Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

21.4 ἀπεχόμενοι, καὶ ὁ μὲν τήν τε δημαρχίαν τὴν τοῦ Κλωδίου ὡς καὶ παρὰ τοὺς νόμους γενομένην καὶ τὰ πραχθέντα ἐν αὐτῇ ὑπʼ αὐτοῦ ὡς καὶ ἄκυρα ὄντα, ὁ δὲ τήν τε φυγὴν τὴν τοῦ Κικέρωνος ὡς καὶ δικαίως ἐγνωσμένην καὶ τὴν κάθοδον αὐτοῦ ὡς καὶ παρανόμως ἐψηφισμένην.
22.1 μαχομένων δὲ αὐτῶν, καὶ τοῦ Κλωδίου πολὺ τῇ στάσει ἐλαττουμένου, ὁ Κάτων ὁ Μᾶρκος ἐπελθὼν ἀνίσωσεν a)ni/swsen Oddey, a)ne/swsen L. αὐτούς· τῷ τε γὰρ Κικέρωνι ἀχθόμενος, καὶ φοβηθεὶς ἅμα μὴ καὶ ὅσα αὐτὸς ἐν τῇ Κύπρῳ ἐπεποιήκει καταλυθείη, ὅτι πρὸς τοῦ Κλωδίου δημαρχοῦντος ἐπέπεμπτο, προθύμως
22.2 αὐτῷ συνήρατο. μέγα γὰρ ἐπʼ αὐτοῖς ἐφρόνει, καὶ περὶ παντὸς τὸ βεβαιωθῆναι αὐτὰ ἐποιεῖτο. ὁ μὲν γὰρ Πτολεμαῖος ὁ τὴν νῆσον τότε κατέχων, ἐπειδὴ τά τε ἐψηφισμένα ᾔσθετο καὶ μήτʼ ἀντᾶραι τοῖς Ῥωμαίοις ἐτόλμησε μήτʼ αὖ στερηθεὶς τῆς
22.3 ἀρχῆς ζῆν ὑπέμεινε, u(pe/meine R. Steph., u(pe/mene L. φάρμακον πιὼν ἀπέθανε, καὶ οἱ Κύπριοι τὸν Κάτωνα οὐκ ἀκουσίως, ἅτε καὶ φίλοι καὶ σύμμαχοι τῶν Ῥωμαίων ἀντὶ δούλων
22.4 ἔσεσθαι προσδοκήσαντες, ἐσεδέξαντο· ὁ δὲ Κάτων ἐπὶ μὲν τούτοις οὐδὲν εἶχε σεμνύνεσθαι, ὅτι δὲ δὴ τά τε ἄλλα ἄριστα διῴκησε, καὶ δούλους καὶ χρήματα πολλὰ ἐκ τῶν βασιλικῶν ἀθροίσας οὐδὲν ᾐτιάθη ἀλλὰ ἀνεπικλήτως πάντα ἀπέδειξεν, ἀνδραγαθίας οὐδὲν ἧττον ἢ εἰ ei) added by Leuncl. πολέμῳ τινὶ ἐνενικήκει μετεποιεῖτο· ὑπὸ γὰρ τοῦ πολλοὺς δωροδοκεῖν σπανιώτερον τὸ τῶν χρημάτων καταφρονεῖν τινα τοῦ τῶν πολεμίων κρατεῖν ἐνόμιζε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme