Book 39
30.1
οὕτως ἐσώθη· Πομπήιος δὲ οὐδὲν τούτοις ἐκπλαγεὶς ἔς τε τὸ συνέδριόν ποτε ἐσεπήδησεν, ὑπεναντιούμενος αὐτῷ ψηφιεῖσθαι μέλλοντι, me/llonti R. Steph., me/llontos L. καὶ ἐκεῖνό τε κυρωθῆναι ἐκώλυσε, καὶ τοῦ Μαρκελλ- λίνου μετὰ τοῦτο πυθομένου δημοσίᾳ αὐτοῦ εἰ ὄντως ἐπιθυμεῖ ὑπατεῦσαι, ἐλπίδι τοῦ κατοκνήσειν αὐτὸν σπουδαρχεῖν ὁμολογῆσαι, τῶν μὲν δικαίων ἀνδρῶν ἕνεκα οὐδὲν τῆς ἀρχῆς δεῖσθαι ἔφη, διὰ δὲ δὴ τοὺς ταραχώδεις καὶ σφόδρα αὐτῆς
30.2
ἀντιποιεῖσθαι. ὡς οὖν τούτῳ tou/tw| R. Steph., tou=to L. φανερῶς ἐνέκειτο, καὶ ὁ Κράσσος ἐρωτηθεὶς καὶ αὐτὸς τὰ αὐτὰ οὐχ ὡμολόγησε μέν, οὐ μὴν οὐδʼ ἀπηρνήσατο, ἀλλʼ ὥσπερ εἰώθει διὰ μέσου ἐχώρησεν, εἰπὼν ὅτι πάνθʼ ὅσα τῷ κοινῷ συμφέροι πράξοι, κατέδεισαν ὅ τε Μαρκελλῖνος καὶ ἄλλοι πολλοὶ τήν τε παρασκευὴν αὐτῶν καὶ τὴν ἀντίταξιν, καὶ οὐδὲ ἀπήντων
30.3
ἔτι ἐς τὸ βουλευτήριον. μὴ συλλεγομένου δὲ τοῦ καθήκοντος ἐκ τῶν νομίμων ἀριθμοῦ πρὸς τὸ ψηφισθῆναί τι περὶ τῶν ἀρχαιρεσιῶν, οὐδὲ χρηματισθῆναί τι ἀρχὴν περὶ αὐτῶν ἠδυνήθη, ἀλλὰ ὁ
30.4
ἐνιαυτὸς a)lla\ o( e)niauto\s Canter, a)lla\ qe/sei au)to\s L. οὕτω διέβη. οὐ μέντοι οὔτε τὴν ἐσθῆτα μετημπίσχοντο οὔτε ἐς τὰς πανηγύρεις ἐφοίτων, οὐκ ἐν τῷ Καπιτωλίῳ τῇ τοῦ Διὸς ἑορτῇ εἱστιάθησαν, οὐκ ἐπὶ τὰς ἀνοχὰς τὰς Λατίνας, δεύτερον τότε ὑπό τινος οὐκ ὀρθῶς πραχθέντος ποιουμένας, poioume/nas R. Steph., poiou/mena L. ἐς τὸ Ἀλβανὸν ἀφίκοντο, ἀλλʼ ὥσπερ δεδουλωμένοι, καὶ μήτʼ ἀρχὰς ἑλέσθαι μήτʼ ἄλλο τι πολιτικὸν πρᾶξαι pra=cai Bk., pra/casqai L. ἐξουσίαν ἔχοντες, τὸ λοιπὸν τοῦ ἔτους διήγαγον.