Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

15.2 τοῖς γὰρ Σιβυλλείοις ἔπεσιν ἐντυχόντες εὗρον ἐν αὐτοῖς ἐγγεγραμμένον αὐτὸ τοῦτο “ἂν ὁ τῆς Αἰγύπτου βασιλεὺς βοηθείας τινὸς δεόμενος ἔλθῃ, τὴν μὲν φιλίαν οἱ μὴ ἀπαρνήσασθαι, μὴ μέντοι καὶ πλήθει τινὶ ἐπικουρήσητε· εἰ δὲ μή, καὶ
15.3 πόνους καὶ κινδύνους ἕξετε.” κἀκ τούτου τὴν συντυχίαν τῶν ἐπῶν πρὸς τὰ τότε γενόμενα θαυμάσαντες ἀπεψηφίσαντο πάντα τὰ περὶ αὐτοῦ ἐγνωσμένα, Γαΐῳ Κάτωνι πεισθέντες δημάρχῳ. ταῦτα δὲ ἐχρήσθη μὲν οὕτως, ἐδημοσιεύθη δέ (οὐ γὰρ ἐξῆν οὐδὲν τῶν Σιβυλλείων, εἰ μὴ ἡ βουλὴ ψηφίσαιτο, ἐς τὸ πλῆθος ἐξαγγέλλεσθαι) διὰ τοῦ
15.4 Κάτωνος. ἐπειδὴ γὰρ τάχιστα ὁ νοῦς τῶν ἐπῶν διεθρυλήθη, ὥσπερ εἴωθε γίγνεσθαι, ἔδεισε μὴ συγκρυφθείη, καὶ ἔς τε τὸν ὅμιλον τοὺς ἱερέας ἐσήγαγε, κἀνταῦθα, πρὶν ὁτιοῦν τὴν γερουσίαν ἐπʼ αὐτοῖς χρηματίσαι, ἐξεβιάσατό σφας ἐκλαλῆσαι τὸ λόγιον· ὅσῳ γάρ τοι μᾶλλον οὐκ ἐδόκει σφίσιν
16.1 ἐξεῖναι τοῦτο,...τὸ πλῆθος ἔσχε. καὶ ἐκεῖνο μὲν ἔσχεν οὕτως, καὶ kai\ added by R. Steph. ἐς τὴν τῶν Λατίνων γλῶσσαν μεταγραφὲν metagrafe\n Rk., grafe\n L. ἀνεκηρύχθη· γνώμας δὲ αὐτῶν μετὰ τοῦτο ποιουμένων, καὶ τῶν μὲν ἄνευ στρατοῦ τῷ Σπινθῆρι τὴν τοῦ Πτολεμαίου κάθοδον προσταττόντων, τῶν δὲ δὴ καὶ τὸν Πομπήιον μετὰ
16.2 ῥαβδούχων δύο καταγαγεῖν αὐτὸν κελευόντων (ὅ τε γὰρ Πτολεμαῖος μαθὼν τὸ χρησθὲν ἠξίωσε τούτου τυχεῖν, καὶ τὰ γράμματα αὐτοῦ Αὖλος Πλαύτιος *plau/tios Xyl., platuios L. ἐς τὸ κοινὸν δημαρχῶν ἀνέγνὠ, δείσαντες οἱ βουλευταὶ μὴ μείζων ἔθʼ ὁ Πομπήιος καὶ ἀπʼ ἐκείνου γένηται, ἀντέπραξαν αὐτῷ τῇ τοῦ σίτου προφάσει χρησάμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme