Book 39
31.1
καὶ μετὰ τοῦτο ὅ τε Πομπήιος καὶ ὁ Κράσσος ὕπατοι ἐκ μεσοβασιλείας ἀπεδείχθησαν, οὔτʼ ἄλλου τινὸς τῶν προεπηγγελκότων ἀπαντήσαντος, καὶ Λουκίου Δομιτίου, ὃς μέχρι τῆς τελευταίας ἡμέρας ἐσπουδάρχησεν, ὁρμήσαντος μὲν πρὸς τὴν ἐκκλησίαν οἴκοθεν ὑπὸ νύκτα, ἐπεὶ δʼ ὁ παῖς ὁ τὸν λύχνον οἱ προφέρων ἐσφάγη, δείσαντος καὶ
31.2
μηκέτι περαιτέρω προχωρήσαντος. οὔτʼ οὖν ἀντιστάντος τινὸς τὴν ἀρχήν, καὶ προσέτι τοῦ Πουπλίου Κράσσου, ὃς υἱός τε τοῦ Μάρκου ἦν καὶ τότε τῷ Καίσαρι ὑπεστρατήγει, στρατιώτας ἐπʼ αὐτὸ τοῦτο ἐς τὴν Ῥώμην ἀγαγόντος, οὐ χαλεπῶς ᾑρέθησαν.
32.1
παραλαβόντες δʼ d' added by Rk. οὕτω τὴν ἡγεμονίαν τὰς λοιπὰς ἀρχὰς τοῖς ἐπιτηδείως e)pithdei/ws R. Steph., e)pithdei/ois L. σφίσιν ἔχουσι δοθῆναι ἐποίησαν, τὸν Κάτωνα τὸν Μᾶρκον κωλύσαντες στρατηγὸν ἀποδειχθῆναι· ὑπώπτευόν τε γὰρ αὐτὸν οὐκ ἀνέξεσθαι τὰ γιγνόμενα, καὶ οὐκ ἠθέλησαν ἰσχὺν αὐτῷ ἔννομον πρὸς τὰς ἀντιλογίας
32.2
προσθεῖναι. καὶ ἡ μὲν τῶν στρατηγῶν κατάστασις (ὁ γὰρ Κάτων οὐδὲν βίαιον πρᾶξαι ἠξίωσενʼ εἰρηναία ἐγένετο, περὶ δὲ τοὺς ἀγορανόμους τοὺς κουρουλίους σφαγαὶ συνέβησαν, ὥστε καὶ τὸν Πομπήιον πολλοῦ αἵματος ἀναπλησθῆναι.