Book 39
arg.
Ἀππ. Κλαύδιος Ἀππ. υἱ. Ποῦλχρος ὑπ.
1.1
οὕτω μὲν δὴ καὶ ἐκεῖνα διεπολεμήθη· μετὰ δὲ ταῦτα, τοῦ χειμῶνος ἐν ᾧ Κορνήλιός τε Σπινθὴρ καὶ ὁ Μέτελλος ὁ Νέπως ὑπατεύειν ἤρξαντο διελθόντος, τρίτος τις πόλεμος αὐτοῖς ἐγένετο. οἱ γὰρ Βελγικοὶ τῷ τε Ῥήνῳ πολλοῖς καὶ συμμίκτοις
1.2
γένεσι προσοικοῦντες, καὶ ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ Βρεττανίαν καθήκοντες, ἐν μὲν τῷ πρὶν οἱ μὲν ἔνσπονδοι τοῖς Ῥωμαίοις ἦσαν οἱ δὲ ἐφρόντιζον αὐτῶν οὐδέν, τότε δὲ τὸν Καίσαρα εὖ φερόμενον ἰδόντες, καὶ δείσαντες μὴ καὶ ἐπὶ σφᾶς ὁρμήσῃ, συνεστράφησαν, καὶ κοινῷ πλὴν Ῥημῶν *(rhmw=n Xyl., r(hnw=n L. λόγῳ χρησάμενοι συνεβουλεύσαντό τε ἐπὶ τοῖς Ῥωμαίοις καὶ συνώμοσαν, Γάλβαν sunw/mosan *ga/lban Bk., sunwmo/santo a)dra\n L. προστησάμενοι.
1.3
Ταῦτʼ οὖν ὁ Καῖσαρ παρὰ τῶν Ῥημῶν *(rhmw=n Xyl., r(hnw=n L. μαθὼν ἐν φρουρᾷ τε αὐτοὺς ἐποιήσατο, κἀνταῦθα πρὸς τῷ Αὐξούννῳ ποταμῷ στρατοπεδευσάμενος ἤθροιζέ τε ἅμα τοὺς στρατιώτας καὶ ἐξήσκει. οὐδὲ ἐτόλμησε πρότερον τοῖς πολεμίοις, καίτοι τὴν χώραν σφῶν κατατρέχουσιν, ἐς χεῖρας ἐλθεῖν,
1.4
πρὶν ὡς καὶ δεδιότος αὐτοῦ καταφρονήσαντες ἐπεχείρησαν τήν τε γέφυραν καταλαβεῖν καὶ τὴν σιτοπομπίαν, ἣν διʼ αὐτῆς παρὰ τῶν συμμάχων ἐποιεῖτο, ἀφελέσθαι. τοῦτο γὰρ ἐξ αὐτομόλων προγνοὺς ἐσόμενον, ἔπεμψεν ἐπʼ αὐτοὺς νυκτὸς