Book 39
συχναῖς πάνυ ἡμέραις μὴ τολμῆσαι φανῆναι. τὰ μὲν οὖν ἐγκλήματα πολλὰ ἦν, καὶ κατηγόρους οὐκ ὀλίγους εἶχε. πρῶτον δʼ οὖν περὶ τῆς τοῦ Πτολεμαίου καθόδου, ἅτε καὶ μεγίστου, ἐδικάσθη. καὶ ὅ γε δῆμος σύμπας ὡς εἰπεῖν πρός τε τὸ δικαστήριον συνερρύη καὶ διασπάσασθαι πολλάκις αὐτὸν ἠθέλησεν, ἄλλως τε καὶ ὅτι οὔθʼ ὁ Πομπήιος παρῆν καὶ ὁ Κικέρων δεινότατα αὐτοῦ κατηγόρησεν.
οὕτω δὲ αὐτῶν διακειμένων ὅμως ἀφείθη· o(/mws a)fei/qh Rk., a)fei/qh L. αὐτός τε γάρ, ἅτε ἐπὶ τηλικούτοις κρινόμενος, παμπληθῆ χρήματα ἀνάλωσε, καὶ οἱ τοῦ Πομπηίου τοῦ τε Καίσαρος ἑταῖροι προθυμότατα αὐτῷ συνήραντο, λέγοντες ἄλλον τέ τινα καιρὸν καὶ ἄλλον βασιλέα πρὸς τῆς Σιβύλλης εἰρῆσθαι, καὶ τὸ μέγιστον ὅτι μηδεμία τῶν πραχθέντων τιμωρία ἐν τοῖς ἔπεσιν αὐτῆς ἐνεγέγραπτο.
ὁ δʼ οὖν δῆμος ὀλίγου μὲν καὶ τοὺς δικαστὰς ἀπέκτεινε, διαφυγόντων δὲ αὐτῶν ἐπετήρει τὰ λοιπὰ αὐτοῦ ἐγκλήματα, καὶ ἐποίησεν ἐπʼ ἐκείνοις
γοῦν αὐτὸν ἁλῶναι. οἱ γὰρ λαχόντες περὶ αὐτῶν κρῖναι, τό τε πλῆθος ἅμα φοβηθέντες καὶ μηδὲν μέγα παρὰ τοῦ Γαβινίου εὑρόμενοι (ὡς w(s *bk., o(\ L. γὰρ ἐπί τε βραχυτέροις εὐθυνόμενος καὶ προσδοκῶν καὶ τότε κρατήσειν οὐ πολλὰ ἐδαπάνησἐ κατεψηφίσαντο αὐτοῦ, καίτοι τοῦ τε Πομπηίου πλησίον ὄντος καὶ τοῦ Κικέρωνος συναγορεύοντος sunagoreu/ontos Xyl., a)goreu/ontos L. αὐτῷ.
ὁ γὰρ Πομπήιος κατὰ τὴν τοῦ σίτου πρόνοιαν, ἐπειδὴ πολὺς ὑπὸ τοῦ ποταμοῦ διέφθαρτο, ἐκδημήσας ὥρμησε μὲν ὡς καὶ ἐς τὸ πρότερον δικα- στήριον ἀπαντήσων (ἐν γὰρ τῇ Ἰταλίᾳ ἦνʼ, ὑστερήσας δὲ αὐτοῦ οὐκ ἀπεχώρησεν ἐκ τοῦ
προαστείου πρὶν καὶ ἐκεῖνο τελεσθῆναι. καὶ μέντοι καὶ τοῦ δήμου ἔξω τοῦ πωμηρίου (τὴν γὰρ ἀρχὴν ἤδη τὴν τοῦ ἀνθυπάτου ἔχων οὐκ ἠδυνήθη ἐς τὴν πόλιν ἐσελθεῖνʼ ἀθροισθέντος πολλὰ ὑπὲρ τοῦ Γαβινίου ἐδημηγόρησε, καὶ γράμματά τέ τινα παρὰ τοῦ Καίσαρος πρὸς ἑαυτὸν ὑπὲρ αὐτοῦ πεμφθέντα
ἀνέγνω, καὶ τοὺς δικαστὰς ἱκέτευσε, τόν τε Κικέρωνα οὐχ ὅπως κατηγορῆσαι ἔτʼ αὐτοῦ ἐκώλυσεν, ἀλλὰ καὶ ὑπερδικῆσαι ἔπεισεν, e)/peisen Reim., kai\ e)/peisen L. ὥστε καὶ ἐκ τούτου τὸ τοῦ αὐτομόλου ἔγκλημα καὶ ὄνομα ἐπὶ πλεῖόν οἱ αὐξηθῆναι. οὐ μέντοι καὶ ὠφέλησέ τι τὸν Γαβίνιον, ἀλλὰ τότε μὲν ἔφυγεν ἁλούς, ὥσπερ εἶπον, ὕστερον δʼ ὑπὸ τοῦ Καίσαρος κατήχθη.
ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ἡ τοῦ Πομπηίου γυνὴ θυγάτριόν τι τεκοῦσα ἀπέθανε· καὶ αὐτήν, εἴτε διαπραξαμένων τῶν τε ἐκείνου καὶ τῶν τοῦ Καίσαρος φίλων, ἢ καὶ ἄλλως πως χαρίσασθαί τινες αὐτοῖς ἐθελήσαντες συνήρπασαν, ἐπειδὴ τάχιστα τῶν ἐν τῇ ἀγορᾷ ἐπαίνων ἔτυχε, καὶ ἐν τῷ Ἀρείῳ πεδίῳ ἔθαψαν, καίτοι τοῦ Δομιτίου ἀνθισταμένου καὶ λέγοντος ἄλλα τε καὶ ὅτι οὐχ ὁσίως ἐν τῷ ἱερῷ τόπῳ ἄνευ τινὸς ψηφίσματος θάπτοιτο.
κἀν τούτῳ καὶ ὁ Πομπτῖνος ὁ Γάιος τὰ ἐπινίκια τὰ τῶν Γαλατῶν ἔπεμψεν· ἐς γὰρ ἐκεῖνο τοῦ χρόνου, μηδενός οἱ διδόντος αὐτά, ἔξω τοῦ πωμηρίου
διέμεινε. καὶ τότε δʼ ἂν αὐτῶν ἥμαρτεν, εἰ μὴ ὁ Γάλβας ὁ Σέρουιος συστρατευσάμενος αὐτῷ, κρύφα καὶ ὑπὸ τὴν ἕω στρατηγῶν τὴν ψῆφόν τισι (καίπερ οὐκ ἐξὸν ἐκ τῶν νόμων πρὶν πρώτην ὥραν γενέσθαι ἐν τῷ δήμῳ τι χρηματισθῆναι) ἔδωκε. καὶ διὰ τοῦτο τῶν δημάρχων τινὲς ἀπολειφθέντες τῆς ἐκκλησίας ἐν γοῦν τῇ πομπῇ πράγματα αὐτῷ παρέσχον, ὥστε καὶ σφαγὰς συμβῆναι.