Book 39
12.2
καὶ διά τε τοῦτο ἐχαλεπαίνετο καὶ ὅτι τὴν Κύπρον ἀπαιτῆσαι παρὰ τῶν Ῥωμαίων ἢ καὶ τὴν φιλίαν τὴν πρὸς αὐτοὺς ἀπειπεῖν κελευόντων αὐτῶν οὐκ ἠθέλησε, καὶ οὔτε πεῖσαί σφας ἡσυχάζειν οὔτʼ αὖ βιάσασθαι (ξενικὸν γὰρ οὐκ
12.3
εἶχενʼ ἠδυνήθη, διέδρα τε ἐκ τῆς Αἰγύπτου, καὶ ἐς τὴν Ῥώμην ἐλθὼν κατηγόρησέ τε αὐτῶν ὡς καὶ ἐκ τῆς βασιλείας αὐτὸν ἐκβεβληκότων, καὶ ἔτυχεν ὥστε ὑπὸ τοῦ Σπινθῆρος, ᾧ ἡ Κιλικία
13.1
ἐπετέτραπτο, καταχθῆναι. The reading of L is : e)/tuxen w(/ste w(/ste u(pa/tou spinqh=ros w(=i h( kili/a e)petra/peto kataxqh=nai. w(/ste (once only' and *kiliki/a are correctly given in the later Mss. u(po\ tou= for u(pa/tou is due to Reim., e)pete/trapto to St. Perhaps some sords have fallen out after e)/tuxen. ἐν ᾧ δὲ ταῦτα ἐγένετο, e)ge/neto supplied by Reim. οἱ Ἀλεξανδρεῖς τέως μὲν ἀγνοήσαντες ὅτι ἐς τὴν Ἰταλίαν ἀπηρκὼς a)phrkw\s Leuncl., a)phirhkw\s L. ἦν, ἢ τεθνηκέναι αὐτὸν νομίσαντες, Βερενίκην τὴν θυγατέρα αὐτοῦ ἐς τὴν βασιλείαν ἀντικατέστησαν, ἔπειτα δὲ τἀληθὲς μαθόντες ἄνδρας ἑκατὸν ἐς τὴν Ῥώμην ἔπεμψαν πρός τε τὰ ἐγκλήματα αὐτοῦ ἀπολογησομένους καὶ ἀντικατηγορήσοντας ὅσα ἠδίκηντο.
13.2
προμαθὼν οὖν ταῦτʼ ἐκεῖνος (ἔτι δὲ ἐν τῇ Ῥώμῃ ἦνʼ ἐνήδρευσε τοὺς πρέσβεις, πρὶν ἐλθεῖν, ἄλλους ἄλλῃ διαπέμψας, καὶ τοὺς μὲν πλείους αὐτῶν κατὰ τὴν ὁδὸν ἔφθειρε, τῶν δὲ δὴ λοιπῶν τοὺς μὲν me\n St., me\n au)tw=n L. ἐν τῷ ἄστει αὐτῷ ἀπέκτεινε, τοὺς δὲ καὶ καταφοβήσας ἐκ τούτων ἢ χρήμασι διαφθείρας ἔπεισε μήτε ταῖς ἀρχαῖς ὑπὲρ ὧν ἐστάλατο e)sta/lato St., e)sta/lanto L. ἐντυχεῖν μήθʼ ὅλως μνείαν τινὰ περὶ