Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

20.2 διῇξε, λύκος τε ἐς τὴν πόλιν ἐσῆλθε, καὶ σεισμὸς ἐγένετο, τῶν τε πολιτῶν τινες κεραυνοῖς ἐφθάρησαν, καὶ θόρυβος ἐν τῷ Λατίνῳ ὑπὸ γῆς ἐξηκούσθη· καὶ αὐτὰ οἱ μάντεις ἀκέσασθαι a)ke/sasqai Xyl., a)kou/sasqai L. ἐθελήσαντες ὀργίζεσθαί σφισι δαιμόνιόν τι ὡς καὶ ἱερῶν τινων ἢ χωρίων οὐχ ὁσίων ἐποικουμένων
20.3 ἔφασανʼ ἐνταῦθα ὁ Κλώδιος τὸν Κικέρωνα μεταλαβὼν τῷ τε λόγῳ πολὺς polu\s Rk., polu\ L. ἐνέκειτο, ὅτι τὸ ἔδαφος τῆς οἰκίας ἱερωμένον τῇ Ἐλευθερίᾳ κατῳκοδόμησε, καὶ ἐπῆλθέ ποτε ἐπʼ αὐτὸ ὡς καὶ ἐκ θεμελίων αὖθις αὐτὴν ἀναιρήσων. καὶ οὐκ ἐποίησε μὲν
21.1 τοῦτο, ὁ γὰρ Μίλων ἐκώλυσεν· ὁ δʼ οὖν Κικέρων ὡς καὶ παθὼν αὐτὸ ὀργήν τε εἶχε καὶ κατηγορίας ἐποιεῖτο, καὶ τέλος τόν τε Μίλωνα καὶ δημάρχους τινὰς παραλαβὼν ἀνῆλθέ τε ἐς τὸ Καπιτώλιον καὶ τὰς στήλας τὰς ta\s added by Pflugk. ἐπὶ τῇ ἑαυτοῦ φυγῃ ὑπὸ u(po\ Leuncl., e)pi\ L.
21.2 τοῦ Κλωδίου σταθείσας καθεῖλε. καὶ τότε μὲν αὐτὰς ἐκείνου σὺν Γαΐῳ τῷ tw=| added by Rk. ἀδελφῷ στρατηγοῦντι ἐπελθόντος ἀφῃρέθη, μετὰ δὲ τοῦτο φυλάξας ἐκδημοῦντα τὸν Κλώδιον ἀνέβη τε αὖθις ἐς τὸ Καπιτώλιον, καὶ λαβὼν αὐτὰς au)ta\s R. Steph., au)ta\ L. οἴκαδε ἀπεκόμισε.
21.3 γενομένου δὲ τούτου οὐδὲν ἔτʼ ἀπώμοτον οὐδετέρῳ ou)dete/rw| Bk., ou)de\ e(te/rwi L. αὐτῶν ἦν, ἀλλὰ ἐλοιδόρουν ἀλλήλους καὶ διέβαλλον ἄλλα τε ὅσα ἐδύναντο, μηδενὸς τῶν αἰσχίστων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme