Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

 
διῇξε, λύκος τε ἐς τὴν πόλιν ἐσῆλθε, καὶ σεισμὸς ἐγένετο, τῶν τε πολιτῶν τινες κεραυνοῖς ἐφθάρησαν, καὶ θόρυβος ἐν τῷ Λατίνῳ ὑπὸ γῆς ἐξηκούσθη· καὶ αὐτὰ οἱ μάντεις ἀκέσασθαι a)ke/sasqai Xyl., a)kou/sasqai L. ἐθελήσαντες ὀργίζεσθαί σφισι δαιμόνιόν τι ὡς καὶ ἱερῶν τινων ἢ χωρίων οὐχ ὁσίων ἐποικουμένων
 
ἔφασανʼ ἐνταῦθα ὁ Κλώδιος τὸν Κικέρωνα μεταλαβὼν τῷ τε λόγῳ πολὺς polu\s Rk., polu\ L. ἐνέκειτο, ὅτι τὸ ἔδαφος τῆς οἰκίας ἱερωμένον τῇ Ἐλευθερίᾳ κατῳκοδόμησε, καὶ ἐπῆλθέ ποτε ἐπʼ αὐτὸ ὡς καὶ ἐκ θεμελίων αὖθις αὐτὴν ἀναιρήσων. καὶ οὐκ ἐποίησε μὲν
 
τοῦτο, ὁ γὰρ Μίλων ἐκώλυσεν· ὁ δʼ οὖν Κικέρων ὡς καὶ παθὼν αὐτὸ ὀργήν τε εἶχε καὶ κατηγορίας ἐποιεῖτο, καὶ τέλος τόν τε Μίλωνα καὶ δημάρχους τινὰς παραλαβὼν ἀνῆλθέ τε ἐς τὸ Καπιτώλιον καὶ τὰς στήλας τὰς ta\s added by Pflugk. ἐπὶ τῇ ἑαυτοῦ φυγῃ ὑπὸ u(po\ Leuncl., e)pi\ L.
 
τοῦ Κλωδίου σταθείσας καθεῖλε. καὶ τότε μὲν αὐτὰς ἐκείνου σὺν Γαΐῳ τῷ tw=| added by Rk. ἀδελφῷ στρατηγοῦντι ἐπελθόντος ἀφῃρέθη, μετὰ δὲ τοῦτο φυλάξας ἐκδημοῦντα τὸν Κλώδιον ἀνέβη τε αὖθις ἐς τὸ Καπιτώλιον, καὶ λαβὼν αὐτὰς au)ta\s R. Steph., au)ta\ L. οἴκαδε ἀπεκόμισε.
 
γενομένου δὲ τούτου οὐδὲν ἔτʼ ἀπώμοτον οὐδετέρῳ ou)dete/rw| Bk., ou)de\ e(te/rwi L. αὐτῶν ἦν, ἀλλὰ ἐλοιδόρουν ἀλλήλους καὶ διέβαλλον ἄλλα τε ὅσα ἐδύναντο, μηδενὸς τῶν αἰσχίστων
 
ἀπεχόμενοι, καὶ ὁ μὲν τήν τε δημαρχίαν τὴν τοῦ Κλωδίου ὡς καὶ παρὰ τοὺς νόμους γενομένην καὶ τὰ πραχθέντα ἐν αὐτῇ ὑπʼ αὐτοῦ ὡς καὶ ἄκυρα ὄντα, ὁ δὲ τήν τε φυγὴν τὴν τοῦ Κικέρωνος ὡς καὶ δικαίως ἐγνωσμένην καὶ τὴν κάθοδον αὐτοῦ ὡς καὶ παρανόμως ἐψηφισμένην.
 
μαχομένων δὲ αὐτῶν, καὶ τοῦ Κλωδίου πολὺ τῇ στάσει ἐλαττουμένου, ὁ Κάτων ὁ Μᾶρκος ἐπελθὼν ἀνίσωσεν a)ni/swsen Oddey, a)ne/swsen L. αὐτούς· τῷ τε γὰρ Κικέρωνι ἀχθόμενος, καὶ φοβηθεὶς ἅμα μὴ καὶ ὅσα αὐτὸς ἐν τῇ Κύπρῳ ἐπεποιήκει καταλυθείη, ὅτι πρὸς τοῦ Κλωδίου δημαρχοῦντος ἐπέπεμπτο, προθύμως
 
αὐτῷ συνήρατο. μέγα γὰρ ἐπʼ αὐτοῖς ἐφρόνει, καὶ περὶ παντὸς τὸ βεβαιωθῆναι αὐτὰ ἐποιεῖτο. ὁ μὲν γὰρ Πτολεμαῖος ὁ τὴν νῆσον τότε κατέχων, ἐπειδὴ τά τε ἐψηφισμένα ᾔσθετο καὶ μήτʼ ἀντᾶραι τοῖς Ῥωμαίοις ἐτόλμησε μήτʼ αὖ στερηθεὶς τῆς
 
ἀρχῆς ζῆν ὑπέμεινε, u(pe/meine R. Steph., u(pe/mene L. φάρμακον πιὼν ἀπέθανε, καὶ οἱ Κύπριοι τὸν Κάτωνα οὐκ ἀκουσίως, ἅτε καὶ φίλοι καὶ σύμμαχοι τῶν Ῥωμαίων ἀντὶ δούλων
 
ἔσεσθαι προσδοκήσαντες, ἐσεδέξαντο· ὁ δὲ Κάτων ἐπὶ μὲν τούτοις οὐδὲν εἶχε σεμνύνεσθαι, ὅτι δὲ δὴ τά τε ἄλλα ἄριστα διῴκησε, καὶ δούλους καὶ χρήματα πολλὰ ἐκ τῶν βασιλικῶν ἀθροίσας οὐδὲν ᾐτιάθη ἀλλὰ ἀνεπικλήτως πάντα ἀπέδειξεν, ἀνδραγαθίας οὐδὲν ἧττον ἢ εἰ ei) added by Leuncl. πολέμῳ τινὶ ἐνενικήκει μετεποιεῖτο· ὑπὸ γὰρ τοῦ πολλοὺς δωροδοκεῖν σπανιώτερον τὸ τῶν χρημάτων καταφρονεῖν τινα τοῦ τῶν πολεμίων κρατεῖν ἐνόμιζε.
 
τότε οὖν ὁ Κάτων ἐν δόξῃ τινὶ ἐπινικίων διὰ ταῦτʼ αἰσίων ἐγένετο, καὶ οἱ ὕπατοι γνώμην ἐν τῷ συνεδρίῳ ἐποιήσαντο στρατηγίαν αὐτῷ δοθῆναι καίπερ μηδέπω ἐκ τῶν νόμων προσήκουσαν. καὶ οὐκ ἀπεδείχθη μέν (αὐτὸς γὰρ ἀντεῖπἐ, τὴν δὲ δὴ
 
εὔκλειαν καὶ ἐκ τούτου μείζονα ἔσχε. Κλώδιος δὲ ἐπεχείρησε μὲν τοὺς οἰκέτας τοὺς ἐκ τῆς Κύπρου ἀχθέντας Κλωδίους, ὅτι αὐτὸς τὸν Κάτωνα ἐκεῖσε ἐπεπόμφει, ὀνομόσαι, οὐκ ἠδυνήθη δὲ ἐναντιωθέντος αὐτοῦ. καὶ οἱ μὲν Κύπριοι ἐπεκλήθησαν, καίτοι τινῶν Πορκίους σφᾶς προσειπεῖν ἐθελησάντων
 
(ὁ γὰρ Κάτων καὶ τοῦτʼ ἐκώλυσενʼ· ὀργῇ δʼ οὖν ὁ Κλώδιος τὴν ἐναντίωσιν αὐτοῦ φέρων, τά τε διοικηθέντα ὑπʼ αὐτοῦ διέβαλλε καὶ τοὺς λογισμοὺς τῶν πεπραγμένων ἀπῄτει, οὐχ ὅτι καὶ διελέγξαι τι αὐτὸν ἀδικοῦντα ἐδύνατο, ἀλλʼ ὅτι ὑπὸ ναυαγίας nauagi/as Bk., nauagi/ou L. τὰ γράμματα σχεδόν τι πάντα διέφθαρτο, καὶ ἐδόκει κατὰ τοῦτό τι ἰσχύσειν.
 
ἐβοήθει δὲ καὶ τότε τῷ Κλωδίῳ ὁ Καῖσαρ καίτοι μὴ παρών, καὶ τάς γε κατηγορίας αὐτῷ τὰς κατὰ τοῦ Κάτωνος ἐπιστολιμαίους, ὥς γέ τινές φασιν, ἔπεμπεν. ἐπεφέρετο e)pefe/reto St., e)pefe/ronto L. δὲ τῷ Κάτωνι ἄλλα τε καὶ ὅτι τὴν στρατηγίαν οἱ αὐτὸς τοὺς ὑπάτους πείσας, ὥς γε ἔλεγον, ἐσηγήσασθαι, προσεποιήσατο ἐθελοντής, ἵνα καὶ μὴ ἄκων ἀποτετυχηκέναι αὐτῆς δόξῃ, παρεῖσθαι.
 
οὗτοί τε οὖν ἐμάχοντο, καὶ ὁ Πομπήιος ἔσχε μὲν καὶ ἐν τῇ τοῦ σίτου διαδόσει τριβήν τινα· πολλῶν γὰρ πρὸς τὰς ἀπʼ αὐτοῦ ἐλπίδας ἐλευθερωθέντων, ἀπογραφήν σφων, ὅπως ἔν τε κόσμῳ καὶ ἐν τάξει τινὶ σιτοδοτηθῶσιν, ἠθέλησε h)qe/lhse Leuncl., e)qelh=sai L.
 
ποιήσασθαι· οὐ μὴν ἀλλὰ τοῦτο μὲν τῇ τε ἑαυτοῦ σοφίᾳ καὶ ἐκ τοῦ πλήθους τοῦ σίτου ῥᾷόν πως διῴκησε, τὴν δὲ δὴ ὑπατείαν αἰτῶν πράγματα u(patei/an ai)tw=n pra/gmata Xyl., u(patei/an tw=n pragma/twn L. ἔσχε καὶ αἰτίαν ἀπʼ αὐτοῦ a)p' au)tou= Bs., a)p' au)tw=n L. ἔλαβεν.
 
ἐλύπει μὲν γὰρ αὐτὸν καὶ τὰ ὑπὸ τοῦ Κλωδίου γιγνόμενα, καὶ μάλισθʼ ὅτι καὶ ὑπὸ τῶν ἄλλων ὑπερεωρᾶτο ὧν διέφερε, διά τε τὸ ἀξίωμα καὶ διὰ τὰς ἐλπίδας ἀφʼ ὧν καὶ ἰδιωτεύων ὑπὲρ πάντας αὐτοὺς τιμηθήσεσθαι προσεδόκησεν ὑβριζόμενος.
 
ἀλλὰ τούτων μὲν ἔσθʼ ὅτε καὶ κατεφρόνει· παραχρῆμα μὲν γὰρ κακῶς ἀκούων ἐδυσχέραινεν, διαλιπὼν δὲ καὶ ἐς ἀναλογισμὸν τῆς τε ἑαυτοῦ ἀρετῆς καὶ τῆς τῶν ἐναντίων κακίας ἀφικνούμενος
 
οὐκέτʼ αὐτῶν προετίμα· ὁ δὲ δὴ Καῖσαρ αὐξανόμενος, καὶ ὁ δῆμος τά τε κατειργασμένα αὐτῷ θαυμάζων ὥστε καὶ ἐκ In place of kai\ e)k Cobet plausibly suggested kai\ i= e)k ( “ten men” ). ἀποστεῖλαι, καὶ πρὸς τὰς ἀπʼ αὐτοῦ ἐλπίδας ἐπαιρόμενος ὥστε καὶ χρήματά οἱ πολλὰ ψηφίσασθαι,
 
δεινῶς αὐτὸν ἠνία. ἐπεχείρησε μὲν γὰρ τοὺς ὑπάτους ἀναπεῖσαι μήτε τὰς ἐπιστολὰς αὐτοῦ εὐθὺς ἀναγιγνώσκειν, ἀλλὰ καὶ ἐπὶ πλεῖστον, μέχρις ἂν αὐτόματος ἡ δόξα τῶν πραττομένων ἐκνικήσῃ, συγκρύπτειν, καὶ διάδοχόν τινα αὐτῷ καὶ πρὸ τοῦ καθήκοντος καιροῦ πέμψαι.
 
τοσαύτῃ γὰρ φιλοτιμίᾳ ἐχρῆτο ὥσθʼ ὅσα αὐτὸς τῷ Καίσαρι συνέπραξε καὶ βασκαίνειν καὶ καταλύειν, καὶ ἐκείνῳ τε e)kei/nw| te Rk., e)kei/nwi ge L. ἄλλως τε μεγάλως ἐπαινουμένῳ e)painoume/nw| Rk., tainioume/nw| L. καὶ τὰ ἑαυτοῦ συσκιάζοντι ἄχθεσθαι, καὶ τῷ δήμῳ ἐγκαλεῖν ὅτι αὐτόν τε ἐν ὀλιγωρίᾳ ἐποιεῖτο καὶ τὸν Καίσαρα ὑπερεσπούδαζε. u(perespou/daze Reim., u(pespou/daze L.
 
τά τε γὰρ ἄλλα καὶ ἠγανάκτει ὁρῶν αὐτοὺς τῶν τε προποιηθέντων propoihqe/ntwn Rk., pro\s poihqe/ntw|n L. τινὶ tini\ Bk., tina\ L. ἐπὶ τοσοῦτον μνημονεύοντας ἐφʼ ὅσον μηδὲν ἄλλο ἐπιγένοιτο, καὶ πρὸς τὸ ἀεὶ καθιστάμενον, κἂν ἔλαττον τοῦ προτέρου ᾖ, προχειρότατα τῷ τε τοῦ συνήθους κόρῳ καὶ τῇ τοῦ ξένου ἡδονῇ φερομένους, καὶ τὸ μὲν προευδοκιμοῦν πᾶν καταλύοντας ὑπὸ τοῦ φθόνου, τὸ δʼ ἄρτι προφαινόμενον συνεπαύξοντας
 
ὑπὸ τῶν ἐλπίδων. διʼ οὖν ταῦτα δυσχεραίνων, καὶ μήτε τι διὰ τῶν ὑπάτων διαπράξασθαι δυνηθεὶς καὶ τὸν Καίσαρα μείζω τῆς πρὸς ἑαυτὸν πίστεως γιγνόμενον ὁρῶν, οὐκ ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο. καὶ γὰρ ἐνόμιζε δύο τε εἶναι τὰ τὰς φιλίας τινῶν συγχέοντα, sugxe/onta R. Steph., sune/xonta L. τό τε δέος de/os R. Steph., de/los L. καὶ τὸν φθόνον, καὶ ταῦτα ἀπʼ ἀντιπάλου καὶ τῆς δόξης καὶ τῆς ἰσχύος μόνως μὴ mh\ supplied by Bk. συμβαίνειν·
 
ἕως μὲν γὰρ ἂν ἰσομοιρῶσί τινες αὐτῶν, καὶ ἐκείνας e)kei/nas Reim., e)kei=na L. ἐρρῶσθαι, ἐπειδὰν δʼ ὑπεράρωσί τι οἱ ἕτεροι, ἐνταῦθα τό τε ἐλαττούμενον φθονῆσαν μισεῖν misei=n e)cubri/zein Reim., misei= e)cubri/zei L. τὸν κρείττονα καὶ τὸ κρατοῦν καταφρονῆσαν ἐξυβρίζειν misei=n e)cubri/zein Reim., misei= e)cubri/zei L. ἐς τὸν χείρονα, καὶ οὕτως ἀπʼ ἀμφοτέρων τὸν μὲν τῇ ἐλαττώσει ἀγανακτοῦντα τὸν δὲ τῇ πλεονεξίᾳ ἐπαιρόμενον, πρός τε διαφορὰς καὶ πρὸς πολέμους ἐκ τῆς πρὶν φιλίας
 
ἀφικνεῖσθαι. τοιούτοις οὖν δή τισι λογισμοῖς ὁ Πομπήιος ἐπὶ τὸν Καίσαρα ὡπλίζετο. καὶ ἐδόκει γὰρ οὐκ ἂν ῥᾳδίως μόνος αὐτὸν καταλῦσαι, τὸν Κράσσον, ὡς καὶ μετʼ αὐτοῦ τοῦτο tou=to supplied by Bs. ποιήσων, ἔτι καὶ μᾶλλον ἀνηρτήσατο.
 
συμφρονήσαντες οὖν ἄλλως μὲν οὐδὲν ou)de\n Dind., ou)de\n a)\n L. ἰδιωτεύοντες πράξειν ἤλπισαν, ἂν δʼ ὑπατεύσωσι κἀκ τούτου καὶ αὐτοὶ τὰ πράγματα τῇ ἐκείνου ζηλώσει διαλάβωσι, καὶ ἀντίρροποί οἱ ἔσεσθαι καὶ ταχὺ αὐτοῦ, ἅτε καὶ δύο ἑνός, περιγενήσεσθαι προσεδόκησαν.
 
καὶ οὕτω πᾶσαν τὴν προσποίησιν ἀφʼ ἧς, εἰ a)f' h(=s ei) Rk., sfi/si L. καί τις τῶν ἑταίρων σφῶν ἐπὶ τὴν ἀρχὴν αὐτοὺς προῆγεν, ἀπηρνοῦντο μηκέτι βούλεσθαι ὑπατεῦσαι, ἀποθέμενοι, ἄντικρυς αὐτῆς, καίπερ ἑτέροις τισὶ πρότερον συναγωνιζόμενοι, μετεποιήσαντο.
 
ἐπειδή τε ἔξω τῶν χρόνων τῶν ἐν τοῖς νόμοις διειρημένων dieirhme/nwn Rk., dih|rhme/nwn L. ἐπήγγειλαν αὐτήν, καὶ δῆλοι ἦσαν ἄλλοι τε καὶ αὐτοὶ οἱ ὕπατοι (καὶ γάρ τι καὶ ῥώμης ὁ Μαρκελλῖνος εἶχενʼ οὐκ ἐπιτρέψοντές σφισιν ἀποδειχθῆναι, διεπράσσοντο τὰς ἀρχαιρεσίας ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ μὴ γενέσθαι, ἄλλους τε καὶ τὸν Κάτωνα τὸν Γάιον ἐνιέντες, ἵνα μεσοβασιλέως αἱρεθέντος καὶ αἰτήσωσι κατὰ τοὺς νόμους τὴν ἀρχὴν καὶ λάβωσι.
 
καὶ ἐγίγνετο γὰρ τοῦτο λόγῳ μὲν tou=to lo/gw| me\n Rk., lo/gwi tou=to me\n L. ὑπὸ τῶν u(po\ tw=n “N” in Reimar's ed., u(pa/twn L. παρεσκευασμένων ἄλλοτε κατʼ ἄλλην πρόφασιν, ἔργῳ δὲ ὑπʼ αὐτῶν ἐκείνων e)kei/nwn Reim., e)kei/nois L. (τοῖς γοῦν ἐναντιουμένοις σφίσι φανερῶς ἤχθοντὀ, δεινῶς ἡ γερουσία ἠγανάκτησεν, ὥστε ποτὲ μεταξὺ μαχομένων αὐτῶν
 
ἐξαναστῆναι. καὶ τότε μὲν οὕτω διελύθησαν, αὖθις δὲ ἐπειδὴ τὰ αὐτὰ ἐγίγνετο, τὰς στολὰς καθάπερ ἐν συμφορᾷ τινι μετεκδῦναι ἐψηφίσαντο, καίτοι τοῦ Κάτωνος ἔκ τε τοῦ συνεδρίου, ἐπειδήπερ ἀντιλέγων οὐδὲν ἤνυσεν, ἐκπηδήσαντος .
 
ὅπως μηδὲν τελεσθείη· εἰ γάρ τις τῶν μὴ βουλευόντων ἔνδον ἦν, οὐδεμία ψῆφος αὐτοῖς ἐδίδοτο. ἐκείνους τε γὰρ προαπαντήσαντες ἕτεροι δήμαρχοι ἐκώλυσαν ἐσελθεῖν, καὶ οὕτω τοῦτό τε τὸ δόγμα ἐκυρώθη, καὶ ἐχρηματίζετο ὅπως καὶ ἐς τὴν πανήγυριν τὴν τότε οὖσαν οἱ βουλευταὶ μὴ mh\ supplied by Rk. θεωρήσωσιν.
 
ἐπεὶ δὲ καὶ πρὸς ἐκεῖνο ὁ Κάτων ἀνθίστατο, ἐξεπήδησαν ἀθρόοι, καὶ τὰ ἐσθήματα ἀλλαξάμενοι ἐπανῆλθον ὡς καὶ διὰ τοῦτʼ αὐτὸν καταπλήξοντες. καὶ ἐπειδὴ μηδʼ ὣς ἐμετρίαζεν, προῆλθον ἐς τὴν ἀγορὰν ἅμα πάντες, καὶ συνδραμόντος ἐπὶ τούτῳ τοῦ πλήθους ἐς πᾶν κατηφείας
 
αὐτοὺς κατέστησαν, δημηγορῶν μὲν ὁ Μαρκελλῖνος καὶ τὰ παρόντα σφίσιν ὀδυρόμενος, ἐπιδακρύοντες δὲ οἱ ἄλλοι καὶ ἐπιστένοντες, ὥστε μηδένα μηδὲν ἀντιφθέγξασθαι. καὶ οἱ μὲν τοῦτο πράξαντες ἐς τὸ βουλευτήριον εὐθὺς ἐσῆλθον, γνώμην ἔχοντες ἐς τοὺς ὑπαιτίους τὴν ὀργὴν
 
ἀφεῖναι· Κλώδιος δὲ ἐν τούτῳ μεταπηδήσας αὖθις πρὸς τὸν Πομπήιον, καὶ τὰ ἐκείνου πάλιν ἀνθελόμενος ἐλπίδι e)lpi/di R. Steph., e)lpi/da L. τοῦ, εἴ τί οἱ τῶν τότε πραττομένων συγκατεργάσαιτο, πάνυ αὐτὸν ἰδιώσεσθαι, παρῆλθέ τε ἐς τὸν ὅμιλον ἐν τῇ καθηκούσῃ στολῇ, μηδὲν αὐτῆς πρὸς τὸ δόγμα μεταλλάξας, καὶ κατά τε τοῦ Μαρκελλίνου καὶ κατὰ τῶν ἄλλων ἐδημηγόρει.
 
πολλῆς οὖν καὶ ἐπὶ τούτῳ ἀγανακτήσεως ὑπὸ τῶν βουλευτῶν γενομένης τὸ μὲν πλῆθος μεταξὺ λέγων ἐγκατέλιπε, πρὸς δὲ δὴ τὸ συνέδριον ᾅξας a(/|cas Wesseling, a)/rcas L. ὀλίγου διεφθάρη· τῆς γὰρ γερουσίας ἀπαντησάσης αὐτῷ εἴσω τε ἐσελθεῖν ἐκωλύθη,
 
κἀν τούτῳ ὑπὸ ἱππέων περιστοιχισθεὶς διεσπάσθη ἄν, εἰ μὴ ἀνακραγόντος αὐτοῦ καὶ τὸν ὅμιλον ἐπιβοησαμένου προσέδραμον πολλοὶ πῦρ φέροντες, ὡς καὶ μετὰ τοῦ βουλευτηρίου σφᾶς καταπρήσοντες εἴ τι αὐτὸν ἐξεργάσαιντο. καὶ ὁ μὲν παρὰ τοσοῦτον ἐλθὼν ἀπολέσθαι
 
οὕτως ἐσώθη· Πομπήιος δὲ οὐδὲν τούτοις ἐκπλαγεὶς ἔς τε τὸ συνέδριόν ποτε ἐσεπήδησεν, ὑπεναντιούμενος αὐτῷ ψηφιεῖσθαι μέλλοντι, me/llonti R. Steph., me/llontos L. καὶ ἐκεῖνό τε κυρωθῆναι ἐκώλυσε, καὶ τοῦ Μαρκελλ- λίνου μετὰ τοῦτο πυθομένου δημοσίᾳ αὐτοῦ εἰ ὄντως ἐπιθυμεῖ ὑπατεῦσαι, ἐλπίδι τοῦ κατοκνήσειν αὐτὸν σπουδαρχεῖν ὁμολογῆσαι, τῶν μὲν δικαίων ἀνδρῶν ἕνεκα οὐδὲν τῆς ἀρχῆς δεῖσθαι ἔφη, διὰ δὲ δὴ τοὺς ταραχώδεις καὶ σφόδρα αὐτῆς
 
ἀντιποιεῖσθαι. ὡς οὖν τούτῳ tou/tw| R. Steph., tou=to L. φανερῶς ἐνέκειτο, καὶ ὁ Κράσσος ἐρωτηθεὶς καὶ αὐτὸς τὰ αὐτὰ οὐχ ὡμολόγησε μέν, οὐ μὴν οὐδʼ ἀπηρνήσατο, ἀλλʼ ὥσπερ εἰώθει διὰ μέσου ἐχώρησεν, εἰπὼν ὅτι πάνθʼ ὅσα τῷ κοινῷ συμφέροι πράξοι, κατέδεισαν ὅ τε Μαρκελλῖνος καὶ ἄλλοι πολλοὶ τήν τε παρασκευὴν αὐτῶν καὶ τὴν ἀντίταξιν, καὶ οὐδὲ ἀπήντων
 
ἔτι ἐς τὸ βουλευτήριον. μὴ συλλεγομένου δὲ τοῦ καθήκοντος ἐκ τῶν νομίμων ἀριθμοῦ πρὸς τὸ ψηφισθῆναί τι περὶ τῶν ἀρχαιρεσιῶν, οὐδὲ χρηματισθῆναί τι ἀρχὴν περὶ αὐτῶν ἠδυνήθη, ἀλλὰ ὁ
 
ἐνιαυτὸς a)lla\ o( e)niauto\s Canter, a)lla\ qe/sei au)to\s L. οὕτω διέβη. οὐ μέντοι οὔτε τὴν ἐσθῆτα μετημπίσχοντο οὔτε ἐς τὰς πανηγύρεις ἐφοίτων, οὐκ ἐν τῷ Καπιτωλίῳ τῇ τοῦ Διὸς ἑορτῇ εἱστιάθησαν, οὐκ ἐπὶ τὰς ἀνοχὰς τὰς Λατίνας, δεύτερον τότε ὑπό τινος οὐκ ὀρθῶς πραχθέντος ποιουμένας, poioume/nas R. Steph., poiou/mena L. ἐς τὸ Ἀλβανὸν ἀφίκοντο, ἀλλʼ ὥσπερ δεδουλωμένοι, καὶ μήτʼ ἀρχὰς ἑλέσθαι μήτʼ ἄλλο τι πολιτικὸν πρᾶξαι pra=cai Bk., pra/casqai L. ἐξουσίαν ἔχοντες, τὸ λοιπὸν τοῦ ἔτους διήγαγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme