Book 39
50.3
ἀνατείνουσα. καὶ τοῖς μὲν πάνυ πρώτοις καὶ Ἑλλήνων καὶ Ῥωμαίων οὐδʼ ὅτι ἔστιν ἐγιγνώσκετο, τοῖς δὲ ἔπειτα ἐς ἀμφισβήτησιν εἴτε ἤπειρος εἴτε καὶ νῆσος εἴη ἀφίκετο· καὶ πολλοῖς ἐφʼ ἑκάτερον, εἰδόσι μὲν οὐδὲν ἅτε μήτʼ αὐτόπταις μήτʼ αὐτηκόοις τῶν ἐπιχωρίων γενομένοις, τεκμαιρομένοις δὲ ὡς ἕκαστοι e(/kastoi R. Steph., e(ka/stois L. σχολῆς ἢ καὶ φιλολογίας εἶχον,
50.4
συγγέγραπται. προϊόντος δὲ δὴ τοῦ χρόνου πρότερόν τε ἐπʼ Ἀγρικόλου ἀντιστρατήγου καὶ νῦν ἐπὶ Σεουήρου αὐτοκράτορος νῆσος οὖσα σαφῶς ἐλήλεγκται.
51.1
ἐς ταύτην οὖν τότε ὁ Καῖσαρ, ἐπειδὴ τά τε ἄλλα τὰ τῶν Γαλατῶν ἡσύχαζε καὶ τοὺς Μωρίνους προσεποιήσατο, ἐπεθύμησε διαβῆναι. καὶ τὸν μὲν διάπλουν καθʼ ὃ μάλιστα ἐχρῆν μετὰ τῶν πεζῶν ἐποιήσατο, οὐ μέντοι καὶ ᾗ ἔδει προσέσχεν· οἱ γὰρ Βρεττανοὶ τὸν ἐπίπλουν αὐτοῦ προπυθόμενοι τὰς κατάρσεις ἁπάσας τὰς πρὸς τῆς ἠπείρου
51.2
οὔσας προκατέλαβον. ἄκραν οὖν τινα προέχουσαν περιπλεύσας ἑτέρωσε παρεκομίσθη· κἀνταῦθα τοὺς προσμίξαντάς οἱ ἐς τὰ τενάγη ἀποβαίνοντι νικήσας, ἔφθη τῆς γῆς κρατήσας πρὶν τὴν πλείω συμβοήθειαν ἐλθεῖν, καὶ μετὰ ταῦτα καὶ ἐκείνους
51.3
προσβαλόντας ἀπεώσατο. καὶ ἔπιπτον μὲν οὐ πολλοὶ τῶν βαρβάρων (ἁρματηλάται τε γὰρ ὄντες καὶ ἱππῆς ῥᾳδίως τοὺς Ῥωμαίους, μηδέπω τοῦ ἱππικοῦ αὐτοῖς παρόντος, διέφυγονʼ, ἐκπλαγέντες δὲ πρός τε τὰ ἐκ τῆς ἠπείρου περὶ αὐτῶν ἀγγελλόμενα, καὶ ὅτι περαιωθῆναί τε ὅλως ἐτόλμησαν καὶ ἐπιβῆναι τῆς χώρας ἠδυνήθησαν, πέμπουσι πρὸς τὸν Καίσαρα τῶν Μωρίνων τινάς, φίλων σφίσιν ὄντων, ἐπικηρυκευόμενοι. καὶ τότε μὲν