Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

61.2 τῶν μετεωροτέρων καταλαβεῖν. αἵ τε οὖν οἰκίαι oi)ki/ai added by R. Steph., from Xiph. (ἐκ πλίνθων γὰρ συνῳκοδομημέναι ἦσανʼ διάβροχοί τε ἐγένοντο καὶ κατερράγησαν, καὶ τὰ ὑποζύγια πάντα ὑποβρύχια ἐφθάρη. τῶν τε ἀνθρώπων ὅσοι μὴ ἔφθησαν πρὸς τὰ πάνυ ὑψηλὰ ἀναφυγόντες, οἱ μὲν ἐν e)n added by Leuncl. ταῖς τέγαις te/gais R. Steph., te/gnais L. οἱ δὲ καὶ ἐν ὁδοῖς ἐγκαταληφθέντες ἐξώλοντο. καὶ γὰρ αἱ λοιπαὶ οἰκίαι, ἅτε ἐπὶ πολλὰς ἡμέρας τοῦ δεινοῦ συμβάντος, σαθραί τε ἐγένοντο καὶ πολλοῖς polloi=s Reim., polloi\ L. τοῖς
61.3 μὲν εὐθὺς τοῖς δὲ μετὰ τοῦτʼ ἐλυμήναντο. οἱ oi( R. Steph., o( L. οὖν Ῥωμαῖοι ἐπί τʼ ἐκείνοις τοῖς παθήμασι λυπούμενοι, καὶ ἕτερα χαλεπώτερα ὡς καὶ διὰ τὴν τοῦ Πτολεμαίου κάθοδον ὀργήν σφισι τοῦ δαιμονίου πεποιημένου προσδεχόμενοι, ἠπείγοντο καὶ ἀπόντα τὸν Γαβίνιον, ὡς καὶ ἧττόν τι, ἂν φθάσωσιν αὐτὸν
61.4 ἀπολέσαντες, κακωθησόμενοι, θανατῶσαι. καὶ οὕτω γε ἐντόνως ἔσχον ὥστε, καίτοι μηδενὸς τοιούτου ἐν τοῖς Σιβυλλείοις χρησμοῖς εὑρεθέντος, ὅμως τὴν γερουσίαν πικρότατα καὶ τραχύτατα τούς τε ἄρχοντας καὶ τὸν δῆμον αὐτῷ χρήσασθαι προβουλεῦσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme