Book 40
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τῶν Δίωνος Ῥωμαϊκῶν
α. ὡς Καῖσαρ τὸ δεύτερον ἐς Βρεττανίαν διέπλευσεν.
β. ὡς Καῖσαρ ὑποστρέψας ἀπὸ Βρεττανίας τοῖς Γαλάταις αὖθις ἐπολέμησεν.
γ. ὡς Κράσσος Πάρθοις πολεμεῖν ἤρξατο.
ε. ὡς Κράσσος ἡττηθεὶς ὑπʼ αὐτῶν ἀπώλετο.
ζ. ὡς Καῖσαρ τὴν Γαλατίαν τὴν ὑπὲρ τὰς Ἄλπεις πᾶσαν κατεστρέψατο.
η. ὡς Μίλων Κλώδιον ἀποκτείνας κατεδικάσθη.
θ. ὡς Καῖσαρ καὶ Πομπήιος στασιάζειν ἤρξαντο.
χρόνου πλῆθος τὰ λοιπὰ τῆς Δομιτίου καὶ Ἀππίου Κλαυδίου ὑπατείας καὶ ἄλλα ἔτη τέτταρα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
10
Γν. Δομίτιος Μ. υἱ. Καλουῖνος *kaloui=nos Xyl., kalouinios L.
μ. Οὐαλέριος Μεσσάλας *messa/las added by Xyl. ὑπ.
Γν. Πομπήιος *gn. *pomph/ios added by Xyl. Γν. υἱ. Μάγνος τὸ γ
κ. Καικίλιος Μέτελλος Σκιπίων Νασικοῦ υἱ. ὑπ.
Σέρουιος *se/rouios Xyl., serpos L. Σουλπίκιος Κ. υἱ. Ῥοῦφος
15
μ. Κλαύδιος Μ. υἱ. Μάρκελλος ὑπ.
λ. Αἰμίλιος *l. *ai)mi/lios Xyl., daimili/ou L. μ. υἱ. Παῦλος
γ. Κλαύδιος Γ. υἱ. Μάρκελλος Line supplied by Xyl. ὑπ.
ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα, τότε ἑπτακόσια ἔτη ἀγούσῃ, ἐγένετο· ἐν δὲ δὴ τῇ Γαλατίᾳ ὁ Καῖσαρ ἐπὶ τῶν αὐτῶν ἐκείνων τοῦ Δομιτίου τοῦ Λουκίου tou= *louki/ou Bk., au)tou= leuki/ou L. καὶ τοῦ Κλαυδίου τοῦ Ἀππίου ὑπάτων τά τε ἄλλα καὶ ναῦς ἐν μέσῳ τῶν τε σφετέρων τῶν ταχειῶν καὶ τῶν αὐτόθεν τῶν φορτίδων, ὅπως ὡς μάλιστα καὶ κουφίζωσι καὶ πρὸς τὸ κῦμα ἀντέχωσιν, ἐπί τε τοῦ ξηροῦ ἱστάμεναι μὴ λυμαίνωνται,
παρεσκευάσατο. καὶ ἐπειδὴ πλόιμα ἐγένετο, e)ge/neto R. Steph., e)ge/nonto L. ἐς τὴν Βρεττανίαν αὖθις ἐπεραιώθη, πρόφασιν μὲν ὅτι μὴ πάντας τοὺς ὁμήρους οὓς ὑπέσχοντό οἱ ἐπεπόμφεσαν, νομίζοντες αὐτόν, ὅτι διὰ κενῆς τότε ἀνεχώρησε, μηκέτʼ αὖθίς σφων πειράσειν, ποιησάμενος, ἔργῳ δὲ δεινῶς τῆς νήσου ἐφιέμενος, ὥστε εἰ μὴ καὶ τοῦτο ἦν, πάντως ἂν
ἄλλην τινὰ σκῆψιν εὑρεῖν. κατῆρέ τε οὖν ἔνθα καὶ πρότερον, μηδενὸς ὑπό τε τοῦ πλήθους τῶν νεῶν καὶ ὑπὸ τοῦ πολλαχόσε ἅμα αὐτὰς κατασχεῖν τολμήσαντος ἀντιστῆναι, καὶ τὸ to\ Rk., to\n L. ναύσταθμον
εὐθὺς ἐκρατύνατο. οἱ οὖν βάρβαροι τὸν μὲν πρόσπλουν αὐτοῦ οὐκ ἠδυνήθησαν διὰ ταῦτα κωλῦσαι, δείσαντες δὲ μᾶλλον ἢ πρότερον, ἅτε καὶ στρατῷ πλείονι αὐτοῦ ἐλθόντος, ἐς τὸ λασιώτατον καὶ ἐς τὸ λοχμωδέστατον τῶν ἐγγὺς
χωρίων πάντα τὰ τιμιώτατα συνεφόρησαν, καὶ αὐτὰ ἐν ἀσφαλεῖ ποιησάμενοι (τά τε γὰρ πέριξ ξύλα ἔκοψαν, καὶ ἕτερα ἐπʼ αὐτοῖς στοιχηδὸν ἐπισυνένησαν, ὥστε ἐν χαρακώματι τρόπον τινὰ εἶναι) ἔπειτα τοὺς προνομεύοντας τῶν Ῥωμαίων ἐλύπουν. καὶ δὴ καὶ μάχῃ τινὶ ἐν τῷ ψιλῷ ἡττηθέντες ὑπήγαγόν σφας ἐκεῖσε κατὰ τὴν δίωξιν, καὶ συχνοὺς ἀνταπέκτειναν.
καὶ μετὰ τοῦτο χειμῶνος αὖθις τὰς ναῦς αὐτῶν λυμηναμένου συμμάχους τε προσμετεπέμψαντο καὶ ἐπʼ αὐτὸ τὸ νεώριόν σφων ὥρμησαν, Κασουελλανὸν *kasouellano\n Reim., kai souellano\n L. τὸν τὰ πρῶτα τῶν tw=n added by Leuncl. ἐν
τῇ νήσῳ δυναστῶν φερόμενον προστησάμενοι. καὶ αὐτοῖς ἀπαντήσαντες οἱ Ῥωμαῖοι τὸ μὲν πρῶτον ἐταράχθησαν τῇ τῶν ἁρμάτων σφῶν προσμίξει, ἔπειτα δὲ διιστάμενοι, καὶ ἐκεῖνά τε παρεξιέντες καὶ τοὺς παραθέοντας ἐς τὰ πλάγια pla/gia Rk., plai/sia L. βάλλοντες,
ἀνίσωσαν a)ni/swsan Rk., a)ne/swsan L. τὴν μάχην. καὶ τότε μὲν κατὰ χώραν ἀμφότεροι ἔμειναν· αὖθις δὲ οἱ βάρβαροι τοῦ μὲν πεζοῦ κρείττους γενόμενοι, ὑπὸ δὲ τῆς ἵππου κακωθέντες, πρός τε τὸν Ταμέσαν ἀνεχώρησαν, καὶ τὸν πόρον αὐτοῦ σταυροῖς, τοῖς μὲν ἐμφανέσι τοῖς δὲ καὶ ὑφύδροις, διαλαβόντες ηὐλίσαντο.
ἐπειδὴ δὲ de\ Rk., te L. ἐκείνους τε ὁ Καῖσαρ τό τε σταύρωμα προσβολῇ βιαίᾳ ἐκλιπεῖν ἠνάγκασε καὶ μετὰ τοῦτο καὶ ἐκ τοῦ ἐρύματος προσεδρείᾳ ἐξήλασε, καὶ τοὺς προσβάλλοντάς σφων τῷ ναυστάθμῳ ἕτεροι ἀπεώσαντο, κατέδεισαν καὶ κατελύσαντο ὁμήρους τε δόντες καὶ φόρον ἐτήσιον ταξάμενοι.
καὶ οὕτως ὁ Καῖσαρ ἀπῆρε παντάπασιν ἐκ τῆς νήσου, καὶ οὐδὲν ἐγκατέλιπε στράτευμα ἐν αὐτῇ· ἐκεῖνό τε γὰρ κινδυνεύσειν ἐν ἀλλοτρίᾳ πῃ χειμάζον, καὶ αὐτὸς οὐκ ἂν ἐν καλῷ ἐπὶ πλεῖον ἀπὸ τῆς Γαλατίας ἀποδημῆσαι νομίζων, ἠγάπησε τοῖς παροῦσι, μὴ mh\ added by R. Steph. καὶ μειζόνων ὀριγνώμενος καὶ περὶ
ἐκείνοις σφαλῇ. καὶ ἔδοξε καὶ τοῦτο ὀρθῶς πεποιηκέναι, ὥσπερ που καὶ τῷ ἔργῳ διεδείχθη· ἐπεὶ γὰρ ἐς τὴν Ἰταλίαν ὥρμησεν ὡς καὶ ἐκεῖ παραχειμάσων, οἱ Γαλάται, καίτοι φρουροὺς ὡς ἕκαστοι πολλοὺς ἔχοντες, ὅμως ἐνεόχμωσαν, καί τινες αὐτῶν καὶ φανερῶς ἐπανέστησαν. ὅπερ εἰ ἐν τῇ Βρεττανίᾳ καταμείναντος αὐτοῦ παρὰ τὸν χειμῶνα ἐγεγόνει, πάντα ἂν τὰ τῇδε ἐτετάρακτο.
ἦρξαν δὲ τοῦ πολέμου τούτου Ἐβουρωνοί, *)ebourwnoi/ Xyl., e)bourwn oi( L. ἡγουμένου h(goume/nou R. Steph., h(gou/menoi L. σφίσιν Ἀμβιόριγος. καὶ ἔλεγον μὲν τῇ παρουσίᾳ τῶν Ῥωμαίων, ὧν w(=n supplied by Leuncl. ὅ τε Σαβῖνος καὶ Λούκιος Κόττας ὑποστράτηγοι ἦρχον, ἀχθόμενοι κεκινῆσθαι· τὸ δʼ ἀληθὲς ἐκείνων τε κατεφρόνησαν ὡς οὐχ ἱκανῶν ἀμῦναι σφᾶς ἐσομένων, καὶ τὸν Καίσαρα οὐκ ἤλπισαν διὰ ταχέων σφίσιν
ἐπιστρατεύσειν. ἐπῆλθόν τε οὖν αὐτοῖς μὴ προσδεχομένοις ὡς καὶ αὐτοβοεὶ τὸ στρατόπεδον αἱρήσοντες, καὶ ἐπειδὴ διήμαρτον αὐτοῦ, πρὸς ἀπάτην ἐτράποντο. τῶν γὰρ χωρίων τὰ ἐπιτηδειότατα ὁ Ἀμβιόριξ προλοχίσας ἦλθεν ἐξ ἐπικηρυκείας πρὸς τοὺς Ῥωμαίους ὡς οὐχ ἑκὼν δὴ
πολεμήσας, καὶ αὐτὸς μὲν μεταγιγνώσκειν ἔφη, τοὺς δʼ ἄλλους φυλάττεσθαί σφισι παρῄνεσεν· οὔτε γὰρ αὐτῷ πειθαρχεῖν αὐτοὺς καὶ ἐκείνοις e)kei/nois Xyl., e)kei/nous L. μέλλειν τῆς νυκτὸς ἐπιθήσεσθαι. κἀκ τούτου καὶ γνώμην αὐτοῖς ἔδωκε τὴν μὲν Ἐβουρωνίαν, ὡς καὶ κινδυνεύσουσιν kinduneu/sousin Reim., kinduneu/swsin L. ἂν καταμείνωσι, καταλιπεῖν, πρὸς δὲ συστρατιώτας τινὰς πέλας που χειμάζοντας ὡς
τάχιστα μεταστῆναι. ἀκούσαντες δὲ ταῦτα οἱ Ῥωμαῖοι ἐπείσθησαν, ἄλλως τε καὶ ὅτι εὐηργέτητο πολλὰ ὑπὸ τοῦ Καίσαρος καὶ χάριν αὐτῷ ταύτην ἀντιδιδόναι tau/thn a)ntidido/nai v. Hers., tau/thn a)ntapodido/nai Naber, ta\ u(penanti/a dido/nai L. ἐδόκει. συσκευασάμενοί τε σπουδῇ εὐθὺς ἀφʼ ἑσπέρας ἀφώρμησαν, καὶ ἐμπεσόντες ἐς τὰ λελοχισμένα δεινῶς ἐσφάλησαν·
ὅ τε γὰρ Κόττας παραχρῆμα μετὰ πολλῶν ἀπώλετο, καὶ τὸν Σαβῖνον ὁ Ἀμβιόριξ μετεπέμψατο μὲν ὡς καὶ σώσων (οὔτε γὰρ τοῖς γιγνομένοις παρῆν, καὶ πιστὸς αὐτῷ καὶ τότε ἔτʼ ἐδόκει εἶναἰ, συλλαβὼν δὲ δή, καὶ ἀποδύσας καὶ τὰ ὅπλα καὶ τὴν ἐσθῆτα, κατηκόντισεν, ἐπιλέγων ἄλλα τε καὶ ὅτι τοιοίδε μέντοι ὄντες πῶς τηλικούτων ἡμῶν
ὄντων ἄρχειν ἐθέλετε ; οὗτοι μὲν δὴ ταῦτʼ ἔπαθον· οἱ δὲ λοιποὶ διέπεσον μὲν ἐς τὸ τάφρευμα ὅθεν ἀπανειστήκεσαν, a)paneisth/kesan Dind., a)panesth/kesan L. ἐπεὶ δὲ οἵ τε βάρβαροι καὶ ἐκεῖ προσέμιξαν καὶ οὔτʼ ἀμύνασθαι αὐτοὺς οὔτε διαφυγεῖν ἠδυνήθησαν, ἀλλήλους ἀπέκτειναν.
γενομένου δὲ τούτου ἄλλοι τέ τινες τῶν πλησιοχώρων ἀπέστησαν καὶ Νέρουιοι, καίτοι Κυίντου Κικέρωνος παρʼ αὐτοῖς χειμάζοντος· ἀδελφὸς δὲ τοῦ Κικέρωνος τοῦ Μάρκου ἦν, ὑποστρατηγῶν τῷ Καίσαρι. καὶ αὐτοὺς ὁ Ἀμβιόριξ προσλαβὼν
συνέβαλε τῷ Κικέρωνι· καὶ ἀγχώμαλα ἀγωνισάμενος, καί τινας καὶ ζῶντας ἑλών, ἀπατῆσαι μέν πῃ καὶ ἐκεῖνον ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ ἔς τε πολιορκίαν αὐτὸν κατέστησε, καὶ διὰ ταχέων ὑπό τε τῆς πολυχειρίας καὶ ὑπὸ τῆς ἐμπειρίας, ἣν ἐκ τῆς συστρατείας ἣν μετὰ τῶν Ῥωμαίων ἐπεποίητο ἐκέκτητο, καί τινα καὶ παρὰ τῶν αἰχμαλώτων ἑκάστων e(ka/stwn St., a)\n e(ka/stwn L. μαθών, καὶ ἀπεσταύρωσε καὶ
ἀπετάφρευσεν. ἐγίγνοντο μὲν γὰρ καὶ μάχαι, οἷα ἐν τῷ τοιούτῳ εἰκὸς ἦν, συχναί, καὶ ἀπώλλυντο πολὺ πλείους τῶν βαρβάρων ἅτε καὶ πλείους ὄντες· οὐ μὴν ἀλλὰ αὐτοὶ μὲν ὑπὸ u(po\ R. Steph., peri\ L. τῆς περιουσίας τοῦ στρατοῦ οὐδὲ ἐν αἰσθήσει τοῦ φθειρομένου σφῶν ἦσαν, οἱ δὲ δὴ Ῥωμαῖοι μήτε ἄλλως πολλοὶ ὄντες καὶ ἐλάττους ἀεὶ γιγνόμενοι ῥᾳδίως περιεστοιχίσθησαν.
κινδυνευόντων οὖν αὐτῶν ἁλῶναι (οὔτε γὰρ τὰ τραύματα θεραπεύειν ἀπορίᾳ τῶν ἐπιτηδείων ἐδύναντο, οὔτε τὴν τροφὴν ἀφθόνως, ἅτε ἐν ἀδοκήτῳ πολιορκίᾳ, εἶχον· οὐδʼ ἐπήμυνέ τις αὐτοῖς, καίτοι πολλῶν οὐκ ἄπωθεν χειμαζόντων· οἱ γὰρ βάρβαροι τὰς ὁδοὺς ἀκριβῶς φυλάσσοντες πάντας τοὺς ἐκπεμπομένους σφῶν συνελάμβανον κἀν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐφόνευονʼ
Νέρουιός τις εὐνοϊκῶς σφισιν ἐξ εὐεργεσίας ἔχων, καὶ τότε σὺν τῷ Κικέρωνι πολιορκούμενος, δοῦλόν τινα ἑαυτοῦ διάγγελον αὐτῷ παρέσχεν· ἔκ τε γὰρ τῆς σκευῆς καὶ ἐκ τῆς φωνῆς τῆς ἐπιχωρίας ἠδυνήθη λαθεῖν συγγενόμενος τοῖς πολεμίοις ὡς καὶ ἐξ αὐτῶν ὢν καὶ μετὰ τοῦτο ἀποχωρήσας.