Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 40

 
μέγιστον δὲ ὅμως αὐτοὺς ὁ Ἄβγαρος *)/abgaros Bs., *au)/garos L (here and in following chapters'. ὁ Ὀρροηνὸς ἐλυμήνατο· ἔνσπονδος γὰρ τοῖς Ῥωμαίοις ἐπὶ τοῦ Πομπηίου γενόμενος ἀνθείλετο τὰ τοῦ βαρβάρου. καὶ τοῦτο μὲν καὶ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος ἐποίησε· πρὸς γὰρ τὸ ἰσχυρὸν ἀεὶ μεθίστατο.
 
ἀλλʼ ἐκεῖνος μὲν ἐκ τοῦ προφανοῦς ἀπέστη, καὶ κατὰ τοῦτο οὐ δυσφύλακτος ἦν· ὁ δʼ Ἄβγαρος ἐφρόνει μὲν τὰ τοῦ Πάρθου, ἐπλάττετο δὲ τῷ Κράσσῳ φιλικῶς ἔχειν, καὶ χρήματά τε ἀφειδῶς αὐτῷ ἀνήλισκε, καὶ τά τε βουλεύματα αὐτοῦ πάντα καὶ ἐμάνθανε καὶ ἐκείνῳ διήγγελλε, καὶ προσέτι εἰ μέν τι χρηστόν σφων ἦν, ἀπέτρεπεν
 
αὐτόν, εἰ δʼ ἀσύμφορον, ἐπέσπερχε. καὶ δὴ καὶ τοιόνδε τι τελευτῶν ἔπραξε. τοῦ γὰρ Κράσσου πρὸς Σελεύκειαν ὁρμῆσαι διανοουμένου, ὥστε ἐκεῖσέ τε ἀσφαλῶς παρά τε τὸν Εὐφράτην καὶ δι’ αὐτοῦ τῷ τε στρατῷ καὶ τοῖς ἐπιτηδείοις κομισθῆναι, καὶ μετʼ αὐτῶν (προσποιήσεσθαι γάρ σφας ἅτε καὶ Ἕλληνας ῥᾳδίως ἤλπιζενʼ ἐπὶ
 
Κτησιφῶντα μὴ χαλεπῶς περαιωθῆναι, τούτου μὲν ὡς καὶ χρονίου ἐσομένου ἀμελῆσαι αὐτὸν ἐποίησε, τῷ δὲ δὴ Σουρήνᾳ ὡς καὶ ἐγγὺς καὶ μετʼ
 
ὀλίγων ὄντι συμμῖξαι ἔπεισε. καὶ μετὰ τοῦτο παρασκευάσας τὸν μὲν ὅπως ἀπόληται τὸν δʼ ὅπως κρατήσῃ krath/sh| R. Steph., krath/sei L. (συνεχῶς γὰρ προφάσει κατασκοπῆς τῷ Σουρήνᾳ συνεγίγνετὀ, ἐξήγαγε τοὺς Ῥωμαίους ἀφροντιστοῦντας ὡς ἐπὶ νίκην ἕτοιμον, καὶ αὐτοῖς ἐν αὐτῷ τῷ ἔργῳ συνεπέθετο.
 
ἐπράχθη δὲ ὧδε. οἱ Πάρθοι τὸ πλεῖον τοῦ στρατοῦ σφων ἀποκρύψαντες (ἡ γὰρ ga\r Rk., te L. χώρα ἀνώμαλός τέ πῃ ἦν καὶ δένδρα εἶχενʼ ἀπήντησαν τοῖς Ῥωμαίοις. ἰδὼν οὖν αὐτοὺς ὁ Κράσσος, οὐκ ἐκεῖνος ἀλλʼ ὁ νεώτερος (πρὸς γὰρ τὸν πατέρα ἐκ τῆς
 
Γαλατίας παρῆνʼ, καὶ καταφρονήσας σφῶν ὡς καὶ μόνων, ἀντεξήγαγε τῷ ἱππικῷ, καὶ τραπομένους ἐξεπίτηδες αὐτοὺς ἐπιδιώκων ὡς καὶ κρατῶν ἀπήχθη a)ph/xqh Turn., u(ph/xqh L. πολὺ ἀπὸ a)po\ Xyl., u(po\ L. τῆς φάλαγγος, κἀνταῦθα
 
περιστοιχισθεὶς κατεκόπη. γενομένου δὲ τούτου οἱ πεζοὶ τῶν Ῥωμαίων οὐκ ἀπετράποντο μέν, ἀλλὰ καὶ προθύμως τοῖς Πάρθοις, ὡς καὶ τιμωρήσοντες αὐτῷ, συνέμιξαν· οὐ μέντοι καὶ ἄξιόν σφων οὐδὲν ἔκ τε τοῦ πλήθους καὶ ἐκ τοῦ τρόπου τῆς μάχης αὐτῶν, ἄλλως τε καὶ ὑπὸ τοῦ Ἀβγάρου
 
ἐπιβουλευθέντες, ἐποίησαν. εἴτε γὰρ συνασπίσαι γνοίησαν gnoi/hsan Bk., e)/gnwsan L. ὡς καὶ τῇ πυκνότητι τῆς τάξεώς σφων τὰ τοξεύματα αὐτῶν ἐκφευξόμενοι, προσπίπτοντές σφισιν οἱ κοντοφόροι ῥύμῃ τοὺς μὲν κατέβαλλον, τοὺς δὲ πάντως γοῦν ἐσκεδάννυσαν· εἴτε καὶ διασταῖεν ὅπως τοῦτό γε ἐκκλίνοιεν, e)kkli/noien H. Steph., e)kkli/neien L. ἐτοξεύοντο.
 
κἀν τούτῳ πολλοὶ μὲν καὶ ἐξ αὐτῆς τῆς προσελάσεως τῶν κοντοφόρων ἐκπληττόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ ὑπὸ τῶν ἱππέων ἐγκαταλαμβανόμενοι ἐφθείροντο· ἄλλοι τοῖς κοντοῖς ἀνετρέποντο a)netre/ponto H. Steph., a)netra/ponto L.
 
ἢ καὶ ἀναπειρόμενοι ἐφέροντο. τά τε βέλη καὶ πυκνὰ καὶ πανταχόθεν ἅμα αὐτοῖς ἐμπίπτοντα συχνοὺς μὲν καιρίᾳ kairi/a| Xyl., kerai/ai L. πληγῇ κατέβαλλε, kate/balle Xyl., a)pe/balle L. συχνοὺς δὲ ἀπομάχους εἰργάζετο, πᾶσι δʼ ἀσχολίαν ἐνεποίει· ἔς τε γὰρ τοὺς ὀφθαλμούς σφων ἐσπετόμενα καὶ πρὸς τὰς χεῖρας τό τε ἄλλο σῶμα πᾶν καὶ διὰ τῶν ὅπλων χωροῦντα τήν τε προφυλακὴν αὐτῶν ἀφῃρεῖτο, καὶ γυμνοῦσθαί gumnou=sqai Leuncl., gumnou/s te L. σφας πρὸς τὸ
 
ἀεὶ τιτρῶσκον titrw=skon Toup, titrwsko/menon L. ἠνάγκαζεν, ὥστε ἐν ᾧ τις τόξευμα ἐφυλάττετο ἢ καὶ ἐμπαγὲν ἐξῃρεῖτο, e)ch|rei=to Rk., h(|rei=to L. πλείω τραύματα ἄλλα ἐπʼ ἄλλοις e)p' a)/llois Oddey, e)n polloi=s L. ἐλάμβανε. κἀκ τούτου ἄπορον μέν σφισι κινηθῆναι, ἄπορον δὲ καὶ ἀτρεμίζειν ἦν· οὔτε γὰρ ἀσφάλειαν οὐδέτερον αὐτοῖς εἶχε, καὶ τὸν ὄλεθρον ἀμφότερα ἐπέφερε, τὸ μὲν ὅτι οὐκ ἐδύναντο, e)du/nanto R. Steph., e)du/nonto L. τὸ δὲ ὅτι ῥᾷον ἐτιτρώσκοντο.
 
καὶ ταῦτα μέν, ἕως e(/ws St., w(s L. ἔτι e)/ti Xyl., e)pi\ L. πρὸς μόνους τοὺς ἐμφανεῖς πολεμίους polemi/ous Leuncl., pole/mous L. ἐμάχοντο, ἔπασχον· ὁ γὰρ Ἄβγαρος οὐκ εὐθὺς αὐτοῖς ἐπεχείρησεν· ἐπεὶ δὲ καὶ ἐκεῖνος ἐπέθετο, ἐνταῦθα οἱ Ὀρροηνοὶ αὐτοί τε ὄπισθεν ἐς τὰ γυμνὰ ἀπεστραμμένους a)pestramme/nous Rk., e)pestramme/nous L. σφᾶς ἔπαιον καὶ τοῖς ἄλλοις ῥᾷον φονεύειν παρεῖχον. τὴν γὰρ τάξιν, ὅπως ἀντιπρόσωποι αὐτοῖς γένωνται, ἐξελίξαντες ὄπισθέν σφων τοὺς Πάρθους
 
ἐποιήσαντο. αὖθίς τε οὖν πρὸς αὐτοὺς μετεστράφησαν, καὶ πάλιν αὖθις πρὸς ἐκείνους, εἶτα πρὸς τούτους. κἀκ τοῦ τοιούτου μᾶλλον ἐπιταραχθέντες, ἅτε καὶ συνεχῶς δεῦρο κἀκεῖσε μεθιστάμενοι καὶ πρὸς τὸ ἀεὶ τιτρῶσκον ἀποβλέπειν ἀναγκαζόμενοι, τοῖς τε ξίφεσι τοῖς σφετέροις περιέπιπτον καὶ
 
πολλοὶ καὶ ὑπʼ ἀλλήλων ἀπώλοντο. τέλος δὲ ἐς στενὸν οὕτω κατεκλείσθησαν, ἀναγκαζόμενοι, τῶν πολεμίων ἀεί σφισι πανταχόθεν ἅμα προσπιπτόντων, ταῖς τῶν παραστατῶν ἀσπίσι τὰς γυμνώσεις σφῶν προστέλλειν, ὥστε μηδὲ κινηθῆναι ἔτι δυνηθῆναι. οὐ μὴν οὐδὲ τὴν στάσιν βεβαίαν ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν εἶχον, ἀλλὰ καὶ περὶ ἐκείνοις
 
ἀνετρέποντο. τό τε καῦμα καὶ τὸ δίψος (μεσοῦντός τε γὰρ τοῦ θέρους καὶ ἐν μεσημβρίᾳ ταῦτʼ ἐγίγνετὀ καὶ ὁ κονιορτός (ὅπως γὰρ ὅτι πλεῖστος αἴροιτο, πάντες σφᾶς οἱ βάρβαροι περιίππευονʼ δεινῶς τοὺς λοιποὺς συνῄρει, καὶ συχνοὶ καὶ ὑπὸ
 
τούτων ἄτρωτοι ἔπεσον. κἂν πασσυδὶ ἀπώλοντο, εἰ μὴ οἵ τε κοντοὶ τῶν βαρβάρων οἱ μὲν ἀπεστράφησαν οἱ δὲ ἐκλάσθησαν, καὶ αἱ νευραὶ τῇ συνεχείᾳ τῆς βολῆς ἐρράγησαν, τά τε βέλη ἐξετοξεύθη, καὶ τὰ ξίφη πάντα ἀπημβλύνθη, τό τε μέγιστον οἱ
 
ἄνδρες αὐτοὶ φονεύοντες ἐξέκαμον. οὕτω γὰρ δή (καὶ γὰρ ga\r added by Reim. νὺξ ἐγίγνετο καὶ πόρρω ποι ἀφιππεῦσαι αὐτοὺς ἐχρῆνʼ ἀπεχώρησαν· οὐδέποτε γὰρ πλησίοι οὐδὲ τοῖς ἀσθενεστάτοις στρατοπεδεύονται διὰ τὸ μηδεμιᾷ ταφρείᾳ χρῆσθαι καὶ διὰ τό, ἄν τις ἐπέλθῃ σφίσιν ἐν τῷ σκότῳ, sko/tw| Xyl., sko/pwi L. ἀδύνατοι μὲν τῇ ἵππῳ ἀδύνατοι δὲ καὶ τῇ τοξείᾳ ἰσχυρίσασθαι
 
εἶναι. οὐ μέντοι καὶ ζῶντά τινα τῶν Ῥωμαίων τόθʼ εἷλον· ἑστῶτάς τε γὰρ αὐτοὺς ἐν τοῖς ὅπλοις ὁρῶντες, καὶ μήτε τινὰ ἐκεῖνα ἀπορριπτοῦντα μήτʼ αὐτὸν φεύγοντα αἰσθανόμενοι, ἰσχύειν τε ἔτι σφᾶς ἐνόμισαν καὶ ἐφοβήθησαν αὐτῶν ἐπιλαβέσθαι.
 
οὕτως ὅ τε Κράσσος καὶ ἄλλοι ὅσοι γε ἠδυνήθησαν ἐς τὰς Κάρρας *ka/rras Xyl., a)/kras L. ὥρμησαν, βεβαίους σφίσιν ὑπὸ τῶν καταμεινάντων ἔνδον Ῥωμαίων τηρηθείσας· πολλοὶ γὰρ δὴ τῶν τετρωμένων μήτε βαδίσαι οἷοί τε ὄντες μήτʼ ὀχημάτων εὐποροῦντες ἢ καὶ ποδηγέτας ἔχοντες (ἀγαπητῶς γὰρ οἱ λοιποὶ ἑαυτοὺς
 
ἀνέφερονʼ κατὰ χώραν ἔμειναν. καὶ ἐκείνων τε οἱ μὲν ἀπέθανον ἐκ τῶν τραυμάτων ἢ καὶ ἑαυτοὺς καταχρησάμενοι, οἱ δὲ ἑάλωσαν τῇ ὑστεραίᾳ· e(a/lwsan th=| u(sterai/a| Turn., e(a/lwn th=i e(te/rai L. καὶ τῶν διαδεδρακότων diadedrako/twn Polak, e(alwko/twn L. συχνοὶ μὲν ἐν τῇ ὁδῷ προλιπόντων prolipo/ntwn Turn., proe/lipon L. σφᾶς τῶν σωμάτων, συχνοὶ δὲ καὶ μετὰ τοῦτʼ ἐφθάρησαν, θεραπείας παραχρῆμα
 
ἀκριβοῦς μὴ δυνηθέντες τυχεῖν. ὁ γὰρ Κράσσος ἀθυμήσας οὐδὲ ἐν τῇ πόλει ἀσφαλῶς ἔθʼ ὑπομεῖναι δυνήσεσθαι ἐνόμισεν, ἀλλὰ δρασμὸν εὐθὺς ἐβουλεύσατο. καὶ ἐπειδὴ οὐχ οἷόν τε ἦν αὐτῷ μεθʼ ἡμέραν ἐξιόντι μὴ οὐ καταφώρῳ katafw/rw| H. Steph., katafo/rwi L. γενέσθαι, ἐπεχείρησε μὲν νυκτὸς ἀποδρᾶναι, προδοθεὶς δὲ ὑπὸ τῆς σελήνης, πανσελήνου οὔσης, οὐκ ἔλαθεν.
 
προσέμεινάν τε οὖν μέχρι τῶν ἀσελήνων νυκτῶν, καὶ οὕτως ἄραντες δή, dh\ Reim., de\ L. οἷα ἐν σκότῳ καὶ ἐν ἀλλοτρίᾳ καὶ προσέτι καὶ πολεμίᾳ γῇ φόβῳ τε ἰσχυρῷ, i)sxurw=| R. Steph., i)sxurw=s L. ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἁλόντες ἡμέρας γενομένης ἀπώλοντο, οἱ δὲ ἐς τὴν Συρίαν μετὰ Κασσίου Λογγίνου τοῦ ταμίου διεσώθησαν·
 
ἄλλοι τῶν ὀρῶν μετʼ αὐτοῦ τοῦ Κράσσου λαβόμενοι παρεσκευάζοντο ὡς καὶ διʼ ἐκείνων ἐς τὴν Ἀρμενίαν φευξόμενοι.
 
γνοὺς δὲ τοῦτο ὁ Σουρήνας, καὶ φοβηθεὶς μὴ μεταστάντες ποι αὖθίς σφισι προσπολεμῶσι, προσβαλεῖν μὲν πρὸς τὰ μετέωρα ἄφιππα ὄντα οὐκ ἠθέλησεν (ὁπλῖταί τε γὰρ ὄντες καὶ ἐξ ὑπερδεξίων μαχόμενοι, καί τι καὶ kai\ Reim., kai\ di' L. ἀπονοίας ὑπʼ ἀπογνώσεως ἔχοντες, οὐ ῥᾴδιοι προσμῖξαί οἱ ἐγένοντὀ, πέμπει δὲ πρὸς αὐτοὺς ἐς σπονδὰς δῆθέν σφας προκαλούμενος, ἐφʼ ᾧ τὴν ἐντὸς τοῦ Εὐφράτου
 
πᾶσαν ἐκλίπωσι. e)kli/pwsi Bk., e)klei/pwsi L. καὶ αὐτῷ ὁ Κράσσος οὐδὲν ἐνδοιάσας ἐπίστευσεν· ἔν τε γὰρ ἀκμῇ τοῦ δέους ὢν καὶ ὑπʼ ἐκπλήξεως τῆς τε ἰδίας ἅμα καὶ τῆς δημοσίας συμφορᾶς τεθολωμένος, καὶ προσέτι καὶ τοὺς στρατιώτας τήν τε ὁδὸν ὡς πολλὴν καὶ τραχεῖαν ὀκνοῦντας καὶ τὸν Ὀρώδην φοβουμένους ὁρῶν,
 
οὐδὲν τῶν δεόντων προϊδέσθαι ἠδυνήθη. ἑτοίμου e(toi/mou R. Steph., e(toi/mous L. οὖν αὐτοῦ πρὸς τὰς σπονδὰς γενομένου ὁ Σουρήνας οὐκ ἠθέλησε διʼ ἑτέρων σπείσασθαι, ἀλλʼ ὅπως αὐτὸν μετʼ ὀλίγων ἀπολαβὼν συλλάβῃ, αὐτῷ
 
ἐκείνῳ ἔφη βούλεσθαι ἐς λόγους ἐλθεῖν. κἀκ τούτου δόξαν σφίσιν ἐν τῷ μεταιχμίῳ metaixmi/w| Turn., metai/xmwi L. μετʼ ἴσων ἀνδρῶν ἑκατέρωθεν συμβαλεῖν ἀλλήλοις, ὅ τε Κράσσος ἐς τὸ ὁμαλὸν ὑποκατέβη, καὶ ὁ Σουρήνας ἵππον αὐτῷ δῶρον, ἵνα δὴ θᾶσσον πρὸς αὐτὸν
 
ἀφίκηται, ἔπεμψε. καὶ οὕτω διαμέλλοντα τὸν Κράσσον, καὶ βουλευόμενον ὅ τι ποιήσῃ, συναρπάσαντες οἱ βάρβαροι βίᾳ ἐπὶ τὸν ἵππον ἀνέβαλον. a)ne/balon Xyl., a)ne/labon L. κἀν τούτῳ ἀντιλαμβανομένων αὐτοῦ τῶν Ῥωμαίων ἔς τε χεῖράς σφισιν ἦλθον, καὶ τέως μὲν ἰσοπαλεῖς ἐγίγνοντο, ἔπειτα δὲ προσβοηθησάντων
 
τινῶν αὐτοῖς ἐπεκράτησαν· οἱ γὰρ βάρβαροι ἔν τε τῷ πεδίῳ ὄντες καὶ προπαρεσκευασμένοι ἔφθησαν τοὺς ἄνω Ῥωμαίους ἀμύναντες σφίσι. καὶ οἵ τε ἄλλοι ἔπεσον καὶ ὁ Κράσσος, εἴτʼ οὖν ὑπὸ τῶν σφετέρων τινὸς ὅπως μὴ ζωγρηθῇ, εἴτε καὶ ὑπὸ τῶν πολεμίων ἐπειδὴ κακῶς ἐτέτρωτο, ἐσφάγη.
 
καὶ ἐκείνῳ μὲν τοῦτο τὸ τέλος ἐγένετο, καὶ αὐτοῦ χρυσὸν ἐς τὸ στόμα οἱ Πάρθοι, ὥς γέ τινες λέγουσιν, ἐνέτηξαν ἐπισκώπτοντες· οὕτω γὰρ δὴ περὶ τὰ χρήματα, καίτοι πολυχρήματος ὤν, ἐσπουδάκει ὥστε καὶ w(/ste kai\ supplied by Leuncl. (w(/ste) and Xyl. (w(s kai\). ὡς πένητας οἰκτείρειν τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν θρέψαι· qre/yai v. Hers., qre/yein L.
 
τῶν δὲ δὴ στρατιωτῶν τὸ μὲν πλεῖον διὰ τῶν ὀρῶν ἐς τὴν φιλίαν ἀπέφυγε, τὸ δέ τι καὶ ἐς τοὺς πολεμίους ἑάλω.
 
οἱ δὲ δὴ Πάρθοι τότε μὲν οὐ περαιτέρω τοῦ Εὐφράτου προεχώρησαν, ἀλλὰ τὴν ἐντὸς αὐτοῦ πᾶσαν ἀνεκτήσαντο· μετὰ δὲ τοῦτο καὶ ἐς τὴν Συρίαν, οὐ μέντοι καὶ ἐν πλήθει τινί, ὡς μήτε στρατηγὸν μήτε στρατιώτας ἔχουσαν, ἐνέβαλον· ἀφʼ οὗπερ Κάσσιος *ka/ssios R. Steph., from Xiph., kra/ssos L., and so just belos. ῥᾳδίως αὐτούς, ἅτε μὴ πολλοὺς
 
ὄντας, ἀπεώσατο. οὗτος γὰρ ἐν μὲν ταῖς Κάρραις τῶν τε στρατιωτῶν τὴν αὐτοκράτορα αὐτῶν ἡγεμονίαν μίσει τοῦ Κράσσου διδόντων, καὶ προσέτι καὶ αὐτοῦ au)tou= St., par' au)tou= L. ἐκείνου ἐθελοντὶ διὰ τὸ τῆς συμφορᾶς μέγεθος ἐπιτρέποντος, οὐκ ἐδέξατο, τότε δὲ καὶ ἀνάγκῃ τῆς Συρίας ἔν τε τῷ παρόντι καὶ
 
μετὰ ταῦτα προέστη. οἱ γὰρ βάρβαροι οὐκ ἀπέσχοντο αὐτῆς, ἀλλὰ χειρὶ αὖθις μείζονι, Πακόρου μὲν ὀνόματι, τοῦ υἱέος τοῦ Ὀρώδου, ἔργῳ δέ (παῖς γὰρ ἔτι ἐκεῖνος ἦνʼ Ὠσάκου ἡγουμένου σφίσιν, ἐστράτευσαν, καὶ μέχρι τῆς Ἀντιοχείας ἦλθον,
 
πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι. καὶ ἐλπίδα εἶχον καὶ τὰ λοιπὰ καταστρέψεσθαι, katastre/yesqai Turn., katastre/yasqai L. μήτε τῶν Ῥωμαίων ἀξιομάχῳ τινὶ δυνάμει παρόντων, καὶ τῶν δήμων τῇ τε ἐκείνων δεσποτείᾳ ἀχθομένων καὶ πρὸς αὐτοὺς ἅτε καὶ γείτονας καὶ συνήθεις σφίσιν ὄντας
 
ἀποκλινόντων. ἁμαρτόντες δὲ τῆς Ἀντιοχείας (ὅ τε γὰρ Κάσσιος ἰσχυρῶς αὐτοὺς ἀπεκρούσατο, καὶ ἐκεῖνοι ἀδύνατοι πολιορκῆσαί τι ἦσανʼ ἐπʼ Ἀντιγόνιαν ἐτράποντο. καὶ ἐπειδὴ τό τε προάστειον αὐτῆς σύμφυτον ἦν, καὶ οὐκ ἐθάρσησαν, ἀλλʼ
 
οὐδὲ ἠδυνήθησαν ἐς αὐτὸ ἐσελάσαι, ἐνενόησαν μὲν τά τε δένδρα κόψαι καὶ τὸ χωρίον πᾶν ψιλῶσαι, ὅπως καὶ θαρσούντως καὶ ἀσφαλῶς τῇ πόλει προσμίξωσι, μὴ δυνηθέντες δέ (ὅ τε γὰρ πόνος πολὺς ἐγίγνετο καὶ ὁ χρόνος ἄλλως ἀναλοῦτο, ὅ τε Κάσσιος τοὺς ἀποσκεδαννυμένους σφῶν ἐλύπει) ἀπανέστησαν ὡς καὶ ἐπʼ ἄλλο τι ἐπιστρατεύσοντες. e)pistrateu/sontes R. Steph., e)pistrateu/ontes L.
 
κἀν τούτῳ ὁ Κάσσιος ἔς τε τὴν ὁδὸν διʼ ἧς ἀποπορεύεσθαι ἔμελλον ἐλόχισε, κἀνταῦθα ἐπιφανείς σφισι μετʼ ὀλίγων ἔς τε δίωξιν αὐτοὺς ὑπηγάγετο, καὶ περιστοιχισάμενος ἄλλους τε καὶ τὸν Ὠσάκην ἀπέκτεινε. τελευτήσαντος δʼ ἐκείνου πᾶσαν τὴν Συρίαν ὁ Πάκορος ἐξέλιπε, καὶ οὐδʼ αὖθίς ποτε ἐς αὐτὴν ἐσέβαλεν.
 
ἅμα δὲ οὗτος ἀνεκεχωρήκει καὶ ὁ Βίβουλος ἄρξων τῆς Συρίας ἀφίκετο, καίπερ ἐψηφισμένου μηδένα μήτε στρατηγὸν μήθʼ ὕπατον μήτε εὐθὺς μήτε πρὸ πέμπτου ἔτους ἐς τὰς ἔξω ἡγεμονίας ἐξιέναι, ἵνα μὴ διὰ τοῦτο σπουδαρχοῦντες στασιάζωσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme