Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

33.4 τἀληθὲς εὑρίσκεται, μηκῦναι. οὐ μέντοι καὶ ἐς τὸν δῆμόν τι ὑπὲρ αὐτοῦ πρότερον ἐσήνεγκαν πρὶν τὰ σφέτερα βεβαιώσασθαι. οἵ τε γὰρ τοῦ Καίσαρος ἐπιτήδειοι προκαταληφθέντες οὕτως ἡσύχασαν, καὶ τῶν ἄλλων τὸ μὲν πολὺ δουλωθὲν ὑπὸ τοῦ φόβου ἡσυχίαν ἤγαγον, ἀγαπῶντες εἰ καὶ
34.1 ὣς περισωθεῖεν, ὁ δὲ δὴ Κάτων καὶ ὁ Φαουώνιος ἠναντιοῦντο μὲν πᾶσι τοῖς πρασσομένοις ὑπʼ αὐτῶν, συνεργοὺς ἄλλους τέ τινας καὶ τοὺς δύο δημάρχους ἔχοντες, ἅτε δὲ ὀλίγοι πρὸς πολλοὺς
34.2 ἀγωνιζόμενοι μάτην ἐπαρρησιάζοντο. καὶ ὁ μὲν Φαουώνιος μίαν ὥραν μόνην παρὰ τοῦ Τρεβωνίου πρὸς τὴν ἀντιλογίαν λαβών, κατέτριψεν αὐτὴν ὑπὲρ αὐτῆς τῆς τοῦ καιροῦ στενοχωρίας εἰκῇ βοῶν· ὁ δὲ δὴ Κάτων ἔτυχε μὲν ἐν δύο ὥραις
34.3 δημηγορῆσαι, τραπόμενος δὲ πρὸς κατηγορίαν τῶν τε ἐν χερσὶ καὶ τῆς ὅλης καταστάσεως, ὥσπερ εἰώθει, κατανάλωσε τὸν καιρὸν πρὶν καὶ ὁτιοῦν τῶν προκειμένων εἰπεῖν, prokeime/nwn ei)pei=n Rk., e)onoume/nwn L. οὐχ ὅτι οὐκ ἐνεδέχετό τι καὶ περὶ ἐκείνων λεχθῆναι, ἀλλʼ ἵνʼ ἔτι τι δημηγορῆσαι δοκῶν ἔχειν ὑπό τε τοῦ Τρεβωνίου σιγασθῇ καὶ αὐτῷ καὶ τοῦτʼ αὐτὸ ἐγκαλῇ, ἐπεὶ εὖ γε ἠπίστατο ὅτι οὐδʼ εἰ πάσῃ τῇ ἡμέρᾳ ἐκέχρητο, πεῖσαί τι ὧν ἐβούλετο ψηφίσασθαί σφας ἐδύνατο.
34.4 οὐκοῦν οὔτε ou)/te Bk., ou)de\ L. παραχρῆμα σιωπῆσαι siwph=sai Reim., siwph/sein L. κελευσθεὶς ἐπαύσατο, ἀλλὰ καὶ ἐξωσθεὶς καὶ ἑλκυσθεὶς ἐκ τοῦ συλλόγου ἐπανῆλθε, καὶ τὸ τελευταῖον καὶ ἐς τὸ οἴκημα ἐσαχθῆναι προσταχθεὶς οὐκ ἐμετρίασεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme