Book 39
26.2
ἕως μὲν γὰρ ἂν ἰσομοιρῶσί τινες αὐτῶν, καὶ ἐκείνας e)kei/nas Reim., e)kei=na L. ἐρρῶσθαι, ἐπειδὰν δʼ ὑπεράρωσί τι οἱ ἕτεροι, ἐνταῦθα τό τε ἐλαττούμενον φθονῆσαν μισεῖν misei=n e)cubri/zein Reim., misei= e)cubri/zei L. τὸν κρείττονα καὶ τὸ κρατοῦν καταφρονῆσαν ἐξυβρίζειν misei=n e)cubri/zein Reim., misei= e)cubri/zei L. ἐς τὸν χείρονα, καὶ οὕτως ἀπʼ ἀμφοτέρων τὸν μὲν τῇ ἐλαττώσει ἀγανακτοῦντα τὸν δὲ τῇ πλεονεξίᾳ ἐπαιρόμενον, πρός τε διαφορὰς καὶ πρὸς πολέμους ἐκ τῆς πρὶν φιλίας
26.3
ἀφικνεῖσθαι. τοιούτοις οὖν δή τισι λογισμοῖς ὁ Πομπήιος ἐπὶ τὸν Καίσαρα ὡπλίζετο. καὶ ἐδόκει γὰρ οὐκ ἂν ῥᾳδίως μόνος αὐτὸν καταλῦσαι, τὸν Κράσσον, ὡς καὶ μετʼ αὐτοῦ τοῦτο tou=to supplied by Bs. ποιήσων, ἔτι καὶ μᾶλλον ἀνηρτήσατο.
27.1
συμφρονήσαντες οὖν ἄλλως μὲν οὐδὲν ou)de\n Dind., ou)de\n a)\n L. ἰδιωτεύοντες πράξειν ἤλπισαν, ἂν δʼ ὑπατεύσωσι κἀκ τούτου καὶ αὐτοὶ τὰ πράγματα τῇ ἐκείνου ζηλώσει διαλάβωσι, καὶ ἀντίρροποί οἱ ἔσεσθαι καὶ ταχὺ αὐτοῦ, ἅτε καὶ δύο ἑνός, περιγενήσεσθαι προσεδόκησαν.
27.2
καὶ οὕτω πᾶσαν τὴν προσποίησιν ἀφʼ ἧς, εἰ a)f' h(=s ei) Rk., sfi/si L. καί τις τῶν ἑταίρων σφῶν ἐπὶ τὴν ἀρχὴν αὐτοὺς προῆγεν, ἀπηρνοῦντο μηκέτι βούλεσθαι ὑπατεῦσαι, ἀποθέμενοι, ἄντικρυς αὐτῆς, καίπερ ἑτέροις τισὶ πρότερον συναγωνιζόμενοι, μετεποιήσαντο.