶν αὐτῶν ἐπανελθοῦσιν εἰπεῖν ὅτι οἵ τε oi(/ te added by Rk., following Leuncl. (oi(). συμπεμφθέντες σφίσι καὶ οἱ ἄλλοι οἱ παρὰ τοῖς Ῥωμαίοις σφῶν ὄντες συνειλημμένοι τε ὑπʼ αὐτῶν εἰσι καὶ ἀπολώλασι, προσπαρώξυνε τοὺς στρατιώτας δημηγορήσας ἀκόλουθα τοῖς ἀγγέλοις.
καὶ οὕτως αὐτοί τε ἐπανέστησαν καὶ τοὺς ἄλλους συμμετέστησαν. summete/sthsan R. Steph., summe/tesan L. καὶ τότε μέν (ὁ γὰρ Καῖσαρ ὡς τάχιστα τοῦτʼ ᾔσθετο, τούς τε Αἰδούους οὓς εἶχε καὶ ἐδόκει πεφονευκέναι ἔπεμψεν αὐτοῖς, ὥστε φανεροὺς πᾶσι ζῶντας γενέσθαι, καὶ τῷ ἱππικῷ
ἐφέσπετὀ μετενόησαν καὶ συνηλλάγησαν· αὖθις δὲ τῶν Ῥωμαίων πρός τε τῇ Γεργοουίᾳ τῇ *gergooui/a| th=| supplied by Leuncl. and Rk. τοῦ Καίσαρος ἀπουσίᾳ πταισάντων, καὶ μετὰ τοῦτο παντάπασιν ἀπʼ αὐτῆς ἀποχωρησάντων, ἐφοβήθησαν οἱ τήν τε ἐπανάστασιν πράξαντες καὶ νεωτέρων ἀεὶ πραγμάτων ἐφιέμενοι μὴ mh\ added here by Rk., after sxola/zontes by Leuncl. σχολάζοντες
ποιήσωνται, καὶ ἐνεόχμωσαν. μαθόντες δὲ τοῦθʼ οἱ συστρατεύοντες sustrateu/ontes Melber, strateu/ontes L. αὐτῶν τῷ Καίσαρι ᾐτήσαντο ἐπιτραπῆναί σφισιν οἴκαδε ἀπελθεῖν, ὑποσχόμενοι πάντα καταστήσειν. καὶ οὕτως ἀφεθέντες πρός τε Νοουιοδουνόν, *noouiodouno\n Leuncl., noouiodoounon L. ἔνθα τά τε χρήματα καὶ τὸν σῖτον ὁμήρους o(mh/rous R. Steph., o(mo/rous L. τε πολλοὺς οἱ Ῥωμαῖοι κατετέθειντο, katete/qeinto Bk., kate/qeinto L. ἦλθον, καὶ τούς τε φρουροὺς αὐτῶν, συναιρομένων sunairome/nwn R. Steph., sunairame/nwn L. σφίσι τῶν ἐπιχωρίων, μὴ προσδεχομένους ἔφθειραν, καὶ ἐν κράτει πάντων αὐτῶν
ἐγένοντο. καὶ ἐκείνην τε τὴν πόλιν ἐπίκαιρον οὖσαν κατέπρησαν, ὅπως μὴ οἱ Ῥωμαῖοι ὁρμητήριον αὐτὴν τοῦ πολέμου ποιήσωνται, καὶ τὰ λοιπὰ τῶν Αἰδούων προσαπέστησαν. ὁ οὖν Καῖσαρ ἐπεχείρησε μὲν παραχρῆμα ἐπʼ αὐτοὺς στρατεῦσαι, μὴ δυνηθεὶς δὲ διὰ τὸν ποταμὸν τὸν Λίγρον *li/gron Leuncl., ai)/gron L. ἐπὶ
Λίγγονας ἐτράπετο. καὶ ὁ μὲν οὐδʼ ἐκεῖ κατώρθωσεν, ὁ δὲ δὴ Λαβιῆνος τὴν νῆσον τὴν ἐν τῷ Σηκουανῷ ποταμῷ οὖσαν, τούς τε προκινδυνεύσαντας ἐν e)n added by Bk. τῇ ἠπείρῳ κρατήσας καὶ τὴν διάβασιν πολλαχῇ ἅμα κατά τε τὸν ῥοῦν καὶ ἀνάπαλιν, ὅπως μὴ καθʼ ἓν περαιούμενος κωλυθῇ, ποιησάμενος, κατέσχε.
πρὶν δὲ τοῦτο γενέσθαι, καταφρονήσας ὁ Οὐερκιγγετόριξ τοῦ Καίσαρος ἐξ ὧν ἐπταίκει ἐπʼ Ἀλλόβριγας ἐστράτευσε. κἀν τούτῳ ὁρμήσαντα αὐτὸν ὡς καὶ βοηθήσοντά σφισιν, ἀπέλαβεν ἐν Σηκουανοῖς
γενόμενον καὶ ἐνεκυκλώσατο, οὐ μέντοι κακόν τι εἰργάσατο, ἀλλὰ καὶ πᾶν τοὐναντίον τούς τε Ῥωμαίους ἠνάγκασεν ἀγαθοὺς εἶναι ἀπογνώσει τῆς σωτηρίας, καὶ αὐτὸς ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ θράσους ἔπταισε, καί τι καὶ ὑπὸ τῶν Κελτῶν
τῶν τοῖς Ῥωμαίοις συμμαχούντων ἐσφάλη· ταῖς τε γὰρ ὁρμαῖς ἄπληστοι ὄντες καὶ τοῖς a)/plhstoi o)/ntes kai\ toi=s Rk., a)plh/stois L. σώμασι τὴν τόλμαν προσεπισχυρίσαντες διέρρηξαν τὴν περίσχεσιν. εὑρὼν δὲ δὴ τὸ εὕρημα τοῦτο ὁ Καῖσαρ οὐκ ἀνῆκεν, ἀλλʼ ἐς Ἀλεσίαν τοὺς διαφυγόντας αὐτῶν κατακλείσας ἐπολιόρκει.
κἀν τούτῳ ὁ Οὐερκιγγετόριξ τὸ μὲν πρῶτον τοὺς ἱππέας, πρὶν παντελῶς ἀποτειχισθῆναι, ἐξέπεμψε, τῆς τε τροφῆς τῶν ἵππων ἕνεκα (οὐ γὰρ ἦνʼ καὶ ὅπως ἐς τὰς πατρίδας ἕκαστοί σφων κομισθέντες τά τε ἐπιτήδεια καὶ ἐπικουρίαν αὐτῷ
ἀγάγωσιν. ἐπεὶ δʼ οὗτοί τε ἐχρόνιζον καὶ τὰ σιτία σφᾶς ἐπιλείπειν ἤρξατο, τούς τε παῖδας καὶ τὰς γυναῖκας καὶ kai\ supplied by R. Steph. τῶν ἄλλων τοὺς ἀχρειοτάτους ἐξέβαλεν, e)ce/balen R. Steph., e)ce/balon L. ἐλπίσας μάτην ὅτι ἢ καὶ ἐκεῖνοι πρὸς τῶν Ῥωμαίων τῆς λείας ἕνεκα σωθήσονται, ἢ οἵ γε λοιποὶ ταῖς τροφαῖς αὐτῶν ἐπὶ πλεῖον χρησάμενοι