Book 39
52.1
ὁμήρους αἰτήσαντι αὐτῷ δοῦναι ἠθέλησαν, πονησάντων δὲ ἐν τούτῳ τῶν Ῥωμαίων ὑπὸ χειμῶνος καὶ τῷ παρόντι ναυτικῷ καὶ τῷ ἀφικνουμένῳ καὶ μετέγνωσαν, καὶ ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐπέθεντο αὐτοῖς (τὸ γὰρ στρατόπεδον ἰσχυρῶς ἐφυλάσσετὀ,
52.2
δεξάμενοι δέ τινας ὡς καὶ ἐς φιλίαν τὴν χώραν σφῶν πρὸς κομιδὴν τῶν ἐπιτηδείων πεμφθέντας, αὐτούς au)tou\s Leuncl., tou\s L. τε πλὴν ὀλίγων ἔφθειραν (ὁ γὰρ Καῖσαρ διὰ ταχέων τοῖς λοιποῖς ἐπήμυνἐ καὶ μετὰ τοῦτο καὶ πρὸς αὐτὸ τὸ ἔρυμα αὐτῶν προσέβαλον. καὶ ἔπραξαν μὲν οὐδέν, ἀλλὰ καὶ κακῶς ἀπήλλαξαν· οὐ μέντοι καὶ ἐς ὁμολογίαν ἦλθον
52.3
πρὶν πολλάκις σφαλῆναι. καὶ γὰρ ὁ Καῖσαρ ἄλλως μὲν οὐκ εἶχε γνώμην σπείσασθαι σφίσιν· ἐπεὶ δὲ ὅ τε χειμὼν προσῄει, καὶ οὐχ ἱκανὴν τὴν παροῦσαν δύναμιν περιεβέβλητο ὥστε καὶ ἐν αὐτῷ πολεμῆσαι, ἥ τε κομιζομένη ἔσφαλτο, καὶ οἱ Γαλάται πρὸς τὴν ἀπουσίαν αὐτοῦ ἐνεωτέρισαν, καὶ ἄκων αὐτοῖς συνηλλάγη, ὁμήρους καὶ τότε πλείους αἰτήσας μέν, λαβὼν δὲ ὀλίγους.
53.1
καὶ ὁ μὲν ἐς τὴν ἤπειρον ἀναπλεύσας τὰ ταραχθέντα καθίστατο, μηδὲν mhde\n Leuncl., mhde\n mh/te L. ἐκ τῆς Βρεττανίας μήτε ἑαυτῷ μήτε τῇ πόλει προσκτησάμενος πλὴν τοῦ ἐστρατευκέναι ἐπʼ αὐτοὺς au)tou\s Leuncl., au)ta\s L. δόξαι. τούτῳ γὰρ καὶ αὐτὸς ἰσχυρῶς ἐσεμνύνετο καὶ οἱ οἴκοι Ῥωμαῖοι