Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

 
καὶ μετὰ τοῦτο ὅ τε Πομπήιος καὶ ὁ Κράσσος ὕπατοι ἐκ μεσοβασιλείας ἀπεδείχθησαν, οὔτʼ ἄλλου τινὸς τῶν προεπηγγελκότων ἀπαντήσαντος, καὶ Λουκίου Δομιτίου, ὃς μέχρι τῆς τελευταίας ἡμέρας ἐσπουδάρχησεν, ὁρμήσαντος μὲν πρὸς τὴν ἐκκλησίαν οἴκοθεν ὑπὸ νύκτα, ἐπεὶ δʼ ὁ παῖς ὁ τὸν λύχνον οἱ προφέρων ἐσφάγη, δείσαντος καὶ
 
μηκέτι περαιτέρω προχωρήσαντος. οὔτʼ οὖν ἀντιστάντος τινὸς τὴν ἀρχήν, καὶ προσέτι τοῦ Πουπλίου Κράσσου, ὃς υἱός τε τοῦ Μάρκου ἦν καὶ τότε τῷ Καίσαρι ὑπεστρατήγει, στρατιώτας ἐπʼ αὐτὸ τοῦτο ἐς τὴν Ῥώμην ἀγαγόντος, οὐ χαλεπῶς ᾑρέθησαν.
 
παραλαβόντες δʼ d' added by Rk. οὕτω τὴν ἡγεμονίαν τὰς λοιπὰς ἀρχὰς τοῖς ἐπιτηδείως e)pithdei/ws R. Steph., e)pithdei/ois L. σφίσιν ἔχουσι δοθῆναι ἐποίησαν, τὸν Κάτωνα τὸν Μᾶρκον κωλύσαντες στρατηγὸν ἀποδειχθῆναι· ὑπώπτευόν τε γὰρ αὐτὸν οὐκ ἀνέξεσθαι τὰ γιγνόμενα, καὶ οὐκ ἠθέλησαν ἰσχὺν αὐτῷ ἔννομον πρὸς τὰς ἀντιλογίας
 
προσθεῖναι. καὶ ἡ μὲν τῶν στρατηγῶν κατάστασις (ὁ γὰρ Κάτων οὐδὲν βίαιον πρᾶξαι ἠξίωσενʼ εἰρηναία ἐγένετο, περὶ δὲ τοὺς ἀγορανόμους τοὺς κουρουλίους σφαγαὶ συνέβησαν, ὥστε καὶ τὸν Πομπήιον πολλοῦ αἵματος ἀναπλησθῆναι.
 
οὐ μὴν ἀλλʼ ἐκείνους μέν, τούς τε ἄλλους τοὺς ὑπὸ τοῦ δήμου αἱρουμένους, πρὸς τρόπου pro\s tro/pou Wesseling, prostro/pous L. σφίσιν (αὐτοὶ γὰρ τὰς ἀρχαιρεσίας ἐποίουνʼ ἀπέδειξαν, τούς τε ἀγορανόμους τοὺς ἑτέρους καὶ τῶν δημάρχων τοὺς πλείους προσηταιρίσαντο· δύο δὲ δήμαρχοι, dh/marxoi Xyl., dhmosi/ai L. γάιός τε Ἀτέιος *)ate/ios Bs., following Leuncl. (*)ath/ios', a)/tios L (and so regularly'. Καπίτων καὶ Πούπλιος Ἀκύλιος *)aku/lios Reim., a)kui/lios L. Γάλλος, οὐχ ὡμολόγησαν αὐτοῖς.
 
ὡς οὖν αἱ ἀρχαὶ κατέστησαν, εἴχοντο ὧν ἐφιεντο. καὶ αὐτοὶ μὲν οὐδένα οὔτε ἐν τῇ βουλῇ οὔτε ἐν τῷ δήμῳ λόγον ὑπὲρ αὐτῶν ἐποιήσαντο, ἀλλὰ καὶ πάνυ ἐπλάττοντο μηδενός σφων προσδεῖσθαι·
 
Γάιος δὲ δὴ Τρεβώνιος δημαρχῶν ἔγραψε τῷ μὲν τήν τε Συρίαν καὶ τὰ πλησιόχωρα αὐτῆς, τῷ δὲ τὰς Ἰβηρίας *)ibhri/as R. Steph., i)/bhras L. (καὶ γάρ τι καὶ ἔναγχος ἐκεκίνηντο e)keki/nhnto Bk., e)keki/nhto L.) ἄρχειν ἐπὶ πέντε ἔτη δοθῆναι, στρατιώταις τε ὅσοις ἂν ἐθελήσωσι καὶ τῶν πολιτῶν καὶ τῶν συμμάχων χρωμένοις, καὶ πόλεμον καὶ εἰρήνην πρὸς οὓς ἂν βουληθῶσι ποιουμένοις.
 
χαλεπῶς οὖν ἐπὶ τούτῳ πολλῶν, καὶ μάλιστα τῶν τοῦ Καίσαρος φίλων, ἐχόντων, ὅτι ἤμελλον ἐκεῖνοι, τυχόντες ὧν διῳκοῦντο, τὸν Καίσαρα μηκέτʼ ἐπὶ πολὺ τὴν ἀρχὴν ἕξοντα καθείρξειν, καὶ παρασκευαζομένων διὰ τοῦτο ἀντειπεῖν τινων τοῖς γεγραμμένοις, φοβηθέντες οἱ ὕπατοι μὴ διαμάρτωσιν ὧν ἔπραττον, προσεποιήσαντο αὐτοὺς ὥστε τὴν ἡγεμονίαν καὶ ἐκείνῳ τρία ἔτη πλείω, ὥς γε
 
τἀληθὲς εὑρίσκεται, μηκῦναι. οὐ μέντοι καὶ ἐς τὸν δῆμόν τι ὑπὲρ αὐτοῦ πρότερον ἐσήνεγκαν πρὶν τὰ σφέτερα βεβαιώσασθαι. οἵ τε γὰρ τοῦ Καίσαρος ἐπιτήδειοι προκαταληφθέντες οὕτως ἡσύχασαν, καὶ τῶν ἄλλων τὸ μὲν πολὺ δουλωθὲν ὑπὸ τοῦ φόβου ἡσυχίαν ἤγαγον, ἀγαπῶντες εἰ καὶ
 
ὣς περισωθεῖεν, ὁ δὲ δὴ Κάτων καὶ ὁ Φαουώνιος ἠναντιοῦντο μὲν πᾶσι τοῖς πρασσομένοις ὑπʼ αὐτῶν, συνεργοὺς ἄλλους τέ τινας καὶ τοὺς δύο δημάρχους ἔχοντες, ἅτε δὲ ὀλίγοι πρὸς πολλοὺς
 
ἀγωνιζόμενοι μάτην ἐπαρρησιάζοντο. καὶ ὁ μὲν Φαουώνιος μίαν ὥραν μόνην παρὰ τοῦ Τρεβωνίου πρὸς τὴν ἀντιλογίαν λαβών, κατέτριψεν αὐτὴν ὑπὲρ αὐτῆς τῆς τοῦ καιροῦ στενοχωρίας εἰκῇ βοῶν· ὁ δὲ δὴ Κάτων ἔτυχε μὲν ἐν δύο ὥραις
 
δημηγορῆσαι, τραπόμενος δὲ πρὸς κατηγορίαν τῶν τε ἐν χερσὶ καὶ τῆς ὅλης καταστάσεως, ὥσπερ εἰώθει, κατανάλωσε τὸν καιρὸν πρὶν καὶ ὁτιοῦν τῶν προκειμένων εἰπεῖν, prokeime/nwn ei)pei=n Rk., e)onoume/nwn L. οὐχ ὅτι οὐκ ἐνεδέχετό τι καὶ περὶ ἐκείνων λεχθῆναι, ἀλλʼ ἵνʼ ἔτι τι δημηγορῆσαι δοκῶν ἔχειν ὑπό τε τοῦ Τρεβωνίου σιγασθῇ καὶ αὐτῷ καὶ τοῦτʼ αὐτὸ ἐγκαλῇ, ἐπεὶ εὖ γε ἠπίστατο ὅτι οὐδʼ εἰ πάσῃ τῇ ἡμέρᾳ ἐκέχρητο, πεῖσαί τι ὧν ἐβούλετο ψηφίσασθαί σφας ἐδύνατο.
 
οὐκοῦν οὔτε ou)/te Bk., ou)de\ L. παραχρῆμα σιωπῆσαι siwph=sai Reim., siwph/sein L. κελευσθεὶς ἐπαύσατο, ἀλλὰ καὶ ἐξωσθεὶς καὶ ἑλκυσθεὶς ἐκ τοῦ συλλόγου ἐπανῆλθε, καὶ τὸ τελευταῖον καὶ ἐς τὸ οἴκημα ἐσαχθῆναι προσταχθεὶς οὐκ ἐμετρίασεν.
 
καὶ ἐκείνη μὲν ἡ ἡμέρα οὕτω κατετρίβη ὥστε μηδʼ εἰπεῖν ἀρχὴν μηδὲν τοὺς δημάρχους δυνηθῆναι· ἐν γάρ τοι ταῖς συνόδοις ταῖς tai=s Xyl., kai\ tai=s L. τοῦ δήμου, ἐν αἷς γε καὶ ἐβουλεύοντο, πάσαις τοῖς toi=s Xyl., pro\s toi=s L. ἰδιώταις
 
πρὸ τῶν τὰς ἀρχὰς ἐχόντων ὁ λόγος ἐδίδοτο, τοῦ μηδένα αὐτῶν, ὡς ἔοικε, τῇ τοῦ κρείττονος γνώμῃ προκαταλαμβανόμενον ὑποστέλλεσθαί τι ὧν φρονοίη, ἀλλʼ ἐπὶ πάσης παρρησίας τὰ δοκοῦντα
 
αὐτῷ λέγειν. φοβηθεὶς οὖν ὁ Γάλλος μή τις αὐτὸν ἐκ τῆς ἀγορᾶς τῇ ὑστεραίᾳ ἐξείρξῃ ἢ καὶ δεινότερόν τι ἐργάσηται, ἔς τε τὸ συνέδριον ἀφʼ ἑσπέρας ἐσῆλθε καὶ ἐν αὐτῷ ἐνυκτέρευσε, τῆς τε ἀσφαλείας ἕνεκα τῆς παρὰ τοῦ χωρίου, καὶ ὅπως ἐκεῖθεν ἅμα
 
ἕῳ πρὸς τὸ πλῆθος ἐξέλθῃ. καὶ τοῦτον μὲν ὁ Τρεβώνιος μάτην ἐνταῦθα καὶ τὴν νύκτα καὶ τῆς ἡμέρας τὸ πλεῖον ἐνδιατρῖψαι ἐποίησε, πάσας τὰς θύρας τοῦ βουλευτηρίου κλείσας· τὸν δὲ Ἀτέιον τόν τε Κάτωνα καὶ τὸν Φαουώνιον καὶ τοὺς ἄλλους τοὺς μετʼ αὐτῶν ὄντας ἕτεροι, προκαταλαβόντες τῆς νυκτὸς τὸ τοῦ συλλόγου χωρίον, ἐξεῖργον.
 
καὶ ἐπειδὴ ὁ μὲν Φαουώνιος καὶ ὁ Νίννιος διαλαθόντες πως ἔνδον ἐγένοντο, ὁ δὲ δὴ Κάτων καὶ ὁ Ἀτέιος ἐπαναβάντες τισὶ τῶν περιεστηκότων καὶ μετεωρισθέντες ὑπʼ αὐτῶν διοσημίαν, ὡς καὶ διαλύσοντές σφας, ἐπεφήμιζον, e)pefh/mizon Rk., e)yhfi/zonto L. τούτους μὲν ἑκατέρους οἱ ὑπηρέται τῶν δημάρχων ἐξήλασαν, τοὺς δʼ ἄλλους τοὺς σὺν αὐτοῖς ὄντας κατετραυμάτισαν, καί τινας καὶ ἀπέκτειναν.
 
κυρωθέντος δὲ οὕτω τοῦ νόμου, καὶ τοῦ πλήθους ἀπαλλαττομένου ἤδη ἐκ τοῦ συλλόγου, παραλαβὼν ὁ Ατέιος τὸν Γάλλον αἵματος ἀνάπλεων (ἐκβιαζόμενος γὰρ ἐκ τοῦ συνεδρίου ἐπλήγἠ παρήγαγέ τε ἐς τοὺς ἔτι παρόντας, καὶ ἐπιδείξας αὐτόν, καὶ ἐπειπὼν ὅσα εἰκὸς ἦν,
 
δεινῶς σφας ἐξετάραξεν. αἰσθόμενοι οὖν τοῦθʼ οἱ ὕπατοι ἦλθόν τε διὰ ταχέων (ἐγγύθεν γάρ ποθεν τοῖς πραττομένοις ἐφήδρευονʼ καὶ καταφοβήσαντες αὐτούς, ἅτε καὶ χεῖρα οὐκ ὀλίγην ἔχοντες, εὐθύς τε ἐκκλησίαν συνήγαγον καὶ τὰ κατὰ τὸν Καίσαρα ἐπεψήφισαν, ἀντειπεῖν μὲν καὶ πρὸς ἐκεῖνα τῶν αὐτῶν πειραθέντων, οὐ μέντοι καὶ δυνηθέντων τι πρᾶξαι.
 
ταῦτά τε οὖν κυρωθῆναι ἐποίησαν, καὶ μετὰ τοῦτο πικρότερα ἐπιτίμια τοῖς δεκάζουσί τινας ἐπέταξαν, ὥσπερ τι αὐτοὶ ἔλαττον, ὅτι οὐ χρήμασιν ἀλλὰ βίᾳ τὴν ἀρχὴν εἰλήφεσαν, ἁμαρτόντες.
 
ἐπεχείρησαν μὲν γὰρ καὶ τὰ ἀναλώματα τὰ κατὰ τὴν a)nalw/mata ta\ kata\ th\n Rk., (kata\ supplied by Leuncl.), a)nalw/tata th\n L. δίαιταν ἐπὶ μακρότατον προηγμένα prohgme/na Leuncl., proshgme/na L. συστεῖλαι, καίπερ ἐς πᾶν αὐτοὶ καὶ τρυφῆς καὶ ἁβρότητος προκεχωρηκότες, ἐκωλύθησαν δὲ ὑπὸ
 
αὐτοῦ τούτου διανομοθετῆσαι. ὁ γὰρ Ὁρτήσιος φιλαναλωτὴς filanalwth\s Pflugk, filana/lwtos L. ἐν τοῖς μάλιστα ὢν ἔπεισεν αὐτούς, τό τε μέγεθος τῆς πόλεως ἐπεξιών, καὶ αὐτοὺς au)tou\s added by Leuncl. ἐπί τε τῇ οἴκοι πολυτελείᾳ καὶ ἐπὶ τῇ ἐς τοὺς ἄλλους μεγαλοφροσύνῃ ἐπαινῶν, καταβαλεῖν katabalei=n Xyl., katalabei=n L. τὴν γνώμην, ἅτε καὶ συναγωνιστῇ sunagwnisth=| R. Steph., sunagwnisth\n L. τῶν λόγων τῷ
 
βίῳ σφῶν χρώμενος. τήν τε γὰρ ἐναντίωσιν αἰδεσθέντες, καὶ προσέτι καὶ κατοκνήσαντες φθόνῳ τινὶ τοὺς ἄλλους, ὧν αὐτοὶ ἐποίουν, e)poi/oun Bk., e)poiou=nto L. δοκεῖν ἀπείργειν, ἑκόντες ἀφῆκαν τὴν ἐσήγησιν.
 
κἀν ταῖς αὐταῖς ἡμέραις ὁ Πομπήιος τὸ θέατρον, ᾧ καὶ νῦν λαμπρυνόμεθα, καθιέρωσε, καὶ ἔν τε ἐκείνῳ θέαν καὶ μουσικῆς καὶ ἀγῶνος γυμνικοῦ κἀν τῷ ἱπποδρόμῳ καὶ ἵππων ἅμιλλαν καὶ θηρίων πολλῶν καὶ παντοδαπῶν σφαγὰς
 
ἐποίησεν. λέοντές τε γὰρ πεντακόσιοι ἐν πέντε ἡμέραις ἀναλώθησαν, καὶ ἐλέφαντες ὀκτωκαίδεκα πρὸς ὁπλίτας ἐμαχέσαντο. καὶ αὐτῶν οἱ μὲν παραχρῆμα ἀπέθανον, οἱ δὲ οὐ πολλῷ ὕστερον. ἠλεήθησαν γάρ τινες ὑπὸ τοῦ δήμου παρὰ τὴν τοῦ Πομπηίου γνώμην, ἐπειδὴ τραυματισθέντες
 
τῆς μάχης ἐπαύσαντο, καὶ περιιόντες τάς τε προβοσκίδας ἐς τὸν οὐρανὸν ἀνέτεινον καὶ ὠλοφύροντο οὕτως ὥστε καὶ λόγον παρασχεῖν ὅτι οὐκ ἄλλως ἐκ συντυχίας αὐτὸ ἐποίησαν, ἀλλὰ τούς τε ὅρκους οἷς πιστεύσαντες ἐκ τῆς Λιβύης ἐπεπεραίωντο ἐπιβοώμενοι καὶ τὸ δαιμόνιον πρὸς
 
τιμωρίαν σφῶν ἐπικαλούμενοι. λέγεται γὰρ ὅτι οὐ πρότερον τῶν νεῶν ἐπέβησαν πρὶν πίστιν παρὰ τῶν ἀγόντων σφᾶς ἔνορκον λαβεῖν, ἦ μὴν μηδὲν κακὸν πείσεσθαι. καὶ τοῦτο μὲν εἴτʼ ὄντως
 
οὕτως εἴτε καὶ ἄλλως πως ἔχει, οὐκ οἶδα· ἤδη γάρ τινες καὶ ἐκεῖνο εἶπον, ὅτι πρὸς τῷ τῆς φωνῆς τῆς πατριώτιδος αὐτοὺς ἐπαΐειν e)pai+/ein R. Steph. (so Xiph.), e)pai/sein L. καὶ τῶν ἐν τῷ οὐρανῷ γιγνομένων συνιᾶσιν, ὥστε καὶ ἐν ταῖς νουμηνίαις, πρὶν ἐς ὄψιν τοῖς ἀνθρώποις τὴν σελήνην ἐλθεῖν, πρός τε ὕδωρ ἀείνων a)ei/nwn Bk., a)eino\n L. ἀφικνεῖσθαι
 
κἀνταῦθα καθαρμόν τινά σφων ποιεῖσθαι. ἤκουσα μὲν δὴ ταῦτα, ἤκουσα δὲ καὶ ἐκεῖνο, ὅτι τὸ θέατρον τοῦτο οὐχ ὁ Πομπήιος ἐποίησεν, ἀλλὰ καὶ Δημήτριός τις ἀπελεύθερος αὐτοῦ, ἐκ τῶν χρημάτων ὧν συστρατευόμενός οἱ ἐπεπόριστο. ὅθενπερ καὶ τὴν ἐπωνυμίαν τοῦ ἔργου δικαιότατα αὐτῷ ἀνέθηκεν, ἵνα μὴ μάτην mh\ ma/thn Polak, mh\ th\n L. κακῶς ἀκούῃ ὅτι ἐξελεύθερος αὐτοῦ ἠργυρολόγησεν ὥστε καὶ ἐς τηλικοῦτον ἀνάλωμα ἐξικέσθαι.
 
οὐ μὴν ἀλλʼ ἐν μὲν τούτοις οὐ σμικρὰ τῷ δήμῳ ὁ Πομπήιος ἐχαρίσατο, τοὺς δὲ δὴ καταλόγους μετὰ τοῦ Κράσσου πρὸς τὰ ἐψηφισμένα σφίσι ποιούμενος πλεῖστον αὐτοὺς ἐλύπησε. καὶ τότε δὴ οἱ πολλοὶ μετεμέλοντο καὶ τόν τε Κάτωνα καὶ τοὺς ἄλλους ἐπῄνουν, ὥστε καὶ ἐκείνους διά τε
 
τοῦτο, καὶ ὅτι δίκη τις λόγῳ μὲν τοῖς ὑποστρατήγοις σφῶν, ἔργῳ δὲ αὐτοῖς πρὸς τὰ γιγνόμενα παρὰ δημάρχων τινῶν ἐπήχθη, βίαιον μὲν μηδὲν τολμῆσαι, τὴν δὲ ἐσθῆτα ὡς ἐπὶ συμφορᾷ μετὰ τῶν ἐκ τῆς βουλῆς στασιωτῶν ἀλλάξασθαι.
 
καὶ ταύτην μὲν εὐθὺς μεταγνόντες καὶ μηδὲ προφάσεώς τινος ἐπιλαβόμενοι μετεσκευάσαντο· τῶν δὲ δημάρχων τούς τε καταλόγους διαλῦσαι καὶ τὰς στρατείας αὐτῶν ἀναψηφίσαι ἐπιχειρούντων
 
ὁ μὲν Πομπήιος οὐκ ἠγανάκτει (τούς τε γὰρ ὑπάρχους παραχρῆμα ἐξεπεπόμφει, καὶ αὐτὸς κατὰ χώραν, ὡς καὶ κωλυόμενος ἐξελθεῖν, ἄλλως διὰ τὴν ἐπιμέλειαν τοῦ σίτου παρεῖναι ὀφείλων, ἡδέως ἔμενεν, ἵνα τάς τʼ Ἰβηρίας ta/s t' *)ibhri/as Bk., tas2iberia L. ἅμα διʼ ἐκείνων κατάσχῃ καὶ τὰ ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ διʼ
 
ἑαυτοῦ ποιήσηταἰ, ὁ δὲ δὴ Κράσσος, ἐπειδὴ μηδέτερον αὐτῷ τούτων ὑπῆρχεν, ἐπὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἐτράπετο. οἱ οὖν δήμαρχοι ἰδόντες ὅτι ἡ παρρησία αὐτῶν ἄοπλος οὖσα ἀσθενὴς πρὸς τὸ κωλῦσαί τι πραχθῆναι ἦν, h)=n added by Bk. ἄλλως μὲν ἐσιώπων, ἐπεφήμιζον δὲ αὐτῷ πολλὰ καὶ ἄτοπα, ὥσπερ οὐ
 
καὶ ou) kai\ Xyl., ou)k e)n L. τῷ δημοσίῳ διʼ ἐκείνου καταρώμενοι, καὶ τοῦτο μὲν ἐν τῷ Καπιτωλίῳ τὰς εὐχὰς αὐτοῦ τὰς νομιζομένας ἐπὶ τῇ στρατείᾳ ποιουμένου poioume/nou Leuncl., poiou/menoi L. καὶ διοσημίας τινὰς καὶ τέρατα διεθρόουν, τοῦτο δὲ ἐξορμωμένῳ οἱ πολλὰ καὶ δεινὰ ἐπηράσαντο. ἐπεχείρησε μὲν γὰρ ὁ Ἀτέιος καὶ ἐς τὸ δεσμωτήριον
 
αὐτὸν ἐμβαλεῖν· ἀντιστάντων δὲ ἑτέρων δημάρχων μάχη τε αὐτῶν καὶ διατριβὴ ἐγένετο, κἀν τούτῳ ὁ Κράσσος ἔξω τοῦ πωμηρίου ἐξῆλθε. καὶ ὁ μέν, εἴτε ἐκ συντυχίας εἴτε καὶ ἐκ τῶν
 
ἀρῶν αὐτῶν, οὐκ ἐς μακρὰν ἐσφάλη, ὁ δὲ δὴ Καῖσαρ ἐν τῇ τοῦ Μαρκελλίνου τῇ τε Φιλίππου ὑπατείᾳ ἐπὶ Οὐενέτους ἐστράτευσεν. οἰκοῦσι δὲ πρὸς τῷ ὠκεανῷ, καὶ στρατιώτας τινὰς Ῥωμαίους πεμφθέντας ἐπὶ σῖτον συνέλαβον, sune/labon Bk., e)/labon L. καὶ μετὰ τοῦτο τοὺς πρέσβεις τοὺς ὑπὲρ ἐκείνων ἐλθόντας κατέσχον, ὅπως ἀντʼ αὐτῶν τοὺς ὁμήρους σφῶν ἀπολάβωσιν.
 
ὁ οὖν Καῖσαρ τούτους μὲν οὐκ ἀπέδωκε, διαπέμψας δὲ ἄλλους ἄλλῃ, τοὺς μὲν τὰ τῶν συναφεστηκότων αὐτοῖς πορθεῖν, ἵνα μὴ συμβοηθήσωσιν ἀλλήλοις, τοὺς δὲ καὶ τὰ τῶν ἐνσπόνδων,
 
μὴ καὶ αὐτοί τι παρακινήσωσι, φρουρεῖν, αὐτὸς ἐπὶ τοὺς Οὐενέτους ἤλασε, καὶ πλοῖα ἐν τῇ μεσογείᾳ, ἃ ἤκουεν ἐπιτήδεια πρὸς τὴν τοῦ ὠκεανοῦ παλίρροιαν εἶναι, κατασκευάσας διά τε τοῦ Λίγρου *li/grou Leuncl., ai)/grou L. ποταμοῦ κατεκόμισε, καὶ πᾶσαν ὀλίγου τὴν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme