Book 39
43.4
προθυμίᾳ μὲν γὰρ καὶ τόλμῃ οὐδὲν αὐτῶν διέφερον, τῷ δὲ δὴ σταδίῳ τῶν σκαφῶν προδιδόμενοι δεινῶς ἤσχαλλον. ὅπως γὰρ δὴ μηδʼ αὖθίς ποτε πνεῦμα τι ταῖς ναυσὶν ἐπιγενόμενον κινήσειεν αὐτάς, δορυδρέπανα πόρρωθέν σφισιν οἱ Ῥωμαῖοι ἐπέφερον, καὶ τά τε σχοινία αὐτῶν διέτεμνον καὶ τὰ ἱστία
43.5
διέσχιζον. πεζομαχεῖν δὲ τρόπον τινὰ ἐν πλοίοις πρὸς ναυμαχοῦντας ἀναγκαζόμενοι πάμπολλοι μὲν αὐτοῦ ταύτῃ ἐφθάρησαν, πάντες δὲ οἱ περιλιπεῖς ἑάλωσαν· καὶ αὐτῶν τοὺς λογιμωτάτους ὁ Καῖσαρ ἀποσφάξας τοὺς ἄλλους ἐπώλησε.
44.1
καὶ μετὰ τοῦτο ἐπί τε Μωρίνους καὶ ἐπὶ Μεναπίους ὁμόρους σφίσιν ὄντας ἐστράτευσε, προσκαταπλήξειν τε αὐτοὺς ἐκ τῶν προκατειργασμένων καὶ ῥᾳδίως αἱρήσειν ἐλπίσας. οὐ μέντοι καὶ ἐχειρώσατό
44.2
τινας· οὔτε γὰρ πόλεις ἔχοντες ἀλλʼ ἐν καλύβαις διαιτώμενοι, καὶ τὰ τιμιώτατα ἐς τὰ λασιώτατα τῶν ὀρῶν ἀνασκευασάμενοι, πολὺ πλείω τοὺς προσμίξαντάς σφισι τῶν Ῥωμαίων ἐκάκωσαν ἢ αὐτοὶ ἔπαθον. ἐπεχείρησε μὲν γὰρ ὁ Καῖσαρ καὶ ἐς αὐτὰ τὰ ὄρη τὴν ὕλην τέμνων προχωρῆσαι, ἀπειπὼν δὲ διά τε τὸ μέγεθος αὐτῶν καὶ διὰ τὸ πρὸς χειμῶνα εἶναι ἀπανέστη.
45.1
ἔτι δʼ αὐτοῦ ἐν τῇ Οὐενετίᾳ ὄντος Κύιντος Τιτούριος Σαβῖνος ὑποστράτηγός τε ἐστάλη ἐπὶ Οὐενέλλους, *ou)ene/llous Bs., ou)enesi/ous L. ὧν ἡγεῖτο Οὐιριδοῦιξ, *ou)iridou=ic R. Steph., i)doui\c L. καὶ τὰ μὲν πρῶτα καὶ πάνυ τὸ πλῆθος αὐτῶν κατεπλάγη,